← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§388.1-389.2

作为幸福构成部分的智慧与诸善的三分

针对亚里士多德1144a3关于“智慧产生幸福不是如医术产生健康,而是如健康[产生幸福]那样”的论述,欧斯特拉提乌斯阐明了人类诸善的三分法(心灵的、身体的、外在的善)及身体诸善与德性的对应关系,指出智慧与实践智慧不是作为外在的工具性原因,而是作为内在的补足性部分来产出幸福。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.104

" Ἔπειτα καὶ ποιοῦσι μέν, οὐχ ὡς ἰατρικὴ ὑγίειαν, ἀλλ’ ὡς ὑγίεια, οὕτως ἡ σοφία εὐδαιμονίαν." Τριττῶν ὄντων τῶν ἀγαθῶν τῶν παρὰ τοῖς ἀνθρώποις θεωρουμένων, τῶν μὲν ψυχικῶν, τῶν δὲ σωματικῶν, τῶν δ’ ἔξωθεν, καὶ πρώτων μὲν καὶ κυριωτέρων τῶν ψυχικῶν, δευτέρων δὲ καὶ ἧττον κυρίως τῶν ἐν τοῖς αὐτῶν σώμασι, τρίτον δὲ τῶν ἔξωθεν, ἔστι τῆς εὐδαιμονίας ὡς μέρη συμπληροῦντα αὐτὴν τὰ ἐν ἑκάστῳ γένει τῶν εἰρημένων τερπνά.1 αἱ μὲν θεωρητικαὶ καὶ πρακτικαὶ ἀρεταὶ ὡς ψυχικὰ ἀγαθά, ὑγίεια δὲ σώματος καὶ εὐαισθησία καὶ ῥώμη καὶ κάλλος σωματικόν, ὑγίεια μὲν ἀναλογοῦσα δικαιοσύνῃ, ὡς ἑκάστου τῶν ἐναντίων, ἐξ ὧν τὸ ἀνθρώπινον σῶμα σύγκειται, τὸ οἰκεῖον ἑαυτοῦ φυλάττοντος μέτρον, κάλλος δὲ σωφροσύνῃ, ὡς ἐν αὐτῇ τῶν ὀργανικῶν μορίων ἐχόντων τὸ πρὸς ἄλληλα σύμμετρον καὶ τὴν εὔχροιαν, ῥώμη δὲ ἀνδρείᾳ, ὡς ἐν αὐτῇ τὸ εὔτονον καὶ καρτερικὸν ἐν τοῖς πόνοις τοῦ σώματος ἔχοντος, εὐαισθησία δὲ φρονήσει, γνῶσις οὖσα σωματικὴ καὶ τοῦ ὑποκειμένου ἀχώριστος. τὰ δὲ ἔξωθεν εὔκλεια καὶ πλοῦτος καὶ τῶν ἀνὰ χεῖρας συντήρησις καὶ εὐόδωσις. ἐπεὶ οὖν ἐν τοῖς κυριωτάτοις τὰ ἀγαθὰ τῆς ψυχῆς, ἃ δὴ αἱ ἀρεταί εἰσι, μία δὲ τῶν ἀρετῶν καὶ ἡ σοφία, πρωτίστη οὖσα πασῶν, ὡς τοῦ πρωτίστου κοσμητικὴ μορίου ὑπάρχουσα, λέγω δὴ τοῦ θεωρητικοῦ νοῦ, εἴη ἂν μάλιστα τὸ κρεῖττον μέρος τῆς εὐδαιμονίας αὕτη. ὁμοίως καὶ ἡ φρόνησις, ὡς καὶ αὐτὴ τοῦ πρακτικοῦ νοῦ τελειωτική. ὥστε καὶ ποιοῦσιν αὗται ἄμφω τὴν εὐδαιμονίαν, ἀλλ’ οὐχ οὕτως ὡς ἰατρικὴ ὑγίειαν, ἀλλ’ οὕτως ὡς μέρη συμπληρωτικὰ τῆς εὐδαιμονίας. εἰ γὰρ ὑγίεια σωματικὸν οὖσα ἀγαθὸν ποιεῖ τὴν εὐδαιμονίαν μετὰ τῶν ἄλλων ἀγαθῶν, συμπληροῦσα καὶ αὐτὴ ὡς μέρος οὖσα εὐδαιμονίας, πολλῷ μᾶλλον ἡ σοφία καὶ ἡ φρόνησις, ἕξεις οὖσαι τῶν κρειττόνων μορίων τῆς ψυχῆς κοσμητικαὶ καὶ τελειωτικαί, τουτέστι τοῦ θεωρητικοῦ νοῦ καὶ πρακτικοῦ. ἡ μὲν γὰρ ἰατρικὴ ὡς ὑπουργοῦσα τῇ φύσει κατορθοῖ τὴν ὑγίειαν, ἡ δὲ ὑγίεια ὡς κρείττων οὖσα τῶν ἀγαθῶν τῶν τοῦ σώματος ἀναπληροῖ τὴν εὐδαιμονίαν ὡς μέρος αὐτῆς. καὶ ἡ μὲν ἰατρικὴ τῆς ὑγείας ἕνεκα, ἡ δὲ ὑγεία τὸ τέλος καὶ τὸ οὗ ἕνεκα τῆς ἰατρικῆς. μέρος γὰρ οὖσα τῆς ὅλης ἀρετῆς τῷ ἔχεσθαι ποιεῖ καὶ τῷ ἐνεργεῖν εὐδαίμονα.2 οὕτω ποιεῖ, φησίν, ἡ σοφία τὴν εὐδαιμονίαν ὡς μέρος οὖσα τῆς ὅλης ἀρετῆς. ἡ δὲ ὅλη ἀρετή ἐστιν ἡ συνισταμένη ὡς ὅλον τι ἐκ μερῶν τῶν θεωρητικῶν ἀρετῶν καὶ πρακτικῶν. οὖσα οὖν ἡ σοφία ἐν τῇ ψυχῇ καὶ ἐχομένη ὑπ’ αὐτῆς, ἤτοι ὑφισταμένη ἐν αὐτῇ καὶ ἐνεργοῦσα, ποιεῖ τὸν ἄνθρωπον εὐδαίμονα. οὕτω δὴ καὶ ἡ φρόνησις· μέρος γὰρ καὶ αὐτὴ τῆς ὅλης ἀρετῆς, καὶ συμπληροῖ καὶ αὐτὴ τὴν εὐδαιμονίαν τῷ ἔχεσθαι τῇ ψυχῇ καὶ τῷ ἐνεργεῖν.

