- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:385.17-386.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注疏了亚里士多德《尼各马可伦理学》第六卷第十二章的疑难,通过区分出自品质的健康现实活动与产生健康的医学手段,详细阐发了针对实践智慧有用性的质疑,继而分析了关于德性获得及实践智慧与观照性智慧之间优劣秩序的疑难。
πολλαχῶς γὰρ τὰ ὑγιεινὰ καὶ τὰ εὐεκτικὰ λέγονται· ἢ γὰρ ὡς ποιητικὰ ὑγείας ἢ εὐεξίας μὴ οὐσῶν ἐν τῷ σώματι, ἢ ὡς φυλακτικὰ καὶ συντηρητικὰ παρουσῶν, ἢ ὡς ἐξ αὐτῶν παρουσῶν προβαίνοντα. ἐκεῖνα μὲν οὖν φάρμακά τε καὶ διαιτήματα, ταῦτα δὲ ἐνεργήματα, ὡς ἀπὸ ἕξεων προϊόντα ἐνουσῶν τοῖς σώμασιν, οἷον βάδισις κατὰ φύσιν, δρόμος εἰ δεήσει, ὄρεξις τροφῆς καὶ πόσεως, πέψεις ἐκκρίσεις αἰσθήσεων ἐνέργειαι. ὅσα τοιαῦτα ἐκ φύσεως ἐνεργεῖν κατὰ φύσιν ἄνθρωπος πέφυκε, τὰ τοιαῦτα ὠνόμασεν ἐνταῦθα ὑγιεινὰ καὶ εὐεκτικά. καὶ ἔστιν ὁ σκοπὸς τοῦ λόγου τοιοῦτος, ὅτι ὡς ὁ ὑγιαίνων ἢ εὐεκτῶν οὐκ ἂν δεηθῇ εἰδέναι ἰατρικὴν πρὸς τὸ ἐνεργῆσαι ὑγιεινῶς ἢ εὐεκτικῶς, οὕτως οὐδ’ ὁ ἐν ἕξει γεγονὼς τῶν πρακτικῶν ἀρετῶν, ὥστε ἐνεργεῖν ἐξ αὐτῶν, ὅτε βούλοιτο τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ, τῷ ἔχειν τὴν φρόνησιν διατάττουσαν αὐτῷ πῶς ἂν ἐνεργῶν ὀρθῶς ἐνεργήσειεν, οὐδὲ πρακτικώτερος ἔσται ἐκ τοῦ εἰδέναι αὐτά,1 ἀλλ’ ἐν ἕξει γεγονὼς ἐκ τοῦ χρονίου ἐθισμοῦ τοῦ μὴ ἐνεργεῖν ἕτερα ἀλλ’ ἢ μόνα τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ τοῖς ἀνθρώποις πράξει τοιαῦτα ἀεί, ὥσπερ φύσεως ἐν αὐτῷ τῆς συνηθείας γεγονυίας· τὸ δὲ ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται· οὐθὲν γὰρ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν ἢ τὴν γυμναστικήν ἐσμεν διὰ τοῦτο προσέθηκε, διότι πολλαχῶς τὰ ὑγιεινὰ καὶ τὰ εὐεκτικά, ὡς εἰρήκαμεν, λέγεται. ἐπὶ γὰρ τῶν ποιούντων ὑγείαν ἢ εὐεξίαν εὐεκτικῶν καὶ ὑγιεινῶν, ἅ εἰσι φάρμακά τε καὶ διαιτήματα, δεόμεθα τὴν ἰατρικὴν εἰδέναι, ἃ οἰκείως ἐκείνοις χρησάμενοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἀνακαλοῦμεν τὰ σώματα.2 εἰ δὲ ὑγιαίνοντες ἢ εὐεκτοῦντες πράττειν ἐθέλομεν ὑγιεινῶς καὶ εὐεκτικῶς, κατ’ οὐδὲν ἂν ἐσόμεθα πρακτικώτεροι ἐκ τοῦ ἔχειν ἐν ἑαυτοῖς τὴν πρακτικὴν ἢ τὴν γυμναστικήν. εἶπε δὲ τὰς δύο ταύτας ὡς συντελούσας ἀμφοτέρας πρὸς ὑγίειαν καὶ εὐεξίαν τοῖς σώμασι, τῆς μὲν ἰατρικῆς μᾶλλον ἀνακαλουμένης ἀπογινομένας αὐτάς, τῆς δὲ γυμναστικῆς παρούσας μᾶλλον συντηρούσης. εἶτα ἀντιτίθησι πρὸς τοῦτον τὸν λόγον φάσκων· εἰ δέ τίς φησιν οὐχ ἵνα οἱ ὄντες σπουδαῖοι τὰ δίκαια καὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ πράττωσι, δεῖ τῆς φρονήσεως, ἀλλ’ ἵνα γένωνται σπουδαῖοι οἱ μὴ τοιοῦτοι ὄντες, ἐκ τῆς φρονήσεως πρὸς αὐτὰ ὁδηγούμενοι καὶ πράττοντες ταῦτα, λέγομεν, ὅτι τοῖς σπουδαίοις οὐδὲν ἂν εἴη χρήσιμος ἡ φρόνησις, ἀρκουσῶν τῶν ἐν αὐτοῖς ἀγαθῶν ἕξεων πράττειν ταῦτα ἀφ’ ἑαυτῶν χωρὶς τῆς φρονήσεως. ἔτι δέ, φησίν, οὐδὲ τοῖς μὴ ἔχουσιν ἀρετὴν ἀναγκαία ἡ φρόνησις, ὅτι μηδὲν διαφέρει πρὸς τὸ πράττειν τὰ δίκαια καὶ τὰ καλὰ καὶ τὰ ἀγαθὰ τὸ ἔχειν αὐτοὺς ἀρετὴν ἢ ἄλλοις ἔχουσι πείθεσθαι. πειθηνίους γὰρ αὐτοὺς ποιοῦντες τοῖς ἔχουσιν ἀρετὴν κἀκείνοις ἑπόμενοι ἐν ταῖς πράξεσιν ἔσονται καὶ αὐτοὶ σπουδαῖοι κατ’ ἐκείνους, καὶ φέρει παράδειγμα πρὸς τοῦτο πάλιν τὴν ὑγίειαν. ὡς γὰρ βουλόμενοι ὑγιαίνειν οὐ μανθάνομεν διὰ τοῦτο ἰατρικὴν ἀλλ’ ἱκανὸν ἡμῖν πρὸς ὑγίειαν τὸ ἰατροῖς πείθεσθαι οὕτως ἱκανῶς ἂν ἔχοιμεν πρὸς ἀρετῆς κτῆσιν τοῖς σπουδαίοις πειθόμενοι. ταῦτ’ εἰπὼν ἀπορεῖ ἐφεξῆς καὶ περὶ τῆς πρὸς ἀλλήλας σχέσεως, σοφίας τε καὶ φρονήσεως κατὰ τὸ κρεῖττον καὶ χεῖρον. δοκεῖ γὰρ ἄτοπον εἶναι, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται· ὡς ἄτοπον ἐπιφέρων τὸ κρείττω εἶναι σοφίαν φρονήσεως, καθὸ κοινῶς ἡ δόξα κρατεῖ.3 ἀρχόμενος γὰρ ταύτης τῆς ἠθικῆς πραγματείας, ἐδίδαξεν ἡμᾶς τὰς ποιούσας ἕξεις εἶναι ἐπιτακτικὰς καὶ ἀρχικάς. ἐπεὶ οὖν ἡ φρόνησις πράττει καὶ ἐνεργεῖ, ἡ δὲ σοφία μόνον θεωρεῖ, πῶς οὐκ ἔστιν ἡ φρόνησις κρείττων σοφίας; ἀλλ’ ἡ σοφία φρονήσεως.
