← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§376.16-377.32

关涉第一原理与实践终极者的智性

厄斯特拉提乌斯根据“本性上的在先”与“对我们而言的在先”这双重认知次序,阐释了亚里士多德为何认为智性兼顾最初的端项与实践上的终极者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.96#1

" Ταῦτα δ’ ἔσχατα. καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐπ’ ἀμφότερα. καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστι καὶ οὐ λόγος,1 ὁ μὲν κατὰ τὰς ἀποδείξεις τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δ’ ἐν ταῖς πρακτικαῖς τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως. ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται· ἐκ τῶν καθ’ ἕκαστα γὰρ τὸ καθόλου. τούτων οὖν δεῖ ἔχειν αἴσθησιν, αὕτη δ’ ἐστὶ νοῦς." Τὸν βουλόμενον εἰδέναι τι γνωστὸν ἔχον ἀρχάς, ἀναγκαῖον γνῶναι τὰς ἀρχὰς τοῦ γνωστοῦ, ὡς μὴ ἐνὸν ἄλλως2 αὐτῷ τὴν γνῶσιν ἱκέσθαι τοῦ προκειμένου, εἰ μὴ πρότερον τὰς ἀρχὰς αὐτοῦ ἐπιγνώσεται, καθὼς καὶ αὐτὸς Ἀριστοτέλης ἔφη τῆς περὶ τῶν Φυσικῶν ἀρχῶν πραγματείας ἀρχόμενος, οὑτωσὶ λέγων “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίζωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον πρῶτον διορίσασθαι τὰς ἀρχάς”. ἐπεὶ οὖν διττὸς ὁ νοῦς, ὁ μὲν περὶ τὰ καθόλου καταγινόμενος, ὁ δὲ περὶ τὰ καθ’ ἕκαστα, καὶ ὁ μὲν περὶ 〈τὰ〉 καθόλου ἐστί, καθ’ ὃν αἱ ἐπιστῆμαι ἡμῖν παραγίνονται, ὃς καὶ θεωρητικὸς ὀνομάζεται, ὁ δὲ περὶ τὰ καθ’ ἕκαστα καὶ πρακτά, ὃς καὶ πρακτικὸς λέγεται, εἰσὶ δὲ ἀρχαὶ τῶν πρακτῶν, ὧν ἡ γνῶσις ἡμῖν τὰ μέγιστα συμβάλλεται πρὸς τὴν κατάληψιν καὶ τὴν κατόρθωσιν τῶν πρακτῶν, προτίθεται νῦν περὶ τούτων εἰπεῖν, ποία τε δύναμίς ἐστιν ἡ ταῦτα καταλαμβάνουσα καὶ πῶς αὐτῶν ἡ κατάληψις γίνεται. ταῦτα δ’ ἔσχατά φησιν, ἤτοι τὰ πρακτὰ ἢ αἱ ἀρχαὶ τοῦ πρακτικοῦ νοῦ, ἔσχατα λέγων τὰ καθ’ ἕκαστα. ἀπὸ γὰρ τῶν καθόλου ἀρχόμενοι καὶ ἐπὶ τὰ ἑξῆς προοδεύοντες καταντῶμεν εἰς τὰ καθ’ ἕκαστα, περαιτέρω προβῆναι μὴ ἔχοντες. οὐ γὰρ ἂν ἦσαν ἔσχατα, εἰ καὶ μετ’ αὐτὰ πάλιν ἕτερα ἐφευρίσκοντο. λέγει δὲ ὅτι καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐφ’ ἑκάτερα, ἔσχατα ὀνομάζων νῦν τὰς θεωρητικὰς ἀρχὰς καὶ πρακτικάς. ἐπεὶ γὰρ τὰ μὲν τῇ φύσει πρότερα ἡμῖν ὕστερα ἐν τοῖς γινωσκομένοις ἐστίν, τὰ δὲ ἡμῖν πρότερα τῇ φύσει ὕστερα, ἀπὸ μὲν τῶν ἡμῖν προτέρων ἀρχόμενοι κἀπὶ τὰ φύσει ἀρχοειδέστερα,3 ἃ καὶ ἀρχαί εἰσι τῶν ἐπιστημῶν καὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι, ἀπὸ δὲ τῶν φύσει προτέρων ἀρχόμενοι καὶ προϊόντες ἐπὶ τὰ ἑξῆς καταντῶμεν εἰς ἔσχατα τὰ ἡμῖν πρότερα, ἃ καὶ ἀρχαὶ τῶν πράξεών εἰσι καὶ τῶν περὶ τὰ πρακτὰ μεταχειρίσεων, ὡς εἶναι ἀρχὰς καὶ ἔσχατα ἑκατέρωθεν καὶ λέγεσθαι τὰ αὐτὰ κατ’ ἄλλο καὶ ἄλλο ἀρχὰς καὶ ἔσχατα, τὰ μὲν δηλονότι πρὸς τὴν φύσιν, τὰ δὲ πρὸς ἡμᾶς. λέγει οὖν ὅτι ὁ νοῦς τῶν ἐσχάτων ἐπ’ ἀμφότερα, ἐπί τε τὰ φύσει καὶ τὰ ἐφ’ ἡμῖν πρῶτα καὶ ἔσχατα. καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστι καὶ οὐ λόγος. πρώτους καὶ ἐσχάτους ὅρους φησὶ τοὺς πρὸς τὴν φύσιν οὕτως ἔχοντας, οὐ πρὸς ἡμᾶς, ὡς πρώτων καὶ ἐσχάτων κυρίως ὀφειλόντων λέγεσθαι τῶν πρὸς τὴν φύσιν ἐχόντων οὕτως, εἰ καὶ πρὸς ἡμᾶς ἄλλως ἔχουσι, διὰ τὸ εἶναι ἡμῖν ἐξ ἀρχῆς τὰ τῇ αἰσθήσει εὐδηλότερα πρότερα. λέγει οὖν ὅτι τῶν ἐσχάτων ἐφ’ ἑκάτερα νοῦς ἐστι καὶ οὐ λόγος γνωστικός, νοῦν ὀνομάζων τὴν ἀμέσως γινώσκουσαν δύναμιν, λόγον δὲ τὴν διὰ μέσου καὶ συλλογιστικῶς, ἥ ἐστιν ἡ διάνοια. νοῦν δέ φησι τὸν αὐτὸν μὲν τῇ οὐσίᾳ, ἕτερον δὲ καὶ ἕτερον τῇ ἐνεργείᾳ. ὁ γὰρ ἐν ἡμῖν νοῦς, ἑαυτὸν μὲν θεωρῶν καὶ τὰ κατ’ αὐτὸν καὶ τὰ κρείττω, θεωρητικός ἐστι, τὰ δ’ αὐτῷ συνηρτημένα καὶ χείρονα μέτρῳ διδοὺς καὶ ῥυθμίζων καὶ πράττων, πρακτικός ἐστι καὶ ὀνομάζεται. ἐκείνως μὲν οὖν τὰς ἐπιστήμας συνίστησιν, οὕτως δὲ περὶ τὰ πρακτὰ καταγίνεται.

“而这些是终极者。智性在双向皆关涉终极者。因为对最初的端项和终极者而言,起作用的是智性而非推理:在论证中的智性关涉不动且最初的端项,而在实践[推理]中的智性则关涉终极的、偶然的以及另一个前提。因为这些正是目的的始基;由于普遍者来自个别事物。因此对这些必须具有感觉,而这感觉就是智性。” 凡欲认识某种具有始基的可知对象者,必然要认识该可知对象的始基,因为若不预先认识其始基,他便不可能以其他方式达到对所提主题的认识,正如亚里士多德自己在开启关于《物理学》始基的论述时所说的那样,他如此言道:“既然在一切具有始基、原因或要素的研究方法中,知晓与理解都产生于对这些的认识(因为只有当我们认识了最初的原因、最初的始基直至各要素时,我们才认为自己认识了每一事物),那么显而易见,在关于自然的科学中,首先也必须尝试界定诸始基”。因此,既然智性是双重的,一种致力于普遍事物,另一种致力于个别事物;关涉普遍事物的那种智性使我们获得各门科学,它也被称为理论智性,而关涉个别且可实践之事物的那种智性也被称为实践智性;并且存在着可实践之事的诸始基,对其认知对我们把握并成就可实践之事具有最大的助益,所以他现在提议就这些始基进行论述:究竟是何种能力把握它们,以及对它们的把握是如何生成的。他说“而这些是终极者”,意思是指可实践之事或者实践智性的诸始基,并称个别事物为终极者。因为我们从普遍者出发并依次前行,便达到了个别事物,无法进一步前行。因为若在它们之后还能发现其他事物,它们就不成其为终极者了。他又说“智性在双向皆关涉终极者”,此时称理论始基和实践始基为终极者。因为既然就本性而言在先者在可知事物中对我们是在后的,而对我们而言在先者就本性而言是在后的,那么从对我们而言在先者出发而[前行]至就本性而言更具始基性的事物(这些既是各门科学的始基,也是论证的不可论证的始基),而另一方面从就本性而言在先者出发并依次前行,我们便达到对我们而言在先的终极者(这些既是诸行动的始基,也是关于可实践之事的处置的始基),以至于在两端都存在始基与终极者,并且相同的事物从不同方面被称为始基与终极者,前者显然是相对于本性而言,后者则是相对于我们而言。因此他说,智性在双向皆关涉终极者,即关涉就本性而言以及相对于我们而言最初的和终极的事物。“因为对最初的端项和终极者而言,起作用的是智性而非推理”。他所谓最初和终极的端项,是指就本性而言如此者,而非对我们而言如此者,因为真正应当被称为最初和终极者的,乃是就本性而言如此者,即便对我们而言并非如此,因为对我们而言从一开始就更容易被感觉察觉的事物是在先的。因此他说,关涉这两端的终极者的是智性而非认知的推理,他把直接认识的能力称为智性,而把通过中项且推论性地认识的能力(即思想)称为推理。他说智性在实体上是同一的,但在活动上是各异的。因为我们身上的智性,在观照自身、合乎自身的事物以及更优越的事物时,是理论的;而在赋予尺度、规范并践行与自身相连且低劣的事物时,是实践的,并且也被称为实践智性。依前一种方式它建立各门科学,而依后一种方式它则致力于可实践之事。

语法注3 条
  1. 6.96τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων νοῦς ἐστι καὶ οὐ λόγος

    属格 τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων 是依存于表语名词 νοῦς 的宾格性属格(对象属格),意为“认识最初端项与终极者的乃是智性,而非推理”。

  2. 6.96ὡς μὴ ἐνὸν ἄλλως

    由 ὡς 加上非人称动词 ἔνεστι 的中性分词 ἐνόν 构成的独立宾格结构,表示主观理由或逻辑前提:“鉴于不可能以其他方式……”。

  3. 6.96ἀπὸ μὲν τῶν ἡμῖν προτέρων ἀρχόμενοι κἀπὶ τὰ φύσει ἀρχοειδέστερα

    正反对照结构(ἀπὸ μὲν ... ἀπὸ δὲ ...)的前半段。κἀπὶ 是 καὶ ἐπί 的缩合。前半段在句法上省略了对应后半段 καταντῶμεν 的行进或到达动词,需依上下文补出“[前行]至就本性而言更具始基性的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:376.16-377.32