← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§381.14-382.27

智性为始原与终极及尊崇经验者的主张

埃乌斯特拉提奥斯注解了亚里士多德《尼各马可伦理学》第六卷第十一章的段落(1143b9–11),阐明智性为何在理论认识与实践两方面皆为始点与终点,并解释了为何应当重视经验丰富的年长者未经论证的断言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.99

" Διὸ καὶ ἀρχὴ καὶ τέλος νοῦς. ἐκ τούτων γὰρ αἱ ἀποδείξεις καὶ περὶ τούτων." Διότι, φησί, νοῦ ἡμῖν δεῖ ἑκατέρωθεν καὶ θεωροῦσι καὶ πράττουσι, καὶ θεωροῦσι μὲν τὸ καθόλου νοοῦντος καὶ τῶν πρώτων καὶ ἀμέσων ἀρχῶν ὥσπερ θιγγάνοντος, πράττουσι δὲ τὰ καθ’ ἕκαστα καταλαμβάνοντος1 διὰ τῆς αἰσθήσεως καὶ τῇ νοερᾷ γνώσει ἑαυτοῦ περιγράφοντος, διὰ τοῦτο ἀρχὴ καὶ τέλος νοῦς, ἐκεῖ μὲν θεωρητικός, διότι καὶ τὸ τέλος ἐκεῖ γνῶσις οὐ πρᾶξις, ἐνταῦθα δὲ πρακτικός, ὅτι τὸ τέλος πρᾶξις, ἀρχὴ δ’ ὁ νοῦς, ὡς ποιητικὴ δηλονότι τῶν ἀποδείξεων καὶ ἀποτελεστική· ἐκεῖ μέν, ἵνα μόνον τὸ ἀληθὲς θεωρήσωμεν, ἐνταῦθα δέ, ἵνα καὶ τὸ πρακτέον ἑλώμεθα καὶ ἐνεργήσωμεν κατορθοῦντες ἐν πράξεσιν. ἢ ἀρχὴ καὶ τέλος ὡς πρῶτον καὶ ἔσχατον· ἀρχὴ μὲν ὡς πρῶτος ὁ θεωρητικὸς νοῦς, ὅτι τῶν καθόλου ἐστί, τέλος δὲ ὡς ἔσχατον ὁ πρακτικός, ὅτι τῶν καθ’ ἕκαστα. ἐκ τούτων γὰρ αἱ ἀποδείξεις καὶ περὶ τούτων· ἐκ τούτων μὲν τῆς ἀρχῆς καὶ τοῦ τέλους, ἤτοι τοῦ θεωρητικοῦ νοῦ καὶ πρακτικοῦ. ἐκ γὰρ τοῦ νοῦ· ἐκεῖ μὲν γὰρ ἀρχόμενοι καὶ τοὺς ὅρους καὶ τὰ ἀξιώματα προτιθέντες συνάγομεν τὰ ἐπιφερόμενα. ἐν δὲ ταῖς πράξεσιν οὐ μόνον τὸ ἀληθὲς συμπεραίνομεν ἀπὸ τοῦ πρακτικοῦ ἀρχόμενοι νοῦ ἀλλὰ καὶ τὰς πράξεις ἐπάγομεν. ἐν γὰρ τοῖς ἠθικοῖς καὶ πολιτικοῖς τὸ τέλος οὐ γνῶσις ἀλλὰ πρᾶξις. τὸ δὲ καὶ περὶ τούτων, οὐ περὶ τῶν νοητῶν ἑκάτερος, ἀλλ’ ἐκεῖ μὲν θεωρητῶν μόνον, ἐνταῦθα δὲ πρακτῶν.