因为有益健康的事物和增强体质的事物是在多种意义上被言及的:它们或者被说成是在健康或良好体质尚未存在于身体中时产生它们的事物,或者是在它们存在时保护并维持它们的事物,或者是出自现存于身体中的它们自身而产生的事物。前者固然是药物和养生法,而后者则是出自内在身体中的品质而产生的现实活动,例如合乎本性的行走、必要时的奔跑、对饮食的欲求、消化、排泄以及感觉的活动。凡是人天生就会从本性出发合乎本性地进行活动的这类事物,他在此处都称之为有益健康的和增强体质的。这番议论的目的在于:正如健康者或体质良好者无须通晓医术即可健康地或体质良好地进行现实活动,同样,处于实践德性品质之中、从而无论何时只要他愿意就能出自这些品质践行对人而言正义、高尚和善的事物的人,也并不因拥有向他吩咐应当如何活动方能正确活动的实践智慧[而需要什么],也不会因认识这些事物而变得更有践行能力;相反,由于长期的习惯熏陶而从不践行其他、唯独践行对人而言正义、高尚和善的事物,从而进入这种品质之中,他便会始终践行此类事情,习惯在他身上仿佛成了某种本性。而他补充说“只要这些事物不是通过产生某种结果,而是通过出自某种品质而被说及的;因为我们并不会因为掌握了医术或体育而变得更有践行能力”,是因为正如我们所说,有益健康的事物和增强体质的事物是在多种意义上被言及的。因为在产生健康或良好体质的增强体质与有益健康的事物(即药物和养生法)上,我们需要通晓医术,以便适当地使用它们,将身体从反乎本性的状态召唤回顺乎本性的状态。但如果我们处于健康或体质良好之中,想要健康地和体质良好地行事,我们绝不会因自身拥有实践技艺或体育而变得更有践行能力。而他提及这两种技艺,是因为它们两者都对身体的健康和体质有助益:医术在它们消退时更多地将它们召唤回来,而体育则在它们存在时更多地加以维持。接着,他针对这一论证提出了反驳,说道:如果有人说,需要实践智慧并非为了让已经是好人的人践行正义、高尚和善的事物,而是为了让不是好人的人通过实践智慧的引导去面对并践行这些事物而成为好人,那么我们说,实践智慧对于好人毫无用处,因为他们内在的优良品质本身就足以使他们在没有实践智慧的情况下自行践行这些事物。他说,此外对于不具备德性的人来说,实践智慧也并非必需,因为对于践行正义、高尚和善的事物而言,究竟是他们自己具备德性,还是顺从于具备德性的其他人,毫无区别。因为通过使自己顺从于具备德性的人并在行为中跟随他们,他们自己也将依照那些人的样子成为好人;并且针对这一点,他再次举健康为例。因为正如我们渴望健康却并不因此去学习医术,反而对健康而言顺从医生便已足够,同样,我们通过顺从好人对于获得德性而言也足够了。说完这些之后,他紧接着就智慧与实践智慧彼此之间依据优劣的关系提出疑难。因为如果实践智慧劣于智慧却要对其拥有支配权,这似乎是荒谬的;他根据普遍盛行的流行意见,在假定智慧优于实践智慧的前提下,把[实践智慧居于支配地位]作为荒谬之处提出。因为在这一伦理学探讨的开端,他曾教导我们:具有产出能力的品质是吩咐性的和居于统领地位的。因此,既然实践智慧进行践行和现实活动,而智慧仅仅进行观照,实践智慧又怎能不优于智慧呢?然而智慧却被认为优于实践智慧。
- 6.102οὕτως οὐδ’ ὁ ἐν ἕξει γεγονὼς τῶν πρακτικῶν ἀρετῶν, ὥστε ἐνεργεῖν ἐξ αὐτῶν, ὅτε βούλοιτο τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ, τῷ ἔχειν τὴν φρόνησιν διατάττουσαν αὐτῷ πῶς ἂν ἐνεργῶν ὀρθῶς ἐνεργήσειεν, οὐδὲ πρακτικώτερος ἔσται ἐκ τοῦ εἰδέναι αὐτά
这是一个破格句(anacoluthon):主句的主格分词主语 ὁ ἐν ἕξει γεγονώς 后面插入了结果状语从句(ὥστε...)和器物与格动名词短语(τῷ ἔχειν...),随后才接续主要谓语 οὐδὲ πρακτικώτερος ἔσται。全句骨架与前文的 ὡς... 照应,表达“正如健康者无需通晓医术即可健康地行动,同样已具备德性品质者既不因拥有实践智慧[而需要什么],也不会因认识这些事物而变得更有践行能力”。
- 6.102ἃ οἰκείως ἐκείνοις χρησάμενοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν ἀνακαλοῦμεν τὰ σώματα
关系代词 ἅ 的语法关系值得注意:其先行词为前面的 φάρμακά τε καὶ διαιτήματα,而在分词短语内出现复指代词 ἐκείνοις 作为 χρησάμενοι 的直接与格补足语;在此 ἅ 可视作副词性/方式性关系词(“依此/借此”)或存在重叠复指结构。
- 6.102ὡς ἄτοπον ἐπιφέρων τὸ κρείττω εἶναι σοφίαν φρονήσεως, καθὸ κοινῶς ἡ δόξα κρατεῖ
关于 ὡς ἄτοπον 的句法构造,此处紧接亚里士多德的原话,指其预先假定“智慧优于实践智慧”(τὸ κρείττω εἶναι σοφίαν φρονήσεως)这一盛行的通念,并在此背景下将[处于劣势的实践智慧反过来支配智慧]作为荒谬后果提出。不定式短语并非指荒谬之事本身,而是作为衬托荒谬性的通念前提。
