← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§374