← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§377.32-379.12

理论智性与实践智性对象的差异

厄斯特拉梯俄斯注解了亚里士多德《尼各马可伦理学》1143a35,探讨理论智性与实践智性对象的差异。他结合修辞学及德摩斯梯尼的演说用例,详细阐释了实践智性如何通过个别的特称小前提与经验感觉通达目的的始基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.96#2

κἀκείνως μὲν τὸ ἀληθὲς ἀνευρίσκει, ὡδὶ δὲ τὸ ἀγαθὸν κατορθοῖ. ὅρα γὰρ τί φησιν· ὁ μὲν κατὰ τὰς ἀποδείξεις τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δ’ ἐν ταῖς πρακτικαῖς τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ἀκίνητοι ὅροι εἰσὶν αἱ πρῶται ἀρχαὶ τῶν ἐπιστημῶν, ὡς τὸ βέβαιον καὶ ἀμετάθετον οἴκοθεν ἔχοντες, ἅτε καὶ τοῦ ἐνεργείᾳ ὄντες νοῦ ἀπηχήματα τῇ ψυχῇ, καθὰ καὶ νοερὰ ἡ ψυχὴ λέγεται. λογικὴ μὲν γάρ ἐστιν, ὅτι λόγον ἔχει οἰκεῖον, ᾧ χρᾶται, καθ’ ὃν καὶ διανοεῖται καὶ συλλογίζεται, νοερὰ δέ, ὅτι μετοχῇ τοῦ ἁπλῶς νοῦ τοὺς ὅρους ἔχει καὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν, ἀμέσως αὐτοὺς γινώσκουσα καὶ διὰ τούτων μιμουμένη τὸν νοῦν, ἀμέσοις ἐπιβολαῖς τοῖς νοητοῖς ἐπιβάλλοντα, ἐξ ὧν καὶ ὁρμώμενος τὰς ἐπιστημονικὰς περαίνει τῶν γνώσεων.1 ταῦτα εἰπὼν ἐπάγει καὶ περὶ τοῦ πρακτοῦ. ὁ δ’ ἐν ταῖς 〈πρακτικαῖς〉 τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ὁ μὲν θεωρητικός, φησί, νοῦς οὕτως ἔχει, τοὺς πρώτους ὅρους λαμβάνων καὶ τὰς ἀποδείξεις ποιούμενος. ἔστι δὲ καὶ ἑτέρως νοῦς, ὁ ἐν ταῖς πρακτικαῖς θεωρούμενος ἕξεσιν, ὅς ἐστι τοῦ κυρίως ἐσχάτου καὶ ἐνδεχομένου. εἴρηται γάρ, ὅτι περὶ τὰ ἐφ’ ἡμῖν αἱ πράξεις καὶ αἱ βουλεύσεις, ἃ εἰσιν ἐνδεχόμενα, περὶ ἃ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη. ἑτέραν δὲ πρότασίν φησι τὴν μερικήν.2 αὕτη γάρ ἐστι πρὸς τὸ καθ’ ἕκαστον, ὡς πορρωτέρω οὔσης τῆς καθολικωτέρας. καὶ τὴν μερικὴν μᾶλλον ὁ πρακτικὸς σκοπεῖ ὡς προσεχῆ τῷ καθ’ ἕκαστα. διὸ καὶ οἱ ῥήτορες πολιτικοὶ ὄντες καὶ πρακτικοὶ τὴν μερικὴν λαμβάνοντες πρότασιν περὶ τὸ συλλογίζεσθαι ἱκανῶς ἔχειν οἴονται. τὸ γὰρ ‘ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα ἐστίν’, ἐκ μιᾶς ὢν προτάσεως λόγος τῆς μερικῆς καὶ ἐλάττονος, ἱκανῶς ἔχειν δοκεῖ τῷ εἰσάγοντι ῥήτορι. ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται· ἐκ τῶν καθ’ ἕκαστα γὰρ τὸ καθόλου. περὶ τῶν μερικῶν προτάσεων τοῦτό φησιν, ὡς δέον ταύτας εἰδέναι πρὸ τῶν καθόλου καὶ δι’ αὐτῶν πρὸς ἐκείνας ἀνέρχεσθαι, καὶ οὕτω διὰ τῶν καθόλου βεβαιοτέρας τὰς μερικὰς ἀπεργάζεσθαι, ὡς καὶ Δημοσθένης συμβουλεύων Ἀθηναίοις μὴ σπένδεσθαι Φιλίππῳ τῷ βασιλεῖ, ἐδείκνυεν αὐτὸν ἐκ τῶν καθ’ ἕκαστα, ὧν ἔπραττεν, Ἀθηναίων ἐπίβουλον καὶ ἐχθρόν· κἀκ τούτων πρὸς τὸ κοινὸν ἀνιὼν τὴν καθόλου πρότασιν ἀπεφαίνετο, λέγων “ὁ γὰρ οἷς ἄν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ,3 κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ”. εἰ γὰρ καὶ ὡς μερικὴ δοκεῖ κατὰ τὸ σχῆμα τῆς λέξεως ἡ πρότασις παρεισάγεσθαι, ἀλλὰ κατὰ τὴν διάνοιαν καθόλου ἐκφέρεται, ὅτι πᾶς ὁ πράττων καὶ κατασκευαζόμενος τὰ δι’ ὧν τινα λήψοιτο, οὗτος ἐκείνῳ πολεμεῖ, κἂν μή πω ἐνεργείᾳ βάλλῃ μηδὲ τοξεύῃ. τὸ δὲ ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται περὶ τῶν μερικῶν καὶ ἐλαττόνων φησὶ προτάσεων, ὅτι περὶ τοῦ προκειμένου καὶ πρὸς ὃ ἡ φροντὶς καὶ ἡ σπουδὴ αἱ ἐλάττους καὶ μερικαὶ προτάσεις εἰσίν. ἐκ γὰρ τοῦ πραττομένου ὑπό τινος ὁ πολιτικὸς λαμβάνων τὴν πρόφασιν, τὸν οἰκεῖον λόγον συνίστησιν, ὡς τὸ κλέπτην εἶναι τὸν νύκτωρ πλανώμενον ἐξ αὐτοῦ τούτου τοῦ νύκτωρ πλανᾶσθαι αὐτόν. καὶ ὁ Δημοσθένης αὖθις ἐξ ὧν ὁ Φίλιππος ἔπραττε τὸ ἐχθρὸν τῶν Ἀθηναίων τὸν Φίλιππον. τούτων ἔχειν δεῖ αἴσθησιν, αὕτη δέ ἐστι νοῦς. τῶν καθ’ ἕκαστον πραττομένων δεῖ, φησίν, ἔχειν αἴσθησιν, ἤγουν λόγον, τὸν ἐν πολιτείᾳ πράττειν θέλοντα τὰ καλὰ καὶ τὰ δίκαια. αἴσθησιν γάρ φησιν ἐνταῦθα τὴν γνῶσιν τῶν καθ’ ἕκαστα, αὕτη δέ ἐστι νοῦς. τί τὸ διὰ τούτων τῷ Ἀριστοτέλει δηλούμενον; ὅτι δεῖ πολυπειρότατον εἶναι τὸν ἄνδρα τὸν κατὰ τὸν ὀρθὸν λόγον ἐν πόλει τι πράττειν βουλόμενον, πολλά τε ἰδεῖν πολλά τε παθεῖν, ἐπιστατικόν τε εἶναι καθ’ ἕκαστον τῶν ἐν γνώσει γινομένων αὐτῷ καὶ προσέχειν τινὸς πραττομένου ἢ γινομένου, τί ἀποβέβηκε καὶ πῶς ἄνθρωποι περὶ τὰ ἐν βίῳ πράγματα διακείμενοι, ὁποῖοι ἀποβεβήκασιν, ἢ καὶ πῶς τοῖς ἀνθρώποις χρώμενοι ἢ ἔβλαψαν ἢ ὠφέλησαν, καὶ ἁπλῶς ὅσα κατὰ τὸν βίον τοῖς ἀνθρώποις ἢ ἀφ’ ἑαυτῶν ἢ ἄλλοθεν ἐπιγίνεται, καὶ οὕτω πεῖραν λαμβάνων πολλῶν ἐνεργειῶν καὶ πράξεων καὶ παθῶν, ὄμμα κτᾶται στοχαστικὸν τῶν πραγμάτων καὶ διοριστικόν, ὡς στοχάζεσθαι ὀρθῶς καὶ περὶ τῶν μελλόντων συμβήσεσθαι.

