- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:375.3-376.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》1143a29–32,阐明了明智与理解、判定之间的区别在于时间上的先后(实践在先,评判在后),并论证了实践、理解与判定都关涉未来的个别事物与终极者。
" Καὶ ἐν μὲν τῷ κριτικὸς εἶναι περὶ ὧν ὁ φρόνιμος, συνετὸς καὶ εὐγνώμων ἢ συγγνώμων. τὰ γὰρ ἐπιεικῆ κοινὰ τῶν ἀγαθῶν ἁπάντων εἰσὶν ἐν τῷ πρὸς ἄλλον." Περὶ τῆς διαφορᾶς καὶ πάλιν ὑπομιμνήσκει τῆς συνέσεως καὶ γνώμης πρὸς τὴν φρόνησιν, ὅτι τῷ χρόνῳ ἐκείνης διαφέρουσιν.1 ἴσασι μὲν γὰρ τὰ αὐτὰ καὶ περὶ τὰ αὐτὰ καταγίνεται. ταῦτα δέ εἰσι τὰ ἐφ’ ἡμῖν καὶ πρακτὰ καὶ καθ’ ἕκαστα, περὶ ὧν βουλευόμεθα καὶ πραγματευόμεθα. ἀλλ’ ὁ μὲν φρόνιμος μέτεισι πρότερον ταῦτα κατὰ τὸν προσήκοντα τρόπον τῶν τελῶν ἐφικνούμενος, μετὰ ταῦτα δ’ ὁ ἐπιεικὴς κρίνει ταῦτα, συνέσει μὲν χρώμενος ὡς καταλαμβάνων αὐτά· μετ’ εὐγνωμοσύνης δὲ ἢ καὶ συγγνώμης ἐνίοτε, ἐς ὕστερον κρίνων αὐτὰ κατὰ τὸ τοῖς ὑποκειμένοις ἁρμόδιον, καθὰ καὶ πρότερον εἴρηται. κοινὴ γὰρ ἡ ἐπιείκεια, καὶ τὰ παρὰ τῆς ἐπιεικείας κρινόμενα πάντων ἐστὶ τῶν ἀγαθῶν τῶν παρὰ τοῦ φρονίμου κατορθουμένων, πρὸς ἄλλον τοῦ ἐπιεικοῦς τὴν οἰκείαν ἐνδεικνυμένου ἐνέργειαν. ἃ γὰρ ἕτερος ἐκ φρονήσεως κατορθοῖ, ταῦθ’ ὁ ἐπιεικὴς κρίνει ὀρθῶς, γνώμῃ χρώμενος καὶ συγγνώμῃ. τὰ γὰρ αὐτά εἰσιν ὑποκείμενα, ὡς προείρηται, τῷ τε φρονίμῳ καὶ ἐπιεικεῖ. ἀλλ’ ὁ μὲν φρόνιμος ὡς αὐτὸς ἐνεργῶν καὶ κατορθῶν ἔχει πρὸς αὐτά, ὁ δὲ ἐπιεικὴς ὡς ἄλλου ἐνεργήσαντος αὐτὸς κρίνων μετὰ γνώμης τε καὶ συγγνώμης. οὐδὲν δὲ καινόν, εἰ εἰς ταὐτὸν ἄγομεν γνώμην τε καὶ συγγνώμην, ὅτι ταὐτὸν αἱ φωναὶ αὗται δύνανται, κἂν ἡ μὲν ἁπλῆ τῶν φωνῶν ὑπάρχῃ, ἡ δὲ σύνθετος, ὃ καὶ πρότερον ἐπὶ τῆς συνέσεως καὶ εὐσυνεσίας ὁ Ἀριστοτέλης πεποίηκεν.
“而且在对明智之人所关涉的事物具有判定能力上,人是有理解力的,并且是善于判定的或体谅的。因为在与他人的关系中,公道的事物对所有善人都是共通的。” 他再次提醒人们注意理解与判定相对于明智的差异,即它们在时间上与明智有所不同。因为它们认识相同的事物并致力于相同的事物;而这些事物就是取决于我们自身的、可实践的以及个别的事物,也是我们所考量并从事的事物。然而,明智之人首先以适宜的方式追求这些事物并达成目的,而在此之后,公道之人评判这些事物,他运用理解来把握它们,并带着善于判定、有时甚至带着体谅,依随适合于底层情况的方式在事后评判它们,正如先前所说的那样。因为公道是共通的,由公道所评判的事物属于由明智之人所成就的一切善事,公道之人乃是在对另一人的关系中展现其特有的活动。因为另一人凭着明智所成就的事,公道之人运用判定与体谅正确地加以评判。因为正如前述,底层的事物对于明智之人与公道之人是相同的。但明智之人对这些事物是作为亲自活动并成就者而相关的,而公道之人则是作为在另一人活动之后亲自带着判定与体谅加以评判者[而相关的]。即便我们将判定与体谅归结为同一事物,也无甚可怪,因为这些语词具有相同的效力,哪怕其中一个语词是单纯的,而另一个是复合的,正如亚里士多德先前在论述理解与良好理解时所做的那样。
