← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§37.7-38.17

德性的不完满性与沉思生活考察的推迟

注解针对1095b29–1096a4,阐明德性虽优于荣誉而成为政治生活的目的,但因缺乏活动或身处不幸而仍非最高善(唯有标新立异的哲学主张才会称此种人为幸福),解释了对通俗/环形著作的提及,并说明何以将第三种沉思生活的研究推迟至第十卷(卡帕卷)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43

" Δῆλον οὖν ὅτι κατά γε τούτους." Εἰ διὰ τὴν ἀρετὴν αἱρετόν φησιν ἡ τιμή, πῶς οὐ τελικώτερον ἀρετὴ τιμῆς; τὸ γὰρ οὗ ἕνεκα κρεῖττον ἀεὶ τοῦ ἕνεκα ἐκείνου, ὥστε μᾶλλον ἄν τις τὴν ἀρετὴν ὑπολάβοι τέλος τοῦ πολιτικοῦ βίου ἢ τὴν τιμήν. εἶτα δείκνυσιν ὡς οὐδ’ αὐτή ἐστι τὸ σκοπιμώτατον ἀγαθόν· φαίνεται γάρ φησιν ἀτελεστέρα καὶ αὕτη· τό δ’ ἀγαθὸν οὐ δεῖ ἀτελὲς εἶναι· ὥστε οὐκ ἔστιν ἡ ἀρετὴ τὸ ζητούμενον ἀγαθόν. ὅτι δὲ οὕτως ἔχει τὸ ἀληθὲς καὶ ἕτερόν ἐστι τὸ τέλος παρὰ τὴν ἀρετήν, δείκνυσιν ἐφεξῆς οὕτως· ἡ ἀρετὴ ἕξις ἐστὶ καὶ τοιαύτη ὡς δύνασθαι εἶναι ἐν τῷ ὑποκειμένῳ ποτὲ χωρὶς ἐνεργείας καὶ προχειρίσεως· τότε δὲ δόξειεν ἂν εἰκότως ἀτελὴς εἶναι, οἷον ὡς ἐπὶ τῶν ὑπνούντων· ἐνδέχεται δὲ καὶ σπουδαῖον ὄντα τινὰ διὰ βίου ἀπρακτεῖν, τὰς ἀγαθὰς μὲν ἔχοντα ἕξεις, οὐ μέντοι γε καὶ προχειριζόμενον, ἢ διὰ τὸ μὴ εὑρίσκειν καιρὸν πρὸς τὴν προχείρισιν τῶν ἕξεων ἢ διὰ τὸ μὴ εὐπορεῖν ὕλης· ὡς εἴ τις μεγαλοπρεπὴς μὲν εἴη, χρημάτων δὲ ἀποροίη· ἐν μεγέθει γὰρ ἔργων καὶ πλήθει ἀναλωμάτων ἐμφανὴς ὁ μεγαλοπρεπὴς γίνεται. ἐνδέχεται δὲ καὶ ἀτυχεῖν τὰ μέγιστα διὰ βίου τὸν τὰς ἀρετὰς ἔχοντα, νοσοῦντα τυχὸν ἢ πενόμενον ἢ ἐπιβουλευόμενον ἢ ἄλλο τι πάσχοντα, ὑφ’ ὧν ἡ κατ’ ἀρετὴν ἐνέργεια ἀνακόπτεται, ὡς ἔχειν μὲν τὰς κατ’ ἀρετὴν ἕξεις, μηδαμῇ δὲ κατ’ αὐτὰς ἐνεργεῖν. οὐδεὶς ἄν εἴποι, φησί, τοῦτον εὐδαίμονα, εἰ μὴ δόξαν ἀπό τινος παραλαβών,1 παράδοξόν τινα εἰσάγουσαν ἔννοιαν παρὰ τὴν κοινὴν παράδοσιν καὶ παρ’ αὐτὰ τὰ φαινόμενα. θέσις γάρ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν κατὰ φιλοσοφίαν γνωρίμων,2 ὡς Ἡράκλειτος ἔλεγεν ἓν εἶναι τὰ ἐναντία καὶ Παρμενίδης ἓν τὸ ὂν καὶ Ζήνων μὴ εἶναι κίνησιν· οἷς ὁμοίως παράδοξον καὶ τὸ λέγειν εὐδαίμονα καὶ μακάριον τὸν ἀπρακτοῦντα διὰ βίου καὶ ἀτυχοῦντα τὰ μέγιστα.

