- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:380.21-381.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏家针对亚里士多德《尼各马可伦理学》第6卷1143b6–7进行诠释,阐明判断力、理解力与实践智性不同于普遍智慧,因其随年龄和经验而生故被称为“天生的”,并辨析了该引文的句法结构。
" Διὸ καὶ φυσικὰ εἶναι δοκεῖ ταῦτα, καὶ φύσει σοφὸς μὲν οὐδείς, γνώμην δ’ ἔχει καὶ σύνεσιν καὶ νοῦν." Διότι, φησί, ἐκ τῶν καθ’ ἕκαστα ὁ πρακτικὸς νοῦς καὶ ἡ φρόνησις ἡμῖν περιγίνεται καὶ ἡ σύνεσις καὶ ἡ γνώμη, διὰ τοῦτο καὶ φυσικὰ δοκεῖ εἶναι ταῦτα. ἡ μὲν γὰρ σοφία τῶν καθόλου, διὰ τοῦτο καὶ οὐ φύσει ἡμῖν πρόσεστιν, ἀλλ’ ἐκ μαθήσεως περιγίνεται, ὡς εἶναι καὶ νέον δυνατὸν ὑπάρξαι σοφὸν ἐν γνώσει τῶν καθόλου γενόμενον καθὰ καὶ προλαβὼν ὁ φιλόσοφος εἴρηκεν. αἱ δὲ εἰρημέναι ἕξεις, ἐπεὶ ἀπὸ τῆς πολυπειρίας συνάγονται τῶν καθ’ ἕκαστα, χρόνου δεῖ αὐταῖς μακροῦ καὶ ἡλικίας τελεωτέρας, δι’ ἧς αὗται ἀνθρώποις προσγίνονται. ἐπεὶ δὲ ἐκ φύσεως ἡ ἡλικία καὶ ὁ μακρὸς τῆς ζωῆς χρόνος, δι’ ὅσου ἡ κτῆσις τῶν ἕξεων τούτων πορίζεται, διὰ τοῦτο καὶ φυσικὰ δοκοῦσι καὶ ἐκ φύσεως ἔρχεσθαι. τὸ δὲ γνώμην ἔχει καὶ σύνεσιν καὶ νοῦν, ἀπὸ κοινοῦ προσλαβὸν τὸ φύσει1 ἔχοι ἂν ἀποδιδομένην τοῦ λοιποῦ τὴν τοῦ ῥητοῦ σύνταξιν,2 ἵν’ εἴη οὕτω τὸ λεγόμενον· διὸ καὶ φυσικὰ δοκεῖ ταῦτα καὶ φύσει σοφὸς μὲν οὐδείς, γνώμην δ’ ἔχει φύσει καὶ σύνεσιν καὶ νοῦν.
“因此这些品质也被认为是天生的,并且没有人天生具有智慧,但人具有判断力、理解力与智性。” 他说,因为实践智性与实践智慧,以及理解力与判断力,是从个别事物中为我们所获得的,所以这些品质也被认为是天生的。因为智慧关涉普遍者,正因如此它并非天生属于我们,而是通过学习获得的,以至于正如哲学家此前所说的那样,一个年轻人在获得了普遍者的知识之后,也有可能成为具有智慧的人。然而上述品质既然是从对个别事物的丰富经验中汇聚而成的,它们就需要漫长的时间与更为成熟的年龄,通过这种年龄,这些品质才归于人类。既然年龄以及漫长的一生时间——正是借由这段时间的长度才促成了这些品质的获得——是出于自然的,因此它们也被认为是天生的且来自自然。而“具有判断力、理解力与智性”一句,通过与前文公用“天生”一词,便可呈现出该引文其余部分的句法结构,以使其含义如下:“因此这些也被认为是天生的,并且没有人天生具有智慧,但人天生具有判断力、理解力与智性”。
"Σημεῖον δ’ ὅτι καὶ ταῖς ἡλικίαις οἰόμεθα ἀκολουθεῖν καὶ ἥδε ἡ ἡλικία νοῦν ἔχει καὶ γνώμην, ὡς τῆς φύσεως αἰτίας οὔσης." Ὅτι δὲ φυσικὰ ταῦτα, ἐντεῦθεν σημειωσόμεθα, φησίν· οἰόμεθα γὰρ ἅπαντες ἄνθρωποι ταῖς ἡλικίαις τὰς ἕξεις ταύτας ἀκολουθεῖν, ὡς λειπόμενον μὲν ἡλικίας ἄνθρωπον λείπεσθαι λέγειν αὐτὸν καὶ φρονήσεως3 καὶ γνώμης, εἰς ἡλικίας δὲ μέτρον ἥκοντα λέγειν ἤδη αὐτὸν νοῦν ἔχειν καὶ γνώμην, ἤτοι φρόνησιν καὶ ὀρθὴν κρίσιν ἐπιεικοῦς, ὡς τῆς φύσεως καὶ τὴν ἡλικίαν χορηγούσης αὐτῷ καὶ τὸν νοῦν καὶ τὴν γνῶσιν. ἡ γὰρ ἐκ τῆς φύσεως ἡλικία ἱκανὸν πρὸς πολυπειρίαν χορηγήσασα χρόνον παρέσχεν αὐτῷ καὶ νοῦν καὶ γνώμην προσκτήσασθαι.
“证据在于:我们认为它们也伴随着年龄,且由于自然是其原因,这一特定年龄便具有智性与判断力。” 他说,我们将从以下方面证明这些品质是天生的:因为我们所有人都认为这些品质伴随着年龄,以至于人们会说年龄不足的人同样缺乏实践智慧与判断力,而对达到适当年龄的人则会说他已经具有智性与判断力,即实践智慧与对公道之事的正确审断,这仿佛是自然在赋予其年龄的同时,也赋予了他智性与认识。因为源于自然的年龄提供了足以积累丰富经验的时间,从而使他能够额外获得智性与判断力。
- 6.97ἀπὸ κοινοῦ προσλαβὸν τὸ φύσει
介词短语 ἀπὸ κοινοῦ 意为“公用地(修辞或语法上的共用/并提)”。分词 προσλαβόν 指将前半句否定分句 φύσει σοφὸς μὲν οὐδείς 中的副词性与格 φύσει(“天生地”)公用并补入后半句肯定分句 γνώμην δ’ ἔχει... 之中。
- 6.97ἔχοι ἂν ἀποδιδομένην τοῦ λοιποῦ τὴν τοῦ ῥητοῦ σύνταξιν
由 ἔχοι ἄν 与现在时被动分词 ἀποδιδομένην 构成的迂回式潜势希求法结构,意为“(这句引文)对于其余部分而言,便将获得阐明了的句法搭配”,即其余部分的语法结构得以通顺理清。
- 6.98ὡς λειπόμενον μὲν ἡλικίας ἄνθρωπον λείπεσθαι λέγειν αὐτὸν καὶ φρονήσεως
连词 ὡς 后接不定词 λέγειν,引出前文信念(οἰόμεθα ... ἀκολουθεῖν)的具体表现或结果,意为“以至于人们说……”。而在 λέγειν 之下又带有一个“宾格加不定词”结构:λειπόμενον ... ἄνθρωπον(宾格主语)搭配 λείπεσθαι(不定词)。
