← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§386.29-387.35

智慧与实践智慧自身固有的内在价值

亚里士多德从提出疑难转向解决疑难,欧斯特拉提乌斯通过第一格三段论论证了智慧与实践智慧作为灵魂相应部分的德性因自身而值得选择,并阐明了它们独立于外在功用或结果的内在价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.103

" Περὶ δὲ τούτων λεκτέον· νῦν μὲν γὰρ ἠπόρηται περὶ αὐτῶν μόνον." Ταῦτα ἐπαπορήσας καὶ βουλόμενος ἤδη τὰς λύσεις ἐπαγαγεῖν, ὥσπερ ἑαυτὸν προτρεπόμενος ἐπὶ ταύτας, φησίν, ὅτι πρέπον ἂν εἴη περὶ τούτων εἰπεῖν ὥσπερ οὐκ ὄντος εἰπεῖν τοῦ μόνον ἀπορῆσαι,1 εἰ μὴ καὶ αἱ ἀπορίαι προσηκόντως λυθήσονται. διὰ τοῦτο εἴρηται τὸ νῦν γὰρ ἠπόρηται περὶ αὐτῶν μόνον. ἀτελὴς γὰρ ὁ λόγος ὁ δείξας τὰ ἠπορημένα καὶ μὴ τὰς λύσεις ἐπαγαγών, ὡς τῆς ἀπορίας τέλος ἐχούσης καὶ οὗ ἕνεκα τὴν εὐπορίαν τῆς λύσεως, καὶ μάτην σύστασις, εἰ μὴ καὶ ἡ λύσις ἀξίως ἐπενεχθῇ. πρῶτον μὲν οὖν λέγομεν, ὅτι καθ’ αὑτὰς ἀναγκαῖον εἶναι αἱρετὰς αὐτάς. ἀρχόμενος ἐντεῦθεν τῶν λύσεων κοινὴν πρῶτον ποιεῖται ὑπὲρ ἀμφοτέρων ἀπολογίαν τῆς σοφίας καὶ τῆς φρονήσεως, αἱρετὰς εἶναι δεικνύων ἀμφοτέρας, ὑπὲρ τὸ χρήσιμον καθ’ αὑτὰς οὔσας ἀξίας σπουδῆς εἰς κατόρθωσιν, κἂν μὴ πρός τι ἕτερον χρησιμεύωσι. τὸ μὲν γὰρ πρός τι χρήσιμον δι’ ἐκεῖνο αἱρετόν, πρὸς ὃ χρήσιμόν ἐστι, καὶ διὰ τοῦτο οὐκ αὐτοτελὲς ὡς πρὸς τέλος ἕτερον ἀναγόμενον καὶ δι’ ἐκεῖνο ἔχον τὴν ὕπαρξιν. [τὸ δὲ καθ’ αὑτὸ αἱρετὸν δι’ ἑαυτὸ τέλειον καὶ ὥσπερ ἐλεύθερον καὶ οὐχ ἑτέρῳ καθυπουργοῦν, αὐτοδεσπότου τάξιν ἔχον καὶ αὐτὸ ἐν ἑαυτῷ κεκτημένον τὴν κυριότητα.] εἰ δὲ καὶ αὐτό ἐστι τοιοῦτον καὶ ἕτερον ἔχει τὸ δι’ αὐτοῦ κτώμενον, τότε οὐχ ὡς χρήσιμον οὐδ’ ὡς τι ὀργανικὸν αἴτιον ἀλλ’ ὡς γεννητικὸν καὶ πρακτικὸν καὶ ἀγαθοδότως ἔχον ἄλλο προοδεῦον ἐξ αὐτοῦ καὶ ἀποτικτόμενον,2 τοιαύτας δείκνυσιν οὔσας τὴν σοφίαν καὶ τὴν φρόνησιν, οὑτωσὶ χρώμενος τῷ λόγῳ. ὅτι γὰρ αἱρεταί εἰσι καὶ ἄμφω, φησὶ δῆλον ἐκ τοῦ ἀρετὰς εἶναι ἀμφοτέρας αὐτὰς ἑκατέρου μορίου τῆς ψυχῆς, τὴν μὲν σοφίαν τοῦ θεωρητικοῦ νοῦ, τὴν δὲ φρόνησιν τοῦ πρακτικοῦ. καὶ συλλογίσαιο ἂν οὕτως· ἡ σοφία καὶ ἡ φρόνησις ἀρεταί, αἱ ἀρεταὶ καθ’ ἑαυτὰς αἱρεταί, ἡ σοφία ἄρα καὶ ἡ φρόνησις αἱρεταί. καὶ ἔστι τὸ σχῆμα πρῶτον. καὶ ὅτι μὲν ἀρεταὶ καὶ ἀμφότεραι ἑκατέρου μορίου τῆς ψυχῆς, δῆλον ἐντεῦθεν· κοσμητικὴ γὰρ καὶ τελειωτική ἐστιν ἕξις ἑκατέρα, ἡ μὲν τοῦ θεωρητικοῦ νοῦ, ἡ δὲ τοῦ πρακτικοῦ. ἀτελὴς γὰρ ὁ νοῦς ὁ θεωρητικὸς τῆς σοφίας χωρίς, ὥσπερ τέλειος σοφίαν ἔχων ἐν ἑαυτῷ, ἣ ἡ τῶν ὄντων γνῶσίς ἐστιν. ὁ γὰρ θεωρητικὸς νοῦς τῆς τῶν ὄντων ἐστερημένος γνώσεως οὐδ’ ἂν νοῦς ῥηθείη, εἰ μὴ δυνάμει. 〈τὸ δὲ δυνάμει ἀτελὲς καὶ ὕλης λόγον ἔχον πρὸς τὴν ἕξιν καὶ τὴν ἐνέργειαν. ὡσαύτως καὶ ἡ φρόνησις τελειωτικὴ τοῦ πρακτικοῦ νοῦ καὶ οὐδὲ νοῦς ἂν ῥηθείη πρακτικὸς ὁ μὴ ἔχων αὐτήν, εἰ μὴ δυνάμει〉 καὶ ὡς ὕλη, καὶ ἀπ’ αὐτῆς εἰς εἰδοποίησιν καὶ τελειότητα προαγόμενος. ὥστ’ εἴη ἂν ἀριδηλότατον, ὡς ἑκατέρα τούτων ἑκατέρου μορίου τῆς ψυχῆς ἀρετὴ καὶ διὰ τοῦτο αἱρετὴ καθ’ αὑτήν. τὸ δὲ καὶ εἰ μὴ ποιοῦσι μηθὲν μηδετέρα αὐτῶν εἴρηκεν,3 οὐχ ὡς μηδενὸς ἐξ αὐτῶν γινομένου ἀγαθοῦ, ἀλλὰ καθ’ ὑπόθεσιν τοῦτο ἔφη, τοιαύτην τοῦ λόγου ἔννοιαν ἔχοντος, ὡς κἂν μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι συνέβαινεν ἕτερον, ὅμως ἐπεὶ ἀρεταί εἰσι τῶν κρειττόνων μορίων τῆς ψυχῆς, εἰσὶν ἐξ ἀνάγκης αἱρεταὶ καὶ καθ’ ἑαυτάς. εἶτα ἐκ περιουσίας ἐπάγει, ὅτι καὶ ποιητικαὶ τῆς εὐδαιμονίας εἰσί, καὶ τοῦτο παρίστησι λέγων

