- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:384.1-385.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德就实践智慧与智慧的有用性及其相对优越性所提出的疑难(1143b18),注释者依次解释了关于智慧与实践幸福的关系以及实践智慧与德性品质的关系等论证结构。
" Διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν τί χρήσιμοί εἰσιν. ἡ μὲν γὰρ σοφία οὐδὲν θεωρεῖ ἐξ ὧν ἔσται εὐδαίμων ἄνθρωπος (οὐδεμιᾶς γάρ ἐστι γενέσεως), ἡ δὲ φρόνησις τοῦτο μὲν ἔχει, ἀλλὰ τίνος ἕνεκα δεῖ αὐτῆς, εἴπερ ἡ μὲν φρόνησις ἡ περὶ τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ. ταῦτα δ’ ἔστιν ἃ τοῦ ἀγαθοῦ ἐστιν ἀνδρὸς πράττειν, οὐθὲν δὲ πρακτικώτεροι τῷ εἰδέναι αὐτά ἐσμεν, εἴπερ ἕξεις αἱ ἀρεταί, ὡς οὐδὲ τὰ ὑγιεινὰ οὐδὲ τὰ εὐεκτικά, ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται·1 οὐθὲν δὲ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν ἢ γυμναστικήν ἐσμεν. εἰ δὲ μὴ τούτων χάριν φρόνιμον θετέον ἀλλὰ τοῦ γενέσθαι, τοῖς οὖσι σπουδαίοις οὐθὲν ἂν εἴη χρήσιμος, ἔτι δὲ οὐδὲ τοῖς μὴ ἔχουσιν· οὐθὲν γὰρ διοίσει αὐτοὺς ἔχειν ἢ ἄλλοις ἔχουσι πείθεσθαι, ἱκανῶς τ’ ἔχοι ἂν ἡμῖν ὡς καὶ περὶ τὴν ὑγίειαν· βουλόμενοι γὰρ ὑγιαίνειν ὅμως οὐ μανθάνομεν ἰατρικήν. πρὸς δὲ τούτοις ἄτοπον ἂν εἶναι δόξειεν, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται· ἡ γὰρ ποιοῦσα ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον." Διδάξας Ἀριστοτέλης περὶ φρονήσεως καὶ σοφίας, τί ἑκατέρα ἐστὶν αὐτῶν καὶ περὶ τίνα καταγίνεται καὶ τί κατορθοῦσιν ἐν αὐτοῖς, ἐπειδὴ ἑώρα τινὰς ἐναντίως ἔχοντας περὶ τὴν κτῆσιν αὐτῶν ἢ ὑπὸ ἀφυΐας τῆς πρὸς αὐτὰς ἢ ὀκνηρίας ἀποτρεπομένους αὐτὰς καὶ διασύροντας, ἀπελέγξαι τούτους ὡς μοχθηροὺς καὶ τῶν καλῶν ἀνεράστους καὶ ἀβελτέρους βουλόμενος, αὐτὸς ὑποδύεται τὴν κατὰ τῶν δύο τούτων ἕξεων ζήτησιν ἰσχυροποιῶν, ὡς ἔνι μάλιστα, τὴν κατ’ αὐτῶν διαβολήν, καὶ τοσοῦτον ὅσον ἐκεῖνοι συστῆσαι ταύτην οὐκ ἂν ἠδυνήθησαν. εἶτα ἀπολογούμενος πρὸς τὴν ζήτησιν