← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§389.3-390.17

实践智慧与伦理德性的分工及灵魂的营养部分

埃乌斯特拉提乌斯注解了亚里士多德关于伦理德性与实践智慧分别确保目的及其手段的正确性以完成特定功能(1144a6)的论述,并从选择与自主能力的缺乏阐明了灵魂的营养部分何以不存在此类德性(1144a9)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.105

" Ἔτι τὸ ἔργον ἀποτελεῖται κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν. ἡ μὲν γὰρ ἀρετὴ τὸν σκοπὸν ποιεῖ ὀρθόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον." Τὰ μὲν εἰρημένα κοινὰ ἦν σοφίας καὶ φρονήσεως, δηλοῦντα τὴν τούτων ἀμφοῖν τιμιότητα καὶ ὑπεροχήν, καὶ ὅπως μάλιστα πάντων τῇ εὐδαιμονίᾳ συντελοῦσιν εἰς σύστασιν. τὸ δὲ παρὸν ἐπιχείρημα τῇ φρονήσει μόνον ἁρμοδιώτατον, δεικνύον αὐτὴν ἀναγκαιοτάτην οὖσαν κατὰ τὴν προχείρισιν ἑκάστης τῶν κατ’ ἀρετὴν ἕξεων. τὸ γὰρ ἔργον, φησί, καὶ ἡ πρᾶξις ἡ κατ’ ἀρετὴν κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετὴν ἀποτελεῖται. πᾶσα γὰρ ἠθικὴ ἀρετὴ τινός ἐστιν ἢ τινῶν μορίων ἕξις τοῦ παθητικοῦ ψυχῆς, οἷον θυμικοῦ μὲν ἀνδρεία, ἐπιθυμητικοῦ σωφροσύνη, δικαιοσύνη δὲ ἀμφοτέρων, ἑκατέρῳ τούτων τὸ ἄξιον νέμουσα πρὸς ἄλληλά τε καὶ πρὸς τὸν λόγον, ὡς θυμῷ μὲν ὑπείκειν ἐπιθυμίαν.1 ταῦτα δὲ τῷ λόγῳ ἀμφότερα, καὶ οὕτως εἶναι τὴν φρόνησιν ἐφεστηκυῖαν ταῖς ἀρεταῖς πάσαις καὶ διατάττουσαν. πῶς δὲ ποιεῖ ἡ πρακτικὴ ἀρετὴ ὀρθὸν τὸν σκοπόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον; ὅτι παιδευθέντων τῶν ὀρεκτικῶν τούτων δυνάμεων ὑπὸ τοῦ λόγου2 πρότερον, ὥστε τῶν δεόντων ὀρέγεσθαι καὶ μηδέποτε ἐκπίπτειν πρὸς τὰ ἀπρεπῆ ὀρεκτά, γίνεται ὀρθὸς ὁ σκοπὸς τῶν ὀρέξεων, ὡς μηδέποτε διαστρέφεσθαι τὰς ὁρμὰς ἐπί τι τῶν ἀπρεπῶν, ἀλλ’ εἶναι τὰ τέλη ἐπαινετὰ καὶ ἁρμόδια, πρὸς ἃ αἱ ὀρέξεις ἐκτείνονται, ἤδη λογικευθεῖσαι ὑπὸ τοῦ λόγου καὶ τρόπον τινὰ λογικῶς ἐφίεσθαι τῶν ὀρεκτῶν συνεθίσασαι. τοιούτων δὲ προκειμένων τῶν ὀρεκτῶν, τὴν πρὸς ταῦτα εὐόδωσιν ποιεῖται ἡ φρόνησις, ἐφευρίσκουσα καὶ ἐπιτηδεύουσα τοὺς τρόπους τῶν κατορθώσεων, ὥστε τὴν κυριότητα ἐν ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ αὐτὰς πράξεσιν ἡ φρόνησις κέκτηται.

