- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:390.18-391.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》1144a11–1144a20。针对没有实践智慧是否也能行德性之举这一难问,他指出真正的善行要求行动者具备特定的内在状态并出于选择,进而阐释实践德性使选择的目的正确,但为了该选择而采取的手段的发现与构想则归属于另一种能力(即实践智慧)。
" Περὶ δὲ τοῦ μηδὲν εἶναι πρακτικωτέρους διὰ τὴν φρόνησιν τῶν καλῶν καὶ δικαίων, μικρὸν ἄνωθεν ἀρκτέον, λαβόντας ἀρχὴν ταύτην. ὥσπερ γὰρ καὶ τὰ δίκαια λέγομεν πράττοντάς τινας οὔπω δικαίους, οἷον τοὺς τὰ ὑπὸ τῶν νόμων τεταγμένα ποιοῦντας ἢ ἄκοντας ἢ δι’ ἄγνοιαν ἢ δι’ ἕτερόν τι καὶ μὴ δι’ αὐτά (καίτοι πράττουσί γε ἃ δεῖ καὶ ὅσα δεῖ τὸν σπουδαῖον), οὕτως, ὡς ἔοικεν ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστ’ εἶναι ἀγαθά,1 λέγω δ’ οἷον διὰ προαίρεσιν καὶ αὐτῶν ἕνεκα τῶν πραττομένων." Ἓν ἦν καὶ τοῦτο τῶν ἠπορημένων περὶ φρονήσεως, ὡς δυνατὸν ὂν χωρὶς αὐτῆς πράττειν τὰ καλὰ καὶ τὰ δίκαια, ἐκ τοῦ μόνον εἶναι τὰς ἀρετὰς ἕξεις ἐν τῇ ψυχῇ, οἷον δικαιοσύνην καὶ ἀνδρείαν καὶ σωφροσύνην καὶ τὰς λοιπὰς ὅσαι εἰς αὐτὰς ἀναφέρονται, ὡς εἰδικώτεραι πρὸς γενικωτέρας. λύων δὴ καὶ ταύτην τὴν ἀπορίαν, ἄνεισι πρός τινα θεωρίαν ἀρχικωτέραν, ἀρχὴν ταύτην ὑποτιθείς, ὅτι οὐ πᾶς ὁ πράττων τὰ δίκαια καὶ τὰ καλὰ εὐθὺς διὰ τοῦτο αὐτὸς σπουδαῖός ἐστιν, οἷον δίκαιος ὁ τὰ δίκαια πράττων ἢ σώφρων ὁ τὰ σωφρονικὰ ἢ ἀνδρεῖος ὁ τὰ ἀνδρικά. ἐνδέχεται γὰρ τὰ ὑπὸ τῶν νόμων τεταγμένα πράττοντά τινα πράττειν αὐτὰ διὰ φόβον κολάσεων ἀπειλουμένων τοῖς μὴ ἐμμένουσιν οἷς οἱ νομοθέται διώρισαν, ἢ δι’ ἀμοιβὴν ἣ ὑπέσχηται τοῖς ἐμμένουσιν, ἢ καὶ δι’ ἄγνοιαν ἐνίοτε. ἐνδέχεται γὰρ δι’ ὄρεξιν ἰδίαν πράττειν τινὰ δίκαιόν τι ἢ σωφρονικὸν ἢ ἀνδρεῖον μὴ εἰδότα, ὅτι τοιοῦτον τὸ πραττόμενον, ἢ ἐνεργοῦντα κατὰ τὸν νόμον μὴ εἰδέναι, ὅτι ὁ νόμος τῆς πόλεως οὕτως ἐνεργεῖν τοὺς κατ’ αὐτὴν πολίτας ἐντέλλεται. οἱ οὖν τὰ καλὰ καὶ τὰ δίκαια πράττοντες διά τι τοιοῦτον ἢ ἕτερον τοῖς εἰρημένοις ὅμοιον οὐκ εἰσὶ δίκαιοι οὐδὲ σπουδαῖοι, ὅτι οὐ πράττουσι τὰ καλὰ καὶ τὰ δίκαια δι’ αὐτὰ ἀλλὰ διά τι ἕτερον, ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ καθόλου περὶ παντὸς τοῦ πράττοντος τἀγαθὰ ἐξετάζομεν τὸ πῶς ἔχων πράττειν, καὶ εἰ μὲν ὡς προαιρούμενος καὶ κατ’ οἰκείαν ὄρεξιν καὶ εἰδὼς ὅτι καλὰ καὶ δίκαια τὰ πραττόμενα καὶ διότι τοιαῦτα πράττων αὐτὰ κριθείη ἂν σπουδαῖος ὁ πράττων καὶ ἀγαθός, εἰ δὲ δι’ ἄγνοιαν ἢ φόβον ἢ δι’ ἐλπίδα τοῦ ἀπολαῦσαί τινος ὀρεκτοῦ ἐκ τῆς πράξεως, οὐκ ἂν σπουδαῖος ῥηθείη οὐδ’ ἀγαθὸς ὁ πράττων, κἂν εἴη τὰ πραττόμενα παρ’ αὐτοῦ ἀγαθά. δεῖ γὰρ πῶς ἔχοντα πράττειν ἕκαστον, ἵν’ εἴη ἀγαθὰ καὶ σπουδαῖα.