“因此智性既是始点又是终点;因为论证出自这些,并且关涉这些。” 他说,因为无论是在静观还是在行动时,我们两方面都需要智性;对于静观者而言,[智性]把握普遍者,并且仿佛触及在先且无中项的始点;而对于行动者而言,[智性]通过感觉把握个别事物,并以其自身的理智认识界定它们,正因如此,智性既是始点又是终点:在前者中是理论智性,因为那里的终点也是认识而非行动;在后者中则是实践智性,因为终点是行动,而智性则是始点,这显然是作为论证的产生者与成全者。也就是说,在前者中,是为了让我们仅静观真理;而在后者中,则是为了让我们也选择应做之事并在行动中行得正确从而活动。或者说,智性是始点和终点,是就最初与最后而言:作为最初者的理论智性是始点,因为它关涉普遍者;作为最后者的实践智性是终点,因为它关涉个别事物。“因为论证出自这些,并且关涉这些”,即出自这些,出自始点和终点,或者说出自理论智性与实践智性。因为它们出自智性:在前者中,我们从智性出发,设定定义和公理,从而推导出后承。但在行动中,我们从实践智性出发,不仅推断出真理,而且导向行动。因为在伦理与政治事务中,终点不是认识而是行动。而“关涉这些”一句,意味着并非二者各自都关涉可思想之物,而是在前者中仅关涉静观之物,在后者中关涉实践之物。

§6.100

"Ὥστε δεῖ προσέχειν τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων. διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι τὰς ἀρχάς." Ἐπεί, φησίν, ὁ χρόνος τριβὴν παρέχεται τῶν καθ’ ἕκαστα καὶ τῶν πρακτέων πολυπειρίαν, ὅταν ἀκούωμεν ἀποφαντικῶς λεγομένων λόγων περὶ τῶν πρακτέων ὑπὸ ἀνδρῶν ἐμπείρων καὶ γηραιῶν, κἂν ἀναποδείκτως ἐνίοτε καὶ δίχα συλλογισμοῦ λέγωνται, δέον πιστεύειν2 τούτοις οὐχ ἧττον τῶν ἀποδείξεων· ὁποῖα καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα. φάσεις δὲ καὶ δόξας τοὺς αὐτούς φησι λόγους· φάσεις μέν, ὅτι ἀποφαντικῶς μόνον καὶ δίχα συλλογισμοῦ λέγεται, δόξας δέ, ὅτι οὐ διανοητικῶς, ἀλλ’ ὡς ἀπὸ δόξης προφέρονται ὡς ἤδη συμπεπερασμένοι καὶ ἀποδεδειγμένοι καὶ οὕτω λεγόμενοι ὡς ὁμολογουμένως ὑπάρχοντες ἀληθεῖς. ἐπήνεγκε δὲ τῷ πρεσβυτέρων τὸ ἢ φρονίμων, δηλῶν ὁποίους λέγει τοὺς πρεσβυτέρους οἷς δεῖ πείθεσθαι. οὐ γὰρ εἰ τῷ χρόνῳ γεγηράκασι τούτοις δεῖ ἕπεσθαι, ἀλλ’ ὡς ἐν τῷ μακρῷ τῆς ζωῆς χρόνῳ κτησαμένοις καὶ φρόνησιν δι’ εὐφυΐαν ἅμα καὶ ἀρετῆς ἐπιμέλειαν. “οὐδὲν γὰρ διαφέρει νέος τὴν ἡλικίαν ἢ τὸ ἦθος νεαρός”, ὡς αὐτὸς ἔφη, ἐπεὶ ἔστιν ἰδεῖν καὶ γηραιοὺς ἄφρονας, οἷς οὐ δεῖ προσέχειν, ὡς γελοίως καὶ λέγουσι καὶ πράττουσιν. ἀποδίδωσι δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν δέον προσέχειν ταῖς τῶν τοιούτων ἀνδρῶν φάσεσι καὶ δόξαις. ἐκ γὰρ τῆς ἐμπειρίας, φησίν, ἤγουν τῆς πολυπειρίας καὶ τριβῆς τῆς ἐν τοῖς καθ’ ἕκαστα, ὄμμα ἐκτήσαντο τῇ ψυχῇ, ἤγουν νοῦν διορατικὸν τῶν ἀρχῶν, ἤτοι τῶν προτάσεων, ἃς ἐκ πολλῶν τῶν πραττομένων καθ’ ἕκαστα ποριζόμεθα, καὶ ὁρῶμεν ἐξ αὐτῶν τὰ ἀποβησόμενα. γενομένῳ γάρ τινι τί ἕψεται, πολλάκις ὁ φρόνιμος προερεῖ, ἐκ τοῦ πολλὰ ἰδεῖν ὅμοια καὶ μαθεῖν τίσι περιλαβοῦσι τίνα ἠκολούθησεν ἕτερα.3