“此外,特定的功能是依照实践智慧和伦理德性完成的;因为德性使目的正确,而实践智慧使指向这一目的的事物[正确]。” 此前所说的诸事是智慧与实践智慧所共有的,显明了它们两者的尊贵与卓越,以及它们如何在最大程度上促进幸福的构成。但当前的论证则唯独最适于实践智慧,指明了在将各个依循德性的品质运用于实践时,实践智慧是最为必要的。因为他说,依循德性的特定功能和行动是依照实践智慧与伦理德性完成的。因为一切伦理德性都是灵魂被动部分的某一个或某些部分的品质:例如勇敢属于激情部分,节制属于欲望部分,正义则属于这两者,在它们彼此之间以及相对于理性而言分配其应得之份额,以使欲望服从于激情,而这两者又服从于理性,并且实践智慧就这样统辖并指引一切德性。然而,实践德性如何使目的正确,而实践智慧又如何使指向这一目的的事物[正确]?这是因为,当这些欲求能力事先受到理性的教化,从而欲求应欲求之物而绝不偏离堕入不合宜的欲求对象时,欲求的目的就变得正确,以致冲动绝不歪曲地朝向任何不合宜之物,而且欲求所趋向的诸目的成为可称赞且合宜的,此时欲求已被理性所合理化,并且在某种方式上习惯于合乎理性地渴求欲求对象。在确立了这样的欲求对象时,实践智慧便促成通向它们的顺利进程,发现并设计达成成功的诸种方式,从而实践智慧在诸德性及依循德性的行动中居于支配地位。

§6.106

"Τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς οὐκ ἔστιν ἀρετὴ τοιαύτη, τοῦ θρεπτικοῦ· οὐθὲν γὰρ ἐπ’ αὐτῷ πράττειν ἢ μὴ πράττειν.3" Ψυχὴν ἐνταῦθα κοινῶς λαμβάνει, ὡς αὐτὸς ἐν τῷ Περὶ ψυχῆς διωρίσατο, ψυχὴν εἶναι λέγων ἐντελέχειαν σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος, καὶ ταύτην φησὶ διαιρεῖσθαι εἰς τέσσαρα, ἐπιστημονικὸν λογικὸν ὀρεκτικὸν θρεπτικόν, ἐν τῷ ὀρεκτικῷ περιλαμβάνων καὶ τὸ αἰσθητικόν, διότι πάσῃ ὀρέξει ἀλόγῳ σύνεστιν αἴσθησις. αἰσθανόμενοι γὰρ τῶν ἡδέων καὶ λυπηρῶν, τῶν μὲν ὀρεγόμεθα, τὰ δ’ ἀποστρεφόμεθα. ὡς οὖν ἐν τῷ ἀνθρώπῳ τούτων ὄντων ἁπάντων, φησὶν ὅτι τὰ μὲν τρία μόρια τῆς ψυχῆς πεφύκασι κτᾶσθαι ἀρετὴν τὴν κατὰ προαίρεσιν καὶ ὅση ἐπὶ τῷ κτωμένῳ ἐστί, ὥστε κτᾶσθαι αὐτὴν ἢ μή. ἐπιστήμην μὲν γὰρ κτώμεθα βουλόμενοί τε καὶ προαιρούμενοι, ἥτις ἐστὶ τοῦ θεωρητικοῦ νοῦ, καὶ φρόνησιν, ἥτις ἐστὶ τοῦ λογιστικοῦ, καὶ ἀνδρείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην, αἵ εἰσι τοῦ κατὰ τὴν ζωτικὴν δύναμιν ὀρεκτικοῦ. κατὰ θυμὸν γὰρ καὶ ἐπιθυμίαν ἡ ὄρεξις, 〈ὧν αἱ πρακτικαὶ ἀρεταὶ τῇ κρίσει τοῦ λογιστικοῦ κατορθούμεναι. ἡ γὰρ βούλησις λογικὴ ὄρεξις〉 καὶ ἄλλης δυνάμεως κρείττονος. τοῦ δὲ θρεπτικοῦ, ὃ τέταρτον μέρος τῆς ψυχῆς ἀπηρίθμηται, οὐκ ἔστιν ἀρετὴ τοιαύτη, ἤγουν ἡ κτωμένη ἐξ ὀρέξεως καὶ προαιρέσεως. αἱ γὰρ τοιαῦται ἀρεταὶ ἐπὶ τοῖς κτωμένοις, ἤτοι ἐπὶ τῇ αὐτεξουσιότητι καὶ θελήσει αὐτῶν. τῷ δὲ τετάρτῳ μορίῳ τῆς ψυχῆς οὐκ ἔστι τι ἐπ’ αὐτῷ. οὔτε γὰρ ὄρεξις οὔτε προαίρεσις αὐτῷ πρόσεστιν, ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν φυτῶν· μέγεθος μὲν γὰρ καὶ κάλλος ἴσως φυτοῖς ἁρμόδιον, καὶ εὐκαρπία δὲ εὑρίσκεται ἐν αὐτοῖς, ἅ εἰσι φυσικαὶ ἀρεταί, ὡς ἐκ φύσεως αὐτοῖς προσγινόμενα, ὄρεξις δὲ οὐδὲ προαίρεσις πρόσεστι. διὰ τοῦτο οὐδέ τις κατ’ αὐτὰς ἀρετή.