依前一种方式它发现真理,而依后一种方式它成就善。请看他是如何说的:“在论证中的智性关涉不动且最初的端项,而在实践[推理]中的智性则关涉终极的、偶然的以及另一个前提”。不动端项乃是各门科学的最初始基,它们自身便具有稳固且不可改变的性质,因为它们也是现实活动着的智性在灵魂中的回响,灵魂也因之被称为理智的。因为灵魂之所以是理性的,是因为它拥有自身所使用的本有推理,并据此思索与推论;而它之所以是理智的,则是因为通过分有单纯的智性,它拥有各门科学的端项与始基,直接认识它们,并通过它们模仿那以直接直观投向可知对象的智性,[认识者]从这些出发使学问性的认识达致完备。在论述了这些之后,他又附加论及关涉可实践之事的智性:“而在实践[推理]中的智性则关涉终极的、偶然的以及另一个前提”。他说,理论智性是这样成立的,它把握最初的端项并作出论证。但智性还有另一种存在方式,即在实践品质中被考察的那种智性,它关涉本义上终极且偶然的事物。因为前已说明,行动与斟酌关涉取决于我们的事物,这些是偶然的事物,而实践智慧、领悟力与决断力亦关涉它们。他所谓“另一个前提”,是指特称前提。因为特称前提朝向个别事物,而更具普遍性的前提则相对更远。实践者更加关注特称前提,视其为紧邻于个别事物者。因此,作为政治家与实践者的演说家们,以为只要把握了特称前提,就足以进行推论了。因为“某人夜间游荡,所以他是盗贼”这一论证虽由单一前提即特称且较小的前提构成,但在提出它的演说家看来却已足够。“因为这些正是目的的始基;由于普遍者来自个别事物”。他是针对特称前提说了这番话,认为应当在普遍者之前先认识这些前提,并通过它们上升至普遍者,从而通过普遍者使特称前提更加确固;正如德摩斯梯尼在建议雅典人不要与腓力国王媾和时,从腓力所为的个别行动中表明他是雅典人的图谋者与仇敌。他从这些出发上升至共性,阐明了普遍前提,说道:“因为凡实行并准备那些足以使我被俘虏之手段的人,即使尚未投石亦未放箭,也已是在与我交战了”。因为即使该前提在措辞形式上看似作为特称前提被引入,但在思想上它被表达为普遍的,即凡实行并准备足以俘获某人之手段者,即便尚未实际投石放箭,亦是在与该人交战。而“因为这些正是目的的始基”一句,他则是针对特称且较小的前提而言的,因为较小且特称的前提关涉摆在面前的主题以及焦虑和专注所朝向的对象。因为政治家从某人所做之事中获得由头,建立起本有的论证,正如夜间游荡者是盗贼这一点,是从他夜间游荡本身推导出来的一样。德摩斯梯尼亦再次从腓力所做之事推导出腓力是雅典人的仇敌。“对这些必须具有感觉,而这感觉就是智性”。他说,凡欲在城邦中实行高尚与正义之行动的人,必须对所做的个别事物具有感觉,亦即理性的认知。因为他在这里称对个别事物的认识为“感觉”,“而这感觉就是智性”。亚里士多德通过这些表明了什么呢?表明凡欲依据正理在城邦中有所作为的人,必须阅历极为丰富,多所见识,多所经历,对自己认知中所形成的每一事物都留心审察,并密切注意当某事被实行或发生时产生了什么结果,对生活事务抱持何种态度的人们变成了怎样的人,或者通过怎样与人交往而造成了损害或带来了益处,简言之,注意人生中人们或由于自身或由于外因而发生的一切事情;这样,通过获得对众多活动、行为与遭遇的经验,他就获得了审视并判定事务的眼力,以至于对将要发生的事情也能作出正确的推测。

语法注3 条
  1. 6.96ἐξ ὧν καὶ ὁρμώμενος τὰς ἐπιστημονικὰς περαίνει τῶν γνώσεων

    分词 ὁρμώμενος 在语法形态上与前文阳性的 τὸν νοῦν 相应,但在意义上指灵魂(或思考者)从这些始基出发来成就学问性认识的活动,表达了灵魂通过模仿智性而运作的认知结果。

  2. 6.96ἑτέραν δὲ πρότασίν φησι τὴν μερικήν

    针对亚里士多德原文中的“另一个前提”(τῆς ἑτέρας προτάσεως),厄斯特拉梯俄斯将其解释为推论中的特称前提(小前提),明确了它作为与大前提(全称前提)相对立的实践三段论的具体构成要素。

  3. 6.96ὁ γὰρ οἷς ἄν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ

    引自德摩斯梯尼《第三反腓力演说》。关系分句 οἷς ἄν ἐγὼ ληφθείην 修饰并先置于 ταῦτα,而实质化分词短语 ὁ ... πράττων καὶ κατασκευαζόμενος(主语)则由指示代词 οὗτος 复指,与主句谓语动词 πολεμεῖ 相连,构成了倒装照应结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:377.32-379.12