καὶ καταβάλλων τοὺς κατὰ τῶν καλλίστων ἕξεων τούτων λογισμούς, ἐξελέγχει τὴν τῶν ἀνοήτων ἐκείνων μοχθηρίαν καὶ ἄνοιαν. ἔσχατον δ’ ἐπιφέρει περὶ σοφίας καὶ φρονήσεως, ὁποτέρα τούτων θατέρας ἐστὶν ὑπερέχουσα, πότερον τῆς σοφίας ἡ φρόνησις, ὡς περὶ αὐτῆς ἐπιτάττουσα, ἢ τῆς φρονήσεως ἡ σοφία, ὡς περὶ κρείττω καὶ θειότερα ἔχουσα. ὁ μὲν σκοπὸς οὗτος, ἴδωμεν δὲ καὶ κατὰ μέρος τί φησι. ζητεῖ τοίνυν περὶ τοῦ χρησίμου αὐτῶν καὶ κατασκευάζει πιθανῶς περιττὴν οὖσαν τὴν κτῆσιν τούτων τῶν ἕξεων, καὶ πρῶτον περὶ τῆς σοφίας, ὡς μὴ θεωρούσης περὶ τῶν πρακτικῶν ἀρετῶν, ἐξ ὧν εὐδαίμων ἄνθρωπος γίνεται. βελτιῶν γὰρ τὰ ἑαυτοῦ ἤθη διὰ τῶν ἀγαθῶν πράξεων καὶ ἐν ἕξει τοῦ εὖ πράττειν γινόμενος, εἰς εὐδαιμονίαν καταντᾷ ὡς εἰς τέλος ἀνθρώπινον, ὡς κατὰ λόγον ἐνεργεῖν αὐτοῦ τὴν ψυχὴν διὰ βίου παντός.2 ὅτι δὲ ἡ σοφία εἰς εὐδαιμονίαν οὐ συντελεῖ, δείκνυσι διὰ τοῦ μὴ περὶ τὰ ἐνδεχόμενα αὐτὴν καταγίνεσθαι μηδὲ περὶ τὰ τῆς ὕλης ἐχόμενα, ἃ γένεσιν προσηγόρευσεν, ἐπεὶ καὶ γινόμενα ταῦτα, ὄντως δὲ οὐδέποτε ὄντα, κατὰ τὸν παρὰ Πλάτωνα Τιμαῖον, καὶ προβαίνει ὁ περὶ τούτων συλλογισμὸς οὑτωσί. ἡ εὐδαιμονία ἐκ τῶν περὶ γένεσιν ἐνεργειῶν γίνεται, ἡ σοφία οὐ καταγίνεται περὶ γένεσιν· ἡ σοφία ἄρα οὐ συντελεῖ πρὸς εὐδαιμονίαν. εἶτα περὶ φρονήσεως· αὐτὴ μὲν γάρ, φησίν, ἔχει τοῦτο, ἤγουν τὸ καταγίνεσθαι περὶ γένεσιν, ὅ ἐστι περὶ τὰ ἐνδεχόμενα καὶ ἔνυλα, ἀλλ’ οὐδὲ αὐτῆς δεῖ πρὸς εὐδαιμονίαν· περὶ ἃ γάρ, φησί, καταγίνεται ἡ φρόνησις, τὰ δίκαιά ἐστι καὶ τὰ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ. ἐπεὶ δ’ ἕξεις αἱ ἀρεταί, πράττομεν ταῦτα ἀπὸ τῶν ἕξεων, ὥσπερ τινὸς φύσεως τῆς συνηθείας ἡμῖν γεγονυίας, καὶ οὐδὲν διαφέρει πρὸς τὸ πράττειν αὐτὰ εἴτ’ εἰδῶμεν αὐτὰ εἴτε μή, καὶ παράδειγμα φέρει τὰ ὑγιεινὰ καὶ εὐεκτικά· ταῦτα δ’ εἰσὶ τὰ ἐκ τῆς ὑγείας καὶ τῆς εὐεξίας, παρουσῶν ἀμφοῖν ἐν τοῖς σώμασιν, ἐνεργούμενα καὶ πραττόμενα.