“但对于灵魂的第四部分即营养部分,则没有这样的德性;因为做或不做任何事都不取决于它自己。” 他在此处是在普遍的意义上把握灵魂,正如他自己在《论灵魂》中所界定的那样,指出灵魂是“潜能地具有生命的自然有机身体的完全现实性”;并且他说灵魂被划分为四个部分:认识的部分、推理的部分、欲求的部分和营养的部分,在欲求部分中也包含了感觉部分,因为一切非理性的欲求都有感觉相伴。因为我们感知到令人愉悦和痛苦的事物,便欲求前者而回避后者。因此,既然所有这些都存在于人之中,他便指出,灵魂的三个部分本性上适合于获得依照选择的德性,以及凡是取决于获得者自身(从而能决定获得或不获得它)的德性。因为我们通过意愿和选择而获得知识(它属于观照理智)、实践智慧(它属于推理部分),以及勇敢、节制和正义(它们属于依照生命能力的欲求部分)。因为欲求是依照激情和欲望的,〈它们的实践德性是通过推理部分的判断而达成的;因为意愿是理性的欲求〉且属于另一种更优越的能力。但对于被列为灵魂第四部分的营养部分而言,并不存在这样的德性,即源于欲求和选择而获得的德性。因为这样的德性取决于获得者自身,亦即取决于他们的自主权和意愿。然而对于灵魂的第四部分而言,没有任何事情取决于它自身。因为欲求和选择都不属于它,正如在植物身上所见到的那样;因为大小和美或许适合于植物,丰产性也在它们之中被发现,这些是自然德性,是依自然生成于它们之中的,但欲求和选择并不属于它们。因此,没有任何依照这些[欲求与选择]的德性。

语法注3 条
  1. 6.105ὡς θυμῷ μὲν ὑπείκειν ἐπιθυμίαν

    连词 ὡς 引导不定式(ὑπείκειν 以及随后的 εἶναι),用以说明前述分词短语(νέμουσα...)所产生的实际结果与具体安排,即“以使欲望服从于激情……并且实践智慧统辖一切德性”。

  2. 6.105παιδευθέντων τῶν ὀρεκτικῶν τούτων δυνάμεων ὑπὸ τοῦ λόγου

    属格独立结构。虽然名词 δυνάμεων 为阴性,但分词 παιδευθέντων 采用了阳性/中性属格复数形式。这种依据意念的一致(constructio ad sensum)体现了将这些能力作为总括性中性概念的处理,其逻辑主语明确为“这些欲求能力”。

  3. 6.106οὐθὲν γὰρ ἐπ’ αὐτῷ πράττειν ἢ μὴ πράττειν

    介词 ἐπί 支配与格(αὐτῷ)并连用不定式(πράττειν ἢ μὴ πράττειν),构成了亚里士多德伦理学中表示自主权能的习用句式(相当于 ἐφ' ἡμῖν,“取决于我们”),此处用于中性单数第三人称(营养部分)。主语为 οὐθέν,意为“做或不做任何事都绝不取决于它自身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:389.3-390.17