- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:382.28-383.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德总结实践智慧与智慧的定义并指出它们属于灵魂不同小部分之处(1143b14),欧斯特拉提乌斯探讨了理论智性与实践智性在本质上同一却又分属不同部分的难题,并提出了两种解决方案:一是将其视为灵魂理性部分的“小部分”(部分之部分),二是通过《导论》中属与种的逻辑关系来加以解释。
" Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἑκατέρα τυγχάνει οὖσα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἑκατέρα εἴρηται." Συμπεραίνει τὰ εἰρημένα περὶ φρονήσεως καὶ σοφίας καὶ ἀποκαθίστησι τὸν λόγον κατὰ τὸ εἰθισμένον αὐτῷ ἑτέροις, βουλόμενος προσβαλεῖν θεωρήμασι τὴν οἰκείαν διάνοιαν. εἴρηκε μὲν οὖν τί ἐστιν ἑκάτερον σοφία καὶ φρόνησις καὶ περὶ τίνα ἑκατέρα, ὅτι ἡ μὲν 〈περὶ〉 τὰ πρακτὰ καὶ καθ’ ἕκαστα, ἡ φρόνησις, ἃ καὶ αἰσθητά εἰσι καὶ ἔνυλα καὶ ἐνδεχόμενα καὶ τοῦ μέλλοντος χρόνου ἐχόμενα, ἡ δὲ περὶ τὰ καθόλου καὶ νοητά, ἃ καὶ ἀναγκαῖά εἰσι καὶ χρόνου ἐπέκεινα, καὶ ὅτι ἡ μὲν σοφία τοῦ κρείττονος μορίου τῆς ψυχῆς ἐστι, θεωρητικὸς ὑπάρχει νοῦς, ἡ δὲ τοῦ ἐσχάτου ἐν λογικοῖς ὡς ὁ συλλογισμός ἐστι καὶ ὁ πρακτικὸς νοῦς. καὶ μὴν αὐτὸς Ἀριστοτέλης φησὶ μὴ διαφέρειν τῇ οὐσίᾳ ἀλλήλων τὸν θεωρητικὸν νοῦν καὶ πρακτικόν, ἀλλὰ τὸν αὐτὸν ὄντα † κατ’ αὐτὴν κατὰ μόνην φέρειν τὸ διάφορον τὴν ἐνέργειαν. πῶς οὖν ἐνταῦθα ἑτέρου μορίου τῆς ψυχῆς τὴν σοφίαν εἶναι λέγει, ἣ τοῦ θεωρητικοῦ νοῦ ἕξις ἐστίν, ἑτέρου δὲ τὴν φρόνησιν, ἥ ἐστι τοῦ πρακτικοῦ; δοκεῖ γὰρ ταῦτα αὐτὸν πρὸς ἑαυτὸν τὸν Ἀριστοτέλην εἰσάγειν ἐναντιούμενον. εἰ γὰρ ἕτερον καὶ ἕτερον μόριον ὁ θεωρητικὸς καὶ ὁ πρακτικὸς νοῦς, πῶς ἔσται τῇ οὐσίᾳ ἓν καὶ τὸ αὐτό; εἰ γὰρ καὶ ὡς μόρια ἕτερα καὶ ὡς ἐνεργείας ἑτέρας προβαλλόμενα καὶ ὡς περὶ ἕτερα ὑποκείμενα τὴν ἐνέργειαν ἑκάτερα ἐνδεικνύμενα,1 πῶς οὐχ ἕξει κατὰ πάντα τὸ ἕτερον; ἢ τῇ μὲν οὐσίᾳ ἓν εἶναι λέγεται ἄμφω, ὁ θεωρητικὸς νοῦς καὶ ὁ πρακτικός, ὅτι τοῦ λόγον ἔχοντος καὶ χρωμένου ἀμφότερα, δέχονται δὲ τὸν μερισμὸν διὰ τὸ περὶ ἕτερα καὶ ἕτερα ὑποκείμενα ἑκάτερα καταγίνεσθαι καὶ ἑτέρως τὰς ἐνεργείας ἐνδείκνυσθαι, ὅτι ὁ μὲν ἐκ τῶν ἀρχῶν πρόεισι τῶν πρώτων τὰς μείζους τῶν προτάσεων προτιθέμενος καὶ εἰς τὰς ἐλάττονας προερχόμενος καὶ οὕτως ἐπάγων τὰ συμπεράσματα, ὁ δὲ ἐκ τῶν καθ’ ἕκαστα τὸν λόγον ἀναφέρων εἰς τὸ κοινότερόν τε καὶ περιεκτικώτερον οὕτω συνίστησι τὰ παρ’ αὐτοῦ προβαλλόμενα, καθὼς ἤδη εἰρήκαμεν. διὰ τοῦτο καὶ οὐδὲ μέρους τῆς ψυχῆς ἑτέρου καὶ ἑτέρου ἀλλὰ μορίου ἑκατέρων τῶν ἕξεων,2 ὡς μεριζομένου τοῦ λόγον ἔχοντος μέρους τῆς ψυχῆς ὡς εἰς μόριά τινα τὸ θεωρητικὸν καὶ πρακτικόν. μόριον γὰρ κυρίως τὸ τοῦ μέρους μέρος εἴωθε λέγεσθαι. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν. ἐπὶ γὰρ τῶν ὅρων τὸ τί καὶ ἡ οὐσία τὸ γένος ἐστί, διὸ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται, τῶν εἰδῶν δὲ αἱ διαφοραὶ ἐν τῷ ὁποῖον τί ἐστιν ἀποδίδονται, καὶ ποιότητες μέν εἰσι, πλὴν οὐσιώδεις, καὶ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσαι. εἰ οὖν καὶ τῷ γένει ὄντες τὸ αὐτὸ οἱ νόες ἀμφότεροι ἓν καὶ ταὐτὸν τῇ οὐσίᾳ λέγονται, καλῶς καὶ κατ’ ἐπιστήμην λέγονται, καὶ μόρια ὡς μέρους μέρη ἁρμοδίως καλοῦνται, ἐπεὶ καὶ ὅλον τι τὸ γένος, τὸ δὲ εἶδος καὶ ὅλον καὶ μέρος, ὡς ἐν Εἰσαγωγαῖς παραδέδοται. ὥστε, εἰ καὶ ὡς εἴδη γένους τοῦ ἁπλῶς νοῦ μόρια ὠνόμασται, ὁ θεωρητικὸς καὶ πρακτικὸς οὐ παρὰ λόγον οὕτως ὠνόμασται.