“然而必须谈论这些事情;因为目前仅仅对它们提出了疑难。” 在提出了这些疑难并希望立刻导入解决办法时,他仿佛在促使自己走向这些解决办法,说道:谈论这些事情是恰当的,仿佛如果这些疑难不能得到妥善解决,仅仅提出疑难并不算是谈论。正因如此才说:“因为目前仅仅对它们提出了疑难。”因为指明了疑难所在而没有导入解决办法的论证是不完全的,因为疑难将解决之畅通作为目的和目的因,若不能妥当地导入解决办法,则建构乃是徒劳的。“首先,我们说,它们自身必然因自身而是值得选择的。”从这里开始解决疑难时,他首先为智慧和实践智慧两者作出了共同的辩护,指出两者都是值得选择的,即便它们不对任何其他事物有用,它们在功用之外因其自身也是值得致力于去成就的。因为对某事物有用的东西,乃是因其对之有用的那个事物而是值得选择的,正因如此它不是自足完全的,而是被归结于另一个目的,并因那另一个目的而拥有其存在。[而因其自身而值得选择的事物,由于自身而是完全的,如同自由且不服务于他者,具有自作主宰者的品阶,并且在其自身之中拥有支配权。]如果某事物自身既是如此,又拥有通过它而获得的另一事物,那么它此时既非作为有用之物,也非作为某种工具性的原因,而是作为创生性的、实践性的、以施善的方式使另一事物从自身出发前行并被孕育出来的原因〔而拥有它〕。他指明智慧与实践智慧正是具有如此性质的,并这样运用论证:因为他说,两者都是值得选择的,这从两者分别是灵魂两个部分的德性显明可见——智慧是观照理智的德性,实践智慧是实践理智的德性。人们可以这样进行推论:智慧和实践智慧是德性;诸德性因其自身是值得选择的;所以智慧和实践智慧是值得选择的。并且式是第一格。而两者确实是灵魂两个部分的德性,从这一点来看是显明的:因为每一种都是修饰性和完善性的品质,前者属于观照理智,后者属于实践理智。因为观照理智在缺少智慧时是不完全的,正如在自身中拥有智慧(即对存在者的认识)时是完全的一样。因为被剥夺了对存在者的认识的观照理智,甚至不能被称为理智,除非是潜能上的。〈而潜能上的事物是不完全的,相对于品质和现实活动而言具有质料的意义。同样,实践智慧也是实践理智的完善者,不拥有实践智慧的理智甚至不能被称为实践理智,除非是潜能上的〉并作为质料,由实践智慧被引领向形式化和完全性。因此,这两者各自是灵魂两个部分的德性,并因此因其自身是值得选择的,这当是最为明白不过的。至于他说“即使它们两者中没有一个产生任何东西”,并非指没有任何善从它们产生,而是作为假定这样说的;这番话的意思是:即使碰巧没有从它们产生出任何其他结果,然而既然它们是灵魂较优越部分的德性,它们也必然因自身而是值得选择的。接着,他又锦上添花地引入了它们也是幸福的产出者这一论点,并通过说以下的话表明了这一点:

