- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:38.18-39.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德摒弃牟利生活的原因(财富仅具工具性和从属性),并藉此强调哲学不从属于任何他物的自足性,随后解释了为何先前论及的快乐与荣誉更易被视作目的。
" Ὁ δὲ χρηματιστὴς βίαιός τίς ἐστι." Τρεῖς εἰρηκὼς εἶναι τοὺς μάλιστα τῶν βίων προέχοντας, μὴ μέντοι μνημονεύσας τοῦ χρηματιστικοῦ, ἐπεὶ κατενόει τῶν ἀνθρώπων πολλοὺς οὐ μόνον τυχόντας ἀλλ’ ἐνίοτε καὶ τοὺς ὑπερέχοντας καὶ αὐτοὺς βασιλεῖς οἷος Μίδας ὁ Φρύξ * * * καὶ πᾶν ὁτιοῦν ἐπιτηδεύοντας πρὸς κτῆσιν χρημάτων. λέγει τοίνυν καὶ περὶ τούτου ἐπὶ βραχύ· χρηματιστικὸν μὲν ὀνομάζων βίον τὸν περὶ κτῆσιν χρημάτων σπουδάζοντα, βίαιον δὲ ὅτι καὶ βίαν ἐνδείκνυται πρὸς τὸ κτήσασθαι τὸ ζητούμενον. ὅτι δὲ τὸ τῷ χρηματιστῇ δοκοῦν οὐκ ἔστι τὸ ζητούμενον, δείκνυσι λέγων, χρήσιμον γὰρ καὶ ἄλλου χάριν. τὸ γὰρ χρήσιμον ὑπηρετικὸν ὥσπερ ἐστὶ καὶ πρὸς ἄλλο ἀφορῶν1 ὡς πρὸς τέλος, ὑφ’ ὃ καὶ ἀναφέρεται ὡς πρὸς ἐκεῖνο λυσιτελοῦν· τὸ δὲ ἀγαθὸν τὸ ὡς τέλος αὐτοτελές ἐστι καὶ αὐτὸ δι’ αὑτὸ διωκτὸν οὐ δι’ ἕτερον· διὸ καὶ οἱ τὴν φιλοσοφίαν ὡς ἄχρηστον διαβάλλοντες καὶ τούτου ἕνεκα πειρώμενοι αὐτὴν ἀποβάλλεσθαι, ἔλαθον ἑαυτοὺς πάσης αὐτὴν ὑπερτιθέντες ἐπιτηδεύσεως·2 οὐ γὰρ ἀνέχεται ὑφ’ ἕτερόν τι ἀνάγεσθαι καὶ πρὸς ἄλλο λυσιτελεῖν πάντα τἄλλα ὑφ’ ἑαυτὴν ἔχουσα, ὡς ἀνθρώπου ζωῇ καὶ ψυχῇ συμβαλλόμενα πρὸς τὴν ταύτης κατόρθωσιν ὅσα δοκεῖ τοῖς χαρίεσσιν ἀγαθά. διὸ καὶ παρὰ τοῖς παλαιοῖς ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων ἔστιν εὑρεῖν τοὺς πολιτικοὺς ἄνδρας ὑπηρετικούς τινας τοῖς σοφοῖς γινομένους, ὅπως ἄδειαν ἔχοντες ἀνεμποδίστως ἐνασχολῶνται τοῖς θεωρήμασι. καὶ ἄλλως δ’ ἄν τις ἴδοι τὸν πλοῦτον μὴ ὄντα τὸ ζητούμενον ἀγαθόν, διότι θυραῖον καὶ ὀργανικόν ἐστι καὶ ἐπαμφοτερίζον ἐπὶ τὴν χρῆσιν, ὡς καὶ πρὸς χρηστότητα ὂν καὶ φαυλότητα πρόφασις.