“关于我们并不会因实践智慧而在高尚和公正的行动上更有实践能力这一论点,我们必须从稍微更前面的地方开始,以此作为出发点:因为正如我们说某些做着公正之事的人还不是公正的——例如那些或是出于不情愿,或是出于无知,或是出于某种别的原因而不是为了这些行动本身而做法律所规定之事的人(尽管他们确实做了应当做的事,以及优秀之人所应当做的一切事)——同样,看来有可能以某种状态去行每一件事,从而使这些行动是善的,我的意思是,例如出于选择并且为了被行之事本身而做。” 这也是关于实践智慧所提出的难问之一:即使没有实践智慧,也完全可能行高尚和公正之事,这仅仅由于诸德性作为品质存在于灵魂之中,例如正义、勇敢、节制以及所有其他作为更具体的德性归属于更具普遍性的德性者。他在消解这一难问时,回溯到某个更为本原的考察,设定了这一出发点:并非每一个行公正与高尚之事的人都会因此立刻自身成为优秀的人,例如做公正之事者就是公正的人,做合乎节制之事者就是有节制的人,做合乎勇敢之事者就是勇敢的人。因为可能存在某个人做着法律所规定之事,却是出于对威胁那些不遵守立法者所定规矩之人的惩罚的恐惧而做,或是为了向遵守者所承诺的报酬而做,有时甚至是出于无知而做。因为可能有人出于个人欲求而做了某种公正、节制或勇敢之事,却不知道所做之事是这等性质;或者依法律行动却不知道城邦的法律命令其公民如此行动。因此,那些出于某种此类原因或类似于所言的其他原因而行高尚和公正之事的人,既不是公正的也不是优秀的,因为他们不是为了高尚和公正之事本身而是为了某种别的事物而行它们。因此正如在这些事例中一样,对于一切行善之人,我们也普遍地考察他是处于何种状态下去行的;如果他是作为进行选择者、依循适切的欲求,知晓所行之事是高尚和公正的,并且因为它们是这等性质而行它们,那么行动者就会被判定为优秀且善的;但如果他是出于无知、恐惧,或是出于期望从行动中享受某种欲求对象而行,那么即便由他所做出的事是善的,行动者也不会被称为优秀或善的。因为必须以某种状态行每一件事,以便这些行动是善的和优秀的。
"Τὴν μὲν οὖν προαίρεσιν ποιεῖ ὀρθὴν ἡ ἀρετή, τὸ δ’ ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστι τῆς ἀρετῆς2 ἀλλ’ ἑτέρας δυνάμεως." Ἐντεῦθεν ἄρχεται δεῖξαι, πῶς ἀναγκαία ἡ φρόνησις τοῖς ζῆν καὶ πράττειν βουλομένοις κατ’ ἀρετήν. φησὶ τοίνυν, ὅτι ἡ μὲν ἀρετὴ ὀρθῶς ποιεῖ τὴν προαίρεσίν πως, ὅτι ἐν ἕξει τοῦ ἀγαθοῦ τῶν ἐν ἡμῖν ὀρεκτῶν γενομένων δυνάμεων, ἤγουν θυμοῦ καὶ ἐπιθυμίας, ὀρθοῦται καὶ ἡ προαίρεσις, τὸ μὲν πονηρὸν ἀποτρεπομένη, ἀεὶ δὲ τἀγαθὸν προτιθεμένη καὶ μηδέποτε διαστρεφομένη πρὸς τοὐναντίον. οὐκ ἔστι δ’ αὐτοτελὴς ἡ τοῦ ἀγαθοῦ ὄρεξις. δεῖ δὲ αὐτῇ τρόπων καὶ ἐπινοιῶν, δι’ ὧν τοῦ ὀρεκτοῦ ἐφικέσθαι δυνήσεται. ὅσα οὖν, φησί, φύσιν ἔχει πράττεσθαι ἕνεκα τῆς προαιρέσεως, ἤγουν τοῦ τῇ προαιρέσει ὀρεκτοῦ, ὃ αὐτὴ προείλετο καὶ προτετίμηκεν, οὐκ ἔστι τῆς ἀρετῆς ἀλλ’ ἑτέρας δυνάμεως. ἡ γὰρ πρακτικὴ ἀρετὴ περὶ ἧς ἦν ὁ λόγος, τῶν ἀλόγων ἐστὶ δυνάμεων παιδεία καὶ ῥύθμισις, αἱ δὲ ἄλογοι δυνάμεις ἐπινοεῖσθαί τι οὐ πεφύκασι τὸ ἄγον αὐτὰς εἰς ἐπίτευξιν τοῦ αὐταῖς ὀρεκτοῦ, ἀλλ’ ἑτέρας δυνάμεως χρεία, δι’ ἧς εὑρεῖν ἐνδέχεται τοὺς τρόπους τῆς κατορθώσεως. οὐδὲ γὰρ ἡ προαίρεσις εὑρετικὴ τούτων πέφυκε γίνεσθαι, μόνον δὲ τόδε τοῦδε προτίθεσθαι, τὸ κρεῖττον δηλονότι τοῦ χείρονος, ὀρθὴ γενομένη ἐκ τῆς κατ’ ἀρετὴν ἕξεως. μέχρι τούτου ἀληθὴς μὲν ὁ λόγος αὐτῷ, πλὴν συγκεχυμένος καὶ ἀδιάρθωτος· διὰ τοῦτο ἐπιφέρει τὰ ἑξῆς σαφηνίζων τὰ εἰρημένα.
“因此,德性使选择正确,但那些本性上为了那一选择而做的事,则不属于德性,而属于另一种能力。” 从这里开始,他着手阐明对于那些意愿依照德性生活与行动的人而言,实践智慧是如何不可或缺的。于是他说,德性在某种方式上使选择正确,因为当我们内在的欲求能力(即激情和欲望)处于善的品质之中时,选择也被端正,回避恶,始终将善确立在自身面前,绝不偏向相反之物。然而,对善的欲求自身并非完足的,它还需要方式和构想,通过这些它才能达到欲求对象。因此他说,凡是本性上为了选择而做的事——亦即为了选择的欲求对象(即选择自身所挑选并优先看重之物)而做的事——并不属于德性,而属于另一种能力。因为此前所论述的实践德性,是非理性能力的教化与调适,而非理性能力在本性上并不会去构想出引领它们达成自身欲求对象的任何途径,反倒需要另一种能力,通过它才能够发现达成成功的诸种方式。因为选择自身本性上也无法成为发现这些途径者,而在由依循德性的品质端正之后,它仅仅是将此物置于彼物之前——显而易见是将更好的置于较差的之前。到目前为止,他的论述固然真实,但仍然是混杂且未加分疏的;因此他引入下文,以阐明此前所说的话。
- 6.107ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστ’ εἶναι ἀγαθά
动词 ἔστι 在此作无人称用法,意为“是可能的”或“存在这样的情况”,其实质主语是带定冠词的不定式短语 τὸ πῶς ἔχοντα πράττειν ἕκαστα(“以某种状态行每一件事”)。分词 ἔχοντα 为宾格,与不定式 πράττειν 未明确表达的主语一致。结果从句 ὥστ’ εἶναι ἀγαθά 说明使行动成为善的这一结果或条件。
- 6.108τὸ δ’ ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστι τῆς ἀρετῆς
中性定冠词 τό 将整个关系从句 ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι(“凡本性上为了那一选择而做的事”)名词化,充当句子的主语。属格 τῆς ἀρετῆς 与动词 ἔστι 连用,构成表示领属或所属的属格(genitive of possession / belonging),意为“属于德性的范围/领分”。