“因此显而易见,至少就这些人而言。” 如果,他说,荣誉是因德性而值得选择的,德性怎么会不比荣誉更具目的性呢?因为事物所为的目的总是优于为了该目的的事物,所以人们宁可将德性而非荣誉设想为政治生活之目的。随后他表明,甚至德性自身也不是那最应当探求的善;因为他说,德性本身也显得不够完全;而善不应当是不完全的;因此德性并不是所探求的善。而事实确实如此,目的乃是德性之外的别物,他接下来这样证明:德性是一种品质,并且是能够有时在主体中缺乏现实活动和施展而存在的那样一种品质;而在那时,它理所当然会被认为是不完全的,正如同在睡眠者身上的情形一样。同样可能的是,某个优秀之人在一生中无所作为,虽拥有良好的品质,却并不将之付诸施展,这或是因为没有找到施展品质的时机,或是因为缺乏质料(资财);正如某人虽有豪迈大度的品质,却缺乏钱财一样;因为大度者是在事业的宏大与开销的充裕中显现出来的。拥有诸德性的人在一生中遭遇极大的不幸也是可能的,比如患病、贫困、遭人暗算,或者遭受使合乎德性的活动受阻的其他折磨,以致虽有合乎德性的品质,却绝不依之活动。他说,除非某人从某处继承了一种见解,引入某种与共同传统和现象本身相背离的奇谈怪论,否则绝没有人会称这样的人为幸福。因为所谓“论题(特立独行的主张)”,乃是哲学界著名学者之一的逆反常理的悬想,正如赫拉克利特说对立面是一,巴门尼德说存在是一,芝诺说运动不存在一样;与这些同样荒谬逆理的,就是将一个一生无所作为且遭遇极大不幸的人称为幸福且至福。

§1.44

"Ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις." Φασὶ τὸν Ἀριστοτέλην ἔπη τινὰ ἐκθέσθαι ἐπίτηδες κατά τινα ἀριθμὸν συμποσούμενα ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ θέσει καὶ τάξει, ὧν ἑκάστη ἀπὸ τοῦ αὐτοῦ τε ἤρχετο καὶ εἰς τὸ αὐτὸ κατέληγε· διὸ καὶ ἐγκύκλια ταῦτα ὠνόμασεν, οἷς ἡμεῖς μὲν οὐκ ἐνετύχομεν, εἰσὶ δ’ οἳ περὶ τούτων ἱστόρησαν. ἐν ἐκείνοις φησὶν εἰρῆσθαι περὶ εὐδαιμονίας, καὶ εἰ ἔστι μακαρίζειν τινὰ ἐκ τῶν κατ’ ἀρετὴν μόνων ἕξεων μηδὲν κατ’ αὐτὰς ἐν βίῳ διαπραττόμενον. διὸ βραχύ τι περὶ τούτων εἰπὼν παρελήλυθε.

“因为在通俗(环形)著作中也已足够。” 有人说,亚里士多德特意创作了若干诗行,按一定数目汇聚于彼此不同的位置和次序中,其中每一种〔位置和次序〕都从同一者开始并以同一者结束;因此他称这些为“环形诗”,这些我们固然未曾读到过,但有人对此作了记载。他说,在那些著作中已经谈及了关于幸福的问题,以及是否可以仅凭合乎德性的品质、而在生活中完全不依之有所践行,就称某人是至福的。因此他关于这些只略作提及便一笔带过了。

