← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§379.12-380.20

经验对实践智慧的形成与个别事物的实践智性

厄斯特拉齐奥斯阐明了经验与历史记载在实践智慧形成中的重要性,并详述了关于个别事物的认识为何兼具感觉与智性双重性质。他将几何论证与实践三段论相对比,以雅典人对腓力的决断为例,阐明实践智性如何从可感觉的特称前提上升至普遍前提并推导出实践结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.96#3

τοιοῦτος γὰρ ὁ ἀληθῶς φρόνιμος καὶ οὕτως ἀποτελούμενος, ὁ δὲ ἢ μὴ πεῖραν λαβὼν ἢ πολλὰ μὲν θεώμενος, ἀπροσέκτως δὲ καὶ ἀνεπιστάτως πρὸς αὐτὰ διακείμενος ἢ καὶ ἀφυῶς ἴσως ἔχων καὶ χαύνως πρὸς τὰ γινόμενα οὐδὲν ἐκ τῶν γινομένων ἢ πραττομένων ὠφεληθήσεται ἢ ἐκ ῥᾳθυμίας ἢ ἀπειρίας ἢ ἐξ ἀφυΐας σπανίζων φρονήσεως. οὐ μικρὰ δὲ πρὸς τοῦτο συντελεῖ καὶ τὰ ἐκ τῶν παλαιοτέρων ἀνδρῶν ἐν βίβλοις καὶ γραφαῖς ἐκτιθέμενα καὶ βίους καὶ πράξεις καὶ κατορθώσεις καὶ ἀποπτώσεις τῶν προβιωσάντων ἐκδιηγούμενα. κατά τι δὲ καὶ αἴσθησις καὶ νοῦς ἡ ἐκ τῶν καθ’ ἕκαστα γνῶσις λέγεται. αἴσθησις μέν, ὅτι αἰσθητικῶς ἐνεργῶν καταλαμβάνει τὰ καθ’ ἕκαστα, νοῦς δέ, ὅτι ἐφιστάνει τὸν οἰκεῖον νοῦν οἷς αἰσθάνεται προσεκτικῶς αὐτῶν ἐφαπτόμενος καὶ τῷ οἰκείῳ λόγῳ ἀναφέρων τὰ διὰ τῆς αἰσθήσεως αὐτῷ γνωριζόμενα, καὶ σκοπῶν ὅπως ἐκ τῶν αἰσθητῶν νοῦν ἑαυτῷ στήσαιτο καὶ ψυχῆς ἕξει ἐντρέχειαν ὠφελεῖν αὐτὸν ἐν καιρῷ καὶ ἑτέρους ἰσχύουσαν. ἔχει δέ τι καὶ ἁπλῶς κοινὸν νοῦς καὶ αἴσθησις, τὸ ἀμέσως ἐνεργεῖν, ὁ μὲν περὶ τὰ νοούμενα, ἡ δὲ περὶ τὰ ἐν αἰσθήσει γινόμενα· ἄλλως τε αἱ μὲν περὶ τῶν καθόλου ἀποδείξεις ἐξ ἀρχῶν ὥρμηνται τῷ θεωρητικῷ νῷ γινωσκομένων, αἵ, ὡς καὶ πρότερον εἴρηται, ἀπηχήματά εἰσι τοῦ κυρίως καὶ καθ’ ὕπαρξιν νοῦ. ὁ γὰρ ἐν ἡμῖν κατὰ μετοχὴν ἐκείνου ἐστίν, οἷον ὅταν συστῆσαι δέοι τρίγωνον ἰσόπλευρον, λαμβάνοντες ὁμολογουμένην ἀρχήν, ὅτι αἱ ἀπὸ τοῦ κέντρου τοῦ κύκλου πρὸς τὴν περιφέρειαν ἀγόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί, χρώμεθα ταύταις εἰς ἀπόδειξιν τῆς τῶν πλευρῶν τοῦ τριγώνου ἰσότητος. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ πρακτῶν ἐξ αἰσθήσεως ὁρμώμενοι καὶ τῆς γνώσεως χορηγίαν ἐκ ταύτης δεχόμενοι τῶν καθ’ ἕκαστα, ἀναφέρομεν ταῦτα τῷ πρακτικῷ νῷ, ὅς ἐστι λόγος καταγινόμενος περὶ τὰ καθ’ ἕκαστα, ὁ αὐτὸς μὲν ὢν κατ’ οὐσίαν τῷ θεωρητικῷ, διαφέρων δὲ κατ’ ἐνέργειαν, συναγόμενος ἡμῖν ἐκ τῆς τῶν καθ’ ἕκαστα γνώσεως καὶ ἀρχὰς ἑαυτῷ συνιστῶν ἀπὸ τῶν αἰσθητῶν, ὧν ἐν πολυπειρίᾳ καὶ γνώσει πολυτρόπῳ γενόμενος ἐν ἕξει τε καθίσταται καὶ φρόνησις καὶ λογισμὸς ἢ νοῦς πρακτικὸς ὀνομάζεται. καὶ τοῦτό ἐστιν ὅ φασιν ὄμμα λαμβάνειν τὸν ἐν ἡμῖν λόγον ἐξ ἀρχῶν ἐπιγινόμενον, συνισταμένων ἐκ τῶν καθ’ ἕκαστα καὶ καθολικὴν θεωρίαν λαμβανουσῶν.1 ὁ γὰρ πρακτικὸς ἀνὴρ προτεθέντος αὐτῷ τινος πρακτοῦ ζητεῖ ὁποῖον αἱρήσεται τῆς ἀντιφάσεως μόριον, ἢ κατὰ ἀντίφασιν ἔχει τὴν ἀμφιβολίαν αὐτὸ τὸ προκείμενον ἢ ὁπότερον τῶν ἐναντίων προθήσεται, εἰ κατ’ ἐναντίωσιν τὸ προτεθὲν ἐξετάζοιτο,2 καὶ ἡ μὲν ἀρχὴ τῆς τοῦ πρακτέου εὑρέσεως ἀπὸ τοῦ αἰσθητοῦ καὶ τῆς ἐλάττονος προτάσεως γίνεται. ἄνεισι δὲ εἰς τὴν καθόλου ὡς εἰς ἀρχὴν καὶ ἀξίωμα, καὶ οὕτω συνάγεται τὸ συμπέρασμα. εἰ δέ τις βούλοιτο, ἔστω καὶ τοῦ προκειμένου παράδειγμα. ζητοῦσιν Ἀθηναῖοι πῶς χρὴ διακεῖσθαι πρὸς Φίλιππον, ὡς πρὸς φίλον ἢ ὡς πρὸς ἐχθρόν. ἡ ζήτησις ἐνταῦθα περὶ δύο ἐναντίων διαθέσεων, ὁποίαν τούτων ἑλέσθαι χρή. ἡ ἀρχὴ τῆς κατασκευῆς τοῦ δέοντος καὶ συμφέροντος ἐκ τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα. ταῦτά ἐστιν ἃ ἐργάζεται Φίλιππος, κατατρέχων χώρας πέριξ τὰς τῶν Ἀθηναίων, ἐκεῖνα πράττων ἃ τοὺς Ἀθηναίους λυπεῖ. ταῦτα ἐν μοίρᾳ τῆς προτάσεως τῆς ἐλάττονος τέτακται. εἶτ’ ἐκ ταύτης πρὸς τὸ καθόλου ἀνατρέχομεν λέγοντες· πᾶς ὁ τὰ πρὸς λύπην τινὸς πράττων ἐχθρὸς αὐτοῦ ἐστιν, ὁ Φίλιππος ἄρα ἐχθρὸς Ἀθηναίων ἐστίν, ὥστε δεῖ Ἀθηναίους οὐχ ὡς φίλον ἀλλ’ ὡς ἐχθρὸν ὑπολαμβάνειν τὸν Φίλιππον. ἐκ τῆς ἐνεργείας οὖν τὴν ἀρχὴν λαβόντες καὶ πρὸς τὸ καθόλου ἀνενεχθέντες ἐχθρὸν Ἀθηναίων ἀπεδείξαμεν Φίλιππον.