“所以对于有经验者、年长者或具有实践智慧者的未经论证的断言与意见,应当给予不亚于论证的关注;因为他们凭借经验拥有了一只眼睛,能够看清始点。” 他说,既然时间带来了对个别事物的熟练以及对应做之事的丰富经验,那么当我们听到有经验的长者就应做之事作出断言性的言辞时,即便这些话有时未经论证且没有推论,也应当不亚于论证地信服它们;智者的格言也是如此。他把相同的言辞既称为断言又称为意见:称为断言,是因为它们仅是断言性地且没有推论地被言说的;称为意见,是因为它们不是出于推理,而是仿佛出自意见被提出来的,就像已经被推导和论证过一样,并被说得仿佛公认是真的一般。他在“年长者”之后加上了“或具有实践智慧者”,表明了他所说的应当服从的年长者是何种人。因为并非只要他们在时间上变老就应当顺从他们,而是应当把他们作为在漫长的一生时间中,借由天资并伴随对德性的修养而也获得了实践智慧的人来顺从。因为正如他自己所言,“在年龄上年轻,与在品性上幼弱,并无区别”,因为人们也能见到愚蠢的老人,他们所言所行皆可笑,不应当给予关注。他还给出了为什么应当关注这类人的断言与意见的原因。他说,因为出于经验,即出于对个别事物的丰富经验与熟练,他们在灵魂中获得了一只眼睛,也就是获得了一种能够洞察始点的智性,即洞察命题的智性,而这些命题正是我们从许多个别的行事中获得的,且我们从中能预见将要发生的结果。因为当某事发生时,接下来会跟随什么,具有实践智慧的人往往能够预先说出,这是由于他见过许多类似的事情,并认识到在包涵了哪些条件时会有哪些其他后果随之而来。

语法注3 条
  1. 6.99νοῦ ἡμῖν δεῖ ἑκατέρωθεν καὶ θεωροῦσι καὶ πράττουσι, καὶ θεωροῦσι μὲν τὸ καθόλου νοοῦντος καὶ τῶν πρώτων καὶ ἀμέσων ἀρχῶν ὥσπερ θιγγάνοντος, πράττουσι δὲ τὰ καθ’ ἕκαστα καταλαμβάνοντος

    非人称动词 δεῖ 支配与格 ἡμῖν(以及与之同格的分词 θεωροῦσι, πράττουσι)与表示所需求事物的属格 νοῦ。其后出现的属格分词 νοοῦντος、θιγγάνοντος 与 καταλαμβάνοντος 在语法上与属格名词 νοῦ 一致,用于说明“智性”的作用,而非与代表人的与格主语一致。

  2. 6.100δέον πιστεύειν

    在 ὅταν ... λεγομένων λόγων(以及 κἂν ... λέγωνται)引导的从句之后的主句中,中性宾格分词 δέον 被用作独立宾格(或替代 δεῖ 的省略结构),充当表达必要性或义务的主句谓语判断(“应当信服”)。

  3. 6.100τίσι περιλαβοῦσι τίνα ἠκολούθησεν ἕτερα

    双重疑问代词构成的间接疑问从句(τίσι 与 τίνα 共存于同一从句中)。与格分词 περιλαβοῦσι 指包揽或构成的环境与前提条件,整句的结构为:“对于包含哪些情况的事物(τίσι περιλαβοῦσι),有哪些其他结果(τίνα ἕτερα)随之而来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:381.14-382.27