语法注3 条
  1. 6.103ὥσπερ οὐκ ὄντος εἰπεῖν τοῦ μόνον ἀπορῆσαι

    在这一属格独立结构中,不定式 εἰπεῖν 作表语使用(意为“算作谈论”或“称得上谈论”),带冠词的不定式 τοῦ μόνον ἀπορῆσαι 作其主语。整句表示比较性的理由:“仿佛仅仅提出疑难并不能算作谈论一样”。

  2. 6.103ἀγαθοδότως ἔχον ἄλλο προοδεῦον ἐξ αὐτοῦ καὶ ἀποτικτόμενον

    分词 ἔχον 与前文的 οὐχ ὡς χρήσιμον οὐδ’ ὡς τι ὀργανικὸν αἴτιον ἀλλ’ ὡς γεννητικὸν καὶ πρακτικὸν 并列,作主语的述语性修饰。副词 ἀγαθοδότως(“施善地”)与 ἔχω 构成短语,其宾语为 ἄλλο προοδεῦον...(“从自身产生并被孕育出来的另一事物”)。

  3. 6.103τὸ δὲ καὶ εἰ μὴ ποιοῦσι μηθὲν μηδετέρα αὐτῶν εἴρηκεν

    中性冠词 τὸ 将引自亚里士多德原文(1144a3)的整句 καὶ εἰ μὴ ποιοῦσι μηθὲν μηδετέρα αὐτῶν 名词化,作为主要动词 εἴρηκεν 的宾语(即“至于他所说的‘……’这一文句”)。随后的 οὐχ ὡς... ἀλλὰ... 解释了这一说法的真实意图和假设性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:386.29-387.35