“因此,实践智慧与智慧是什么,各自涉及什么,以及各自属于灵魂的不同部分,都已被谈及了。” 他总结了关于实践智慧与智慧所谈及的内容,并按照他的惯常做法将论述转向其他论题,意欲将自己的思考投入于[新的]理论问题中。也就是说,智慧和实践智慧各自是什么以及各自涉及什么,已经谈过了:实践智慧关涉可践行且个别的事物,这些事物是可感觉的、质料性的、偶然的并系于未来时间的,而智慧则关涉普遍者与理智对象,这些事物是必然的且超越时间的;并且智慧属于灵魂中更卓越的部分,即作为理论智性存在,而实践智慧则属于理性能力中最后的部分,如同推论与实践智性一样。然而亚里士多德自己却说,理论智性与实践智性在本质上互无差异,它们在本质上是相同的,仅在现实活动上带有差异。那么,他在这里为何又说,作为理论智性品质的智慧属于灵魂的不同部分,而作为实践智性品质的实践智慧属于另一个部分呢?因为这些说法似乎使得亚里士多德陷入了自我矛盾。如果理论智性与实践智性是不同的部分,它们在本质上又如何能是同一个呢?因为如果它们作为部分是不同的,展现出不同的活动,并且各自围绕不同的底层主体表明其活动,它们又怎能在一切方面都不具有差异呢?抑或应当说,理论智性与实践智性两者在本质上被称为一,是因为两者都属于具有且使用理性的部分;而它们之所以接受划分,是因为各自专注于不同的底层主体并以不同的方式展示其活动?这是因为,前者从第一始点出发,提出大前提,推进到小前提,并由此引出结论;而后者则将论述从个别事物引申到更普遍、更具涵盖性的事物上,以此构建出由它所提出的东西,正如我们已经说过的。也正因如此,[他说]两种品质各自并非属于灵魂不同的“部分(meros)”,而是属于“小部分(morion)”,仿佛灵魂中具有理性的部分被划分成了理论与实践等若干小部分。因为严格说来,“小部分”通常是指部分的部分。但也可以换一种方式来说。因为在定义中,什么是与本质就是属,因此在“什么是”之中被述说,而种的种差则在“是何种事物”中被给出,它们虽然是性质,却是本质性的性质,界定了关于本质的性质。因此,如果两类智性由于在属上相同而在本质上被称为同一个,这便是说得当且符合科学的,并且作为部分的部分而被贴切地称为“小部分”,因为属是某种整体,而种既是整体又是部分,正如在《导论》中所传授的那样。因此,即便作为单纯智性这一属的种而被称作小部分,理论与实践[智性]如此被称呼也并非没有道理。
- 6.101εἰ γὰρ καὶ ὡς μόρια ἕτερα καὶ ὡς ἐνεργείας ἑτέρας προβαλλόμενα καὶ ὡς περὶ ἕτερα ὑποκείμενα τὴν ἐνέργειαν ἑκάτερα ἐνδεικνύμενα
在由条件连词 εἰ 引导的从句中,名词短语 ὡς μόρια ἕτερα 与两个现在分词 προβαλλόμενα 和 ἐνδεικνύμενα 并列。主语(理论智性与实践智性)的系动词(εἰσίν)被省略(或分词以省略系词的方式作表语),整体构成一个条件从句,修饰主句的疑问结果句 πῶς οὐχ ἕξει κατὰ πάντα τὸ ἕτερον(“怎能在一切方面都不具有差异呢?”)。
- 6.101οὐδὲ μέρους τῆς ψυχῆς ἑτέρου καὶ ἑτέρου ἀλλὰ μορίου ἑκατέρων τῶν ἕξεων
注疏者承接引文中的 ἄλλου τῆς ψυχῆς μορίου,在此处严格区分了 μέρους(部分)与 μορίου(小部分/部分之部分)。该属格短语根据上下文充当表语性属格(“属于……”),需补出省略的不定词 εἶναι。紧随其后的句子 μόριον γὰρ κυρίως τὸ τοῦ μέρους μέρος εἴωθε λέγεσθαι(“因为严格说来,‘小部分’通常是指部分的部分”)解释了这一区分的依据。