§1.45

"Τρίτος ἐστὶν θεωρητικός." Ἀπαριθμησάμενος ἐν τοῖς ἔμπροσθεν τοὺς μάλιστα τῶν βίων προὔχοντας καὶ τρεῖς εἶναι τούτους εἰπών, τὸν ἀπολαυστικὸν τὸν πολιτικὸν τὸν θεωρητικόν, ἤτοι τὸν ἐμπαθῆ τὸν μετριοπαθῆ τὸν ἀπαθῆ, τοῖς μὲν δυσὶ τὸ δοκοῦν ἀγαθὸν οἰκείως ἀπέδωκε· βίους δὲ ὀνομάζει πάντως τοὺς τρόπους τῆς μετὰ σώματος κατὰ γῆν ἀνθρώπου διαγωγῆς. βουλόμενος δ’ ἤδη καὶ περὶ τοῦ θεωρητικοῦ λέγειν ὅπως ἔχει καταλλήλως ἑαυτῷ περὶ τῆς δόσεως τῶν ἀγαθῶν,3 ἐπεὶ ἡ περὶ τούτου διδασκαλία πλείονος ἐδεῖτο λόγου, νῦν μὲν ταύτην ἀφίησι, παραπέμπει δὲ εἰς τοὺς ἑξῆς λόγους, ὡς ἐν ἐκείνοις εὐκαιρότερον ἐρῶν περὶ αὐτοῦ, τοσοῦτον μόνον ἐν τούτοις εἰπὼν τρίτος δ’ ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα· ἐν γὰρ τῷ Κάππα τῆς παρούσης πραγματείας περὶ αὐτοῦ παραδίδωσι. τρίτον δὲ λέγει αὐτὸν κατὰ τὴν τάξιν, ᾗ ἐνταῦθα ἐχρήσατο, ἀπὸ τῶν ὑφειμένων ἐπὶ τὰ ὑπερβαίνοντα ἀνερχόμενος.

“第三种则是沉思的。” 他在前文列举了最为显著的几种生活,并说明它们有三种——享乐的生活、政治的生活、沉思的生活,即沉溺激情的、节制激情的、超脱激情的,并适当地将看似善的事物分别归于前两种;他完全是将人在大地上与肉体共存的生存方式统称为“生活”。而他当下也想谈论沉思的生活,看它在善的赋予上如何与自身相协调,但由于关于此事的讲授需要更详尽的论述,他现在便将之放下,推延到后续的论述中,以便在那些部分中更合时宜地谈论它,在此处仅仅说了这么多:“第三种是沉思的生活,关于它我们将在随后的论述中展开探究”;因为在本论著的卡帕卷中,他详论了这一主题。他称之为“第三”,是按照他在此处所采用的次序,即从较低的事物逐步上升到卓越的事物。

语法注3 条
  1. 1.43εἰ μὴ δόξαν ἀπό τινος παραλαβών

    连词短语 εἰ μή 后面没有限定动词,而是直接带有分词 παραλαβών。承接前文主句 οὐδεὶς ἄν εἴποι τοῦτον εὐδαίμονα(没有人会称此人为幸福),此处通过省略了条件从句的谓语动词理解,即 εἰ μή [τις εἴποι] δόξαν... παραλαβών(除非[有人在]接受了某种观点后[如此宣称])。

  2. 1.43θέσις γάρ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν κατὰ φιλοσοφίαν γνωρίμων

    属格短语 τινος τῶν κατὰ φιλοσοφίαν γνωρίμων 用作名词 ὑπόληψις 的主格性属格(即“哲学界知名人士中某人所持有的见解/设想”),这直接呼应了亚里士多德在《论题篇》104b19中对“主张/论题(thesis)”的经典定义。

  3. 1.45ὅπως ἔχει καταλλήλως ἑαυτῷ περὶ τῆς δόσεως τῶν ἀγαθῶν

    动词 ἔχω 与副词 καταλλήλως 连用,后接与格代词 ἑαυτῷ 及介词短语 περὶ τῆς δόσεως...(“关于善的赋予如何与自身相调和”)。由 ὅπως 引导的间接疑问从句整体充当动词不定词 λέγειν 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:37.7-38.17