因为真正具有实践智慧的人正是这样的人,且是依此方式成就的;而凡是没有获得经验的人,或者虽然观察了许多事物,却对其漫不经心且缺乏审视的人,抑或或许天生对于发生的事物迟钝而浮躁的人,都将因怠惰、缺乏经验或天资不足而缺乏实践智慧,不能从发生或被实行的事情中获得任何益处。古人在书籍与著作中阐述的内容,即详细记述前人的一生、行迹、成就与挫折的文字,对于这一目标亦有不小的助益。此外,从个别事物出发的认识,在某种意义上既被称为感觉,亦被称为智性。称为感觉,是因为〔人〕以感觉的方式活动并把握个别事物;称为智性,则是因为他将本有的智性投向所感觉的事物,专注地触及它们,并将通过感觉为自身所认知的事物归于本有的推理,考察如何从可感觉的事物中为自己确立智性,并拥有灵魂的机敏,以便在适当时机有能力造福自身与他人。智性与感觉在单纯意义上亦有某种共通之处,即直接地现实活动,前者关涉被思维的对象,后者关涉在感觉中所发生的事物。此外,关涉普遍者的论证是从由理论智性所认识的始基出发的,如前所述,这些始基乃是本义上且依实体而存在的智性的回响。因为我们内心的智性是通过分有那一智性而存在的;正如当需要作一个等边三角形时,我们采取一条公认的始基,即从圆心引至圆周的直线彼此相等,并运用这些直线来论证三角形各边的相等。然而在个别事物与可实践的事物上,我们从感觉出发,并由此接受关于个别事物的知识供给,将它们归于实践智性——实践智性即是致力于个别事物的理性,它在本质上与理论智性相同,但在现实活动上有所区别,它是由关于个别事物的知识在我们内部汇聚而成,并从可感觉的事物中为自身建立起诸始基;当它处于对这些事物的丰富经验与多方认知之中时,便确立为一种品质,并被称为实践智慧、推论或实践智性。这正是人们所说的,我们内心的理性获得了一只眼睛,它生成自那些由个别事物构成并接受普遍观照的诸始基。因为实践者在被提出某项可实践之事时,探求自己将选择矛盾命题的哪一部分——究竟是所摆在面前的主题本身依矛盾而具有疑义,还是在所提出的事项依相反关系被考察时选择相反者中的哪一个——而发现应行之事的始基乃是来自于可感觉者与较小前提。接着他上升至作为始基与公理的普遍者,结论便由此被推导出来。如果有人愿意,不妨举一个切近主题的例子。雅典人探讨应当如何对待腓力:是当作朋友还是当作仇敌?这里的探讨关涉两种相反的态度,即应当选择其中的哪一种。确立应行且有利之事的始基来自可感觉的个别事物。这些就是腓力所做的事,即侵扰雅典人周围的土地,实行使雅典人痛苦的事情。这些被置于较小前提的地位。接着我们从此前提上升至普遍者,说道:“凡做使某人痛苦之事的人,皆是其仇敌;因此腓力是雅典人的仇敌”;以至于雅典人必须把腓力不视为朋友而视为仇敌。因此,我们从其实际行动中获得始基,并上升至普遍者,便证明了腓力是雅典人的仇敌。

语法注2 条
  1. 6.96καὶ τοῦτό ἐστιν ὅ φασιν ὄμμα λαμβάνειν τὸν ἐν ἡμῖν λόγον ἐξ ἀρχῶν ἐπιγινόμενον, συνισταμένων ἐκ τῶν καθ’ ἕκαστα καὶ καθολικὴν θεωρίαν λαμβανουσῶν.

    在带不定式的宾格结构 ὄμμα λαμβάνειν τὸν ἐν ἡμῖν λόγον(“我们内心的理性获得眼睛”)中,分词 ἐπιγινόμενον 与宾格主语 τὸν ἐν ἡμῖν λόγον 一致并修饰之。随后的属格分词 συνισταμένων ... λαμβανουσῶν 与前置词短语的对象 ἀρχῶν(“诸始基”)在属格上保持一致,说明这些始基是由个别事物所构成并接受普遍观照的。

  2. 6.96ὁποῖον αἱρήσεται τῆς ἀντιφάσεως μόριον, ἢ κατὰ ἀντίφασιν ἔχει τὴν ἀμφιβολίαν αὐτὸ τὸ προκείμενον ἢ ὁπότερον τῶν ἐναντίων προθήσεται, εἰ κατ’ ἐναντίωσιν τὸ προτεθὲν ἐξετάζοιτο

    这是由间接疑问句 ὁποῖον αἱρήσεται τῆς ἀντιφάσεως μόριον 所统摄的选言结构(ἢ... ἢ...)。第一分句省去了显式的条件连词(如 εἴτε 或 εἰ),直接以 ἢ κατὰ ἀντίφασιν... 开始,但与后半句 ἢ ὁπότερον τῶν ἐναντίων προθήσεται, εἰ κατ’ ἐναντίωσιν... 严格对应,并列了实践斟酌中的两种情境:即面对的问题是基于矛盾关系还是基于相反关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:379.12-380.20