“而牟利者的生活乃是某种强迫的。” 他在说过最卓越的生活主要有三种之后,并未提及牟利的生活,因为他注意到许多人——不仅是普通人,有时甚至包括杰出之士和君王自身,比如弗里吉亚的米达斯[……]——为了获取钱财而不择手段。因此他也简略地讨论了这种生活:他将热衷于获取钱财的生活称为“牟利的”,又因它为了获取所求之物而施加强迫,故称之为“强迫的”。至于牟利者所认定的善并非所探求的善,他通过指出“因为它是有用的,且为了他物”来加以证明。因为有用之物仿佛是仆从性的,朝向作为目的的他物,并作为有益于该目的之物而被归属于其下;而作为目的的善则是自足的,因其自身而非因他物而值得追求。因此,那些指责哲学无用并因而试图摒弃哲学的人,不自觉地将它置于了一切营求之上;因为哲学决不容忍被归于他物之下或有益于他物,而是将其他一切凡是被雅士视为善的事物都收揽于自身之下,视之为对人的生命与灵魂走向完善有所贡献之物。因此在古人那里,在治理良好的城邦中,可以发现政治人物甘作智者的仆从,以便智者享有安全、毫无阻碍地潜心于理论沉思。此外,人们还可以从另一角度看出财富并非所探求的善,因为它是外在的、工具性的,且在使用上具有两面性,既可作为展现卓越品行的契机,也可作为行恶的借口。
"Διὸ μᾶλλον τὰ πρότερον λεχθέντα." Τὸν πλοῦτον ἀπελέγξας ὡς μὴ ὄντα τὸ ζητούμενον ἀγαθόν, ἅμα δὲ διαβαλὼν καὶ τὸν χρηματιστικὸν βίον, ἐπιφέρει νῦν λέγων εἰκὸς εἶναι μᾶλλον τὰ πρότερον λεχθέντα ὑπολαβεῖν τινα τέλη εἶναι, ἤγουν τὴν ἡδονὴν καὶ τὴν τιμήν, ἅτε δι’ αὑτὰ ἀγαπώμενα· ὡς κἀντεῦθεν ἐλέγχεσθαι πλέον τὸν πλοῦτον μὴ ὄντα τὸ ἀνθρώπινον ἀγαθόν. εἰ γὰρ τὰ μᾶλλον δοκοῦντα τέλη ὑπάρχειν διὰ τὸ εἶναι δι’ αὑτὰ διωκτὰ οὐκ ἔσται τέλη, πῶς τὸ ἄλλου χάριν ζητούμενον τὸ τέλος ἔσται καὶ τὸ ἀγαθόν; τὸ δὲ πολλοὺς λόγους καταβεβλῆσθαι πρὸς αὐτὰ λέγοι μὲν ἂν3 καὶ διὰ τοὺς περὶ Ἐπίκουρον, οἳ τὴν ἡδονὴν τὸ τέλος ἐτίθεντο. πολλοὶ γὰρ περὶ τούτων εἰρήκασιν, οἱ μὲν ἀναιροῦντες τὴν δόξαν, οἱ δὲ συνηγοροῦντες αὐτοῖς. λέγοι δ’ ἂν καὶ περὶ τῆς τιμῆς, ὅτι γε τοῖς πολιτικοῖς ἀνδράσι πολὺς λόγος περὶ αὐτῆς· καὶ ὁ Σωκράτης ἐν πολλοῖς εὕρηται παρὰ Πλάτωνι τοῖς τῶν πολιτικῶν ἀκαίρως φιλοτιμουμένοις ἀντιτιθέμενος καὶ τὰς ὀρέξεις αὐτῶν ἐλέγχων ὡς οὐκ εὖ ἐχούσας. οὐ δεῖ δὲ τὴν ἐξ ἀπαθείας ἑπομένην ταῖς ψυχαῖς θεωρίαν τῇ ἡδονῇ συντάττειν καὶ τῇ τιμῇ, ὡς οὐδ’ αὐτὴν οὖσαν τέλος· οὐ γὰρ ἂν εἴη τι τελικώτερον ἀνθρώπου ψυχῇ τοῦ ἐν ἀπαθείᾳ καὶ θεωρίᾳ σχεῖν τὸ τέλειον· ὥστε τὰ πρότερον λεχθέντα περὶ τῆς τιμῆς δεῖ νοεῖν λεγόμενα καὶ τῆς ἡδονῆς.
“因此宁可说是先前所述及的那些。” 他在驳斥了财富并非所探求的善、同时也贬抑了牟利生活之后,现在接着说,宁可将先前所述及的事物设想为目的——即快乐与荣誉——才是合理的,因为它们因其自身而被喜爱;由此财富就更加被驳明不是人类的善。因为如果那些由于自身被追求而更看似目的的事物尚且不是目的,那么因他物而被探求的事物又怎能成为目的与善呢?至于“针对它们已提出了许多论辩”,他或许也是指伊壁鸠鲁一派而言,因为他们将快乐定为目的。许多人讨论过这些问题,有人驳斥这种看法,有人则为他们辩护。他或许也指荣誉而言,因为在政治人物中关于荣誉有着诸多议论;在柏拉图的著作中也常可见到苏格拉底反对那些不合时宜地好名争利的政治家,驳斥他们的欲求并非处于良好状态。但人们绝不可将灵魂因超脱激情而随之生出的沉思,与快乐和荣誉归为一类,仿佛沉思自身也不是目的;因为对于人的灵魂而言,没有什么比在超脱激情与沉思中获得圆满更具终极目的性;因此必须明白,“先前所述及的”乃是针对荣誉与快乐而言的。
- 1.46τὸ γὰρ χρήσιμον ὑπηρετικὸν ὥσπερ ἐστὶ καὶ πρὸς ἄλλο ἀφορῶν
分词 ἀφορῶν 是缩略动词 ἀφοράω(-άω 类动词)的现在时主动态分词中性单数主格形式(< ἀφοράον),与谓语形容词 ὑπηρετικόν 并列,在语法上与中性主语短语 τὸ χρήσιμον 一致。
- 1.46ἔλαθον ἑαυτοὺς πάσης αὐτὴν ὑπερτιθέντες ἐπιτηδεύσεως
动词 λανθάνω 与反身代词 ἑαυτούς 及分词 ὑπερτιθέντες 连用,表示在不知不觉中做某事,即“无意中将哲学置于一切营求之上”。代词 αὐτήν 指代前文的哲学(ἡ φιλοσοφία)。
- 1.47τὸ δὲ πολλοὺς λόγους καταβεβλῆσθαι πρὸς αὐτὰ λέγοι μὲν ἂν
句首带定冠词的完成时不定式从句 τὸ ... καταβεβλῆσθαι 作为主句动词 λέγοι ἂν 的话题宾格或直接宾语,用于引出被注文本中的短语,意为“至于‘针对它们已提出了许多论辩’这一说法,他或许是在谈论……”。