“人们可能会就它们产生疑难:它们究竟有何用处。因为智慧并不观照任何能使人幸福的事物(因为它不关涉任何生成),而实践智慧虽然具有这一点,但需要它又是为了什么呢?即便实践智慧是关涉对人而言正义、高尚和善的事物。但这些是善人所当践行之事,如果诸德性确实是品质,那么我们并不会因为认识它们而更有践行能力,正如关于有益健康的事物和增强体质的事物也是如此,只要这些事物不是通过产生某种结果,而是通过出自某种品质而被说及的;因为我们并不会因为掌握了医术或体育而变得更有践行能力。但如果设定一个有实践智慧的人并非为了这些,而是为了[成为善人],那么对于已经是好人的人来说,它就毫无用处;而且对于尚未拥有它的人来说也同样没有用处;因为究竟是他们自己拥有它,还是顺从于拥有它的其他人,并没有任何区别,这对于我们来说已经足够了,就像关于健康一样;因为我们虽渴望健康,却并不去学习医术。除此以外,如果实践智慧劣于智慧却要对智慧拥有支配权,这似乎会是荒谬的;因为进行产出的能力在各个方面都居于主导并施加吩咐。” 亚里士多德在阐明了关于实践智慧与智慧各自是什么、各自关涉何种对象以及在其中达成何种成效之后,由于他看到有些人对于获得它们持反对态度,或者由于对它们缺乏资质,或者由于怠惰而回避并诋毁它们,为了驳斥这些人乃是恶劣、不爱美德且愚钝之辈,他亲自承担起针对这两种品质的探究,尽可能强化针对它们的指控,其程度甚至达到了那些人本无法构建出的地步。接着,他回应这一探究,瓦解针对这些至美品质的论据,以此驳斥那些无知之人的恶劣与愚妄。最后,关于智慧与实践智慧,他提出了两者中究竟哪一方凌驾于另一方的问题:究竟是实践智慧高于智慧,如同对智慧施加吩咐那样;还是智慧高于实践智慧,如同关涉更卓越、更神圣的事物那样。这就是其目的,但让我们也分项看看他具体说了什么。于是,他探究它们的有用性,并颇有说服力地论证拥有这两种品质是多余的;首先关于智慧,理由是它并不观照实践德性,而人正是由此而变得幸福的。因为一个人通过善行改善自己的品格并处于行善的品质之中,便会达于作为属人目的的幸福,从而使他的灵魂在整个一生中都依照理性现实地活动。至于智慧对幸福毫无助益,他通过智慧并不关涉偶然的事物,也不关涉附属于质料的事物(他将之称为生成)来表明这一点;因为正如柏拉图的《蒂迈欧篇》所言,这些事物处于生成之中,却从未真正存在。关于这些的推论是这样进行的:幸福产生于关涉生成的现实活动,智慧不关涉生成;因此智慧对幸福毫无助益。随后谈到实践智慧:因为他说,实践智慧固然具有这一点,即关涉生成,也就是关涉偶然与质料性的事物,但为了幸福也同样不需要它;因为他说,实践智慧所关涉的,是对人而言正义、高尚和善的事物。然而既然诸德性是品质,我们便是出自品质而践行这些事情,习惯对于我们而言仿佛成了某种本性,而无论我们是否认识它们,对于践行它们而言都毫无区别;并且他举出有益健康的事物和增强体质的事物作为例子;这些事物正是当健康与良好体质两者同时存在于身体之中时,出自健康与良好体质而得以现实活动并被践行的事情。
- 6.102ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται
关系代词 ὅσα 引导定语从句,限定前文的 τὰ ὑγιεινὰ οὐδὲ τὰ εὐεκτικά。τῷ ποιεῖν(“通过产出”)与 τῷ ἀπὸ τῆς ἕξεως εἶναι(“通过出自某种品质”)均为表示方式或原因的定冠词与格动名词;前者指通过外在作用(如医术或药物)产生健康,后者指直接源于健康品质自身所产生的活动。
- 6.102ὡς κατὰ λόγον ἐνεργεῖν αὐτοῦ τὴν ψυχὴν διὰ βίου παντός
连词 ὡς 与不定式 ἐνεργεῖν 构成搭配,对前文的 εἰς εὐδαιμονίαν καταντᾷ(“达于幸福”)进行结果性或阐释性的补充说明。宾格 αὐτοῦ τὴν ψυχὴν(“其灵魂”)充当该不定式的逻辑主语。