“此外,它们虽然产生[幸福],却并非如医术产生健康那样,而是如健康[产生健康]那样,智慧也是如此产生幸福。” 在人类中所见到的善事物有三类:一类是心灵的,一类是身体的,一类是外在的;心灵的善是第一位的、更根本的,自身身体之中的善是第二位的、较不根本的,外在的善则是第三位的。在上述每一个属中所包含的令人愉悦之物,作为补足幸福的部分而属于幸福。理论德性和实践德性作为心灵的善[属于幸福];而身体的健康、敏锐的感觉、健壮和身体的美[作为身体的善属于幸福]——健康对应于正义,因为构成人体的各个相反者都保持着各自固有的尺度;美对应于节制,因为在美之中,各个器官部分相互对称且具有良好的气色;健壮对应于勇敢,因为在健壮之中,身体在劳苦中具有充沛的张力和忍耐力;敏锐的感觉对应于实践智慧,因为它是身体性的认识,与载体不可分离。外在的善则是良好的声誉、财富,以及手头事务的保有和顺利展开。既然在最根本的善事物中包含着灵魂的诸善(这正是诸德性),而智慧也是诸德性之一,是所有德性中第一位的(因为它是对最首要部分即观照理智的修饰者),那么它最应当是幸福的更优越部分。同样,实践智慧也是如此,因为它也是实践理智的完善者。因此,这两者确实产生幸福,但并非像医术产生健康那样,而是作为补足幸福的部分而这样[产生幸福]。因为,如果健康作为身体的善,与其他善一同产生幸福(其自身作为幸福的一部分而补足幸福),那么智慧和实践智慧就更是如此,因为它们是修饰和完善灵魂更优越部分(即观照理智和实践理智)的品质。因为医术作为侍奉自然者达成健康,而健康作为身体诸善中更优越者,作为幸福的一部分充满幸福;医术是为了健康的缘故,而健康则是医术的目的和目的因。“因为作为全体德性的一部分,通过被拥有以及通过现实活动,它使人幸福。”他说,智慧正是作为全体德性的一部分而这样产生幸福的。全体德性是由理论德性与实践德性诸部分结合而成的一个整体。因此,智慧由于存在于灵魂中并被灵魂所拥有——即持存于灵魂中并发生现实活动——使得人幸福。实践智慧也是如此;因为它本身也是全体德性的一部分,并且也通过被灵魂所拥有和现实活动而补足幸福。

语法注2 条
  1. 6.104ἔστι τῆς εὐδαιμονίας ὡς μέρη συμπληροῦντα αὐτὴν τὰ ἐν ἑκάστῳ γένει τῶν εἰρημένων τερπνά

    句子的核心结构以 τὰ ... τερπνά(“令人愉悦之物”)为主语,动词 ἔστι 搭配属格 τῆς εὐδαιμονίας,表示领有或构成(“属于幸福/构成幸福”)。短语 ὡς μέρη συμπληροῦντα αὐτήν 作主语的同位语式分词短语(“作为补足它的部分”)。

  2. 6.104τῷ ἔχεσθαι ποιεῖ καὶ τῷ ἐνεργεῖν εὐδαίμονα

    引用自亚里士多德的原文(1144a5)。表示手段或原因的与格不定词 τῷ ἔχεσθαι 和 τῷ ἐνεργεῖν 依附于主动词 ποιεῖ。欧斯特拉提乌斯紧接着将其解释为“存在于灵魂中并被灵魂所拥有(ἐχομένη ὑπ’ αὐτῆς),即持存于灵魂中并发生现实活动”,把中被动态不定词 ἔχεσθαι 明确解作被动态(被灵魂所拥有)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:388.1-389.2