"Ἔστι δὲ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐσχάτων ἁπάντων τὰ πρακτά· καὶ γὰρ τὸν φρόνιμον δεῖ γινώσκειν αὐτά, καὶ ἡ σύνεσις καὶ ἡ γνώμη περὶ τὰ πρακτά." Ἐκεῖνα, φησί, πράττομεν, ἅ εἰσι πάντων ἔσχατα καὶ καθ’ ἕκαστα. περὶ γὰρ τῶν καθόλου οὔτε βουλεύεταί τις οὔτε πράττειν αὐτὰ ἐπιχειρεῖ, ἀλλ’ ὅσα ἐφ’ ἡμῖν ἐστι, περὶ αὐτῶν βουλευόμεθα καὶ περὶ ἐκεῖνα τὰς πράξεις ἐνδεικνύμεθα, ἅ εἰσιν ἐνδεχόμενα καὶ καθ’ ἕκαστα καὶ χρόνου τοῦ μέλλοντος. τίς γὰρ ἂν καὶ βουλεύσαιτο πώποτε περὶ τῶν καθόλου ἢ περὶ τῶν ἀναγκαίων ἢ περὶ τῶν παρελθόντων ἢ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένων ἢ ὡς ἐπ’ ἔλαττον, οἷον περὶ τῶν ὡρῶν τοῦ ἔτους ἢ περὶ τοῦ τὸ ἐσόμενον παιδίον πενταδάκτυλον γενέσθαι ἢ ἑξαδάκτυλον· τὰ μὲν γὰρ ἀναγκαῖα καὶ ὡς ἐπὶ τὸ πολὺ θείας προνοίας ἔργα ἢ φύσεως, ἣν καὶ αὐτὴν ἡ πρόνοια τῆς γενέσεως προεστήσατο,2 τὰ δ’ ἐπ’ ἔλαττον τύχης ἴσως ἢ αὐτομάτου· προαιρέσεως δὲ τούτων οὐδὲν οὐδὲ ἐφ’ ἡμῖν· τὰ δὲ παρελθόντα ἤδη γέγονε καὶ οὐκ ἔστι. καὶ τίς ἂν εἴη τοσοῦτον μάταιος, ὥστε ματαίως περὶ τῶν μὴ ὄντων βουλεύεσθαι; ἀλλὰ καὶ περὶ τῶν ὄντων ὡς ἐσομένων βουλεύεσθαι διάκενόν τε καὶ τοῦ φρονοῦντος ἀνοίκειον, εἰ μή τις ἴσως μενόντων τῶν γεγονότων μετὰ τὴν γένεσιν, πῶς εἰς τὸ ἑξῆς διαμενοῦσι βουλεύσεται. καὶ τοῦτο πάλιν περὶ τοῦ ἑξῆς ἐστι βουλεύεσθαι καὶ τοῦ μέλλοντος, καὶ ὁ φρόνιμος δὲ διὰ τοῦτο γινώσκει αὐτά, διὰ τὸ ἐν πείρᾳ γεγονέναι πολλῶν καὶ κτήσασθαι ὄμμα καὶ νοῦν περὶ τὰ καθ’ ἕκαστα, διορατικὸν ὑπάρχοντα καὶ τοῦ μέλλοντος. περὶ τὰ αὐτὰ δὲ καὶ ἡ σύνεσις καὶ ἡ γνώμη τῷ φρονίμῳ εἰσὶ καὶ περὶ τούτων ποιοῦντι τὰς κρίσεις, διότι καὶ τούτων ἑκατέρα ἐκ τῆς τῶν καθ’ ἕκαστα πολυπειρίας προσγίνεται.
“而可实践之事属于个别事物和所有事物中的终极者;因为明智之人必须认识它们,且理解与判定都关涉可实践之事。” 他说,我们所践行的是在所有事物中作为终极者和个别事物的事情。因为关于普遍事物,既无人考量,也无人企图付诸实践,而是凡取决于我们自身之事,我们才加以考量,并关于那些属于可偶然发生的、个别的且属于未来时间的事物展现行动。因为有谁曾关于普遍事物、或关于必然事物、或关于过去之事、或关于多半如此发生或极少发生之事进行过考量呢?例如关于一年中的季节,或者关于将出生的婴儿是五指还是六指;因为必然事物和多半如此发生的事物是神圣摄理的作为,或者是自然(摄理也将自然本身置于统辖生成之位)的作为,而极少发生之事则或许是运气或偶然的作为;在这些事物中没有什么是出于抉择的,也不取决于我们自身。至于过去之事,已经发生且已不在。谁又会如此愚昧,以至于徒然考量不存在之事呢?但是,若将已然存在之事当作将要生成之事来考量,也是虚妄且不合于有理智之人的,除非或许在已经生成之事于生成之后存留下来时,有人考量它们今后将如何继续存留。而这也同样是关于接续之事和关于未来的考量。明智之人也正因如此认识它们:因为他已历经许多事物的经验,获得了关于个别事物的眼光与智性,从而对未来也具有洞察力。在明智之人身上,并且在他对这些事物做出评判时,理解与判定也关涉同样的事物,因为这二者各自同样是源于对个别事物的丰富经验而获得的。
- 6.94τῷ χρόνῳ ἐκείνης διαφέρουσιν
τῷ χρόνῳ 是表方面或限制的与格(“在时间上”),ἐκείνης 是由动词 διαφέρουσιν 支配的比较属格(“与那个[即明智]相区别”),指实践在先而评判在后的时间先后关系。
- 6.95ἣν καὶ αὐτὴν ἡ πρόνοια τῆς γενέσεως προεστήσατο
关系代词 ἣν(先行词为 φύσεως)连同 αὐτήν 作为动词 προεστήσατο(προΐστημι 的直陈语气不定过去时中动态第三人称单数)的宾语(宾格),而 τῆς γενέσεως 是由 προΐστημι 支配的属格(“摄理将自然本身置于掌管生成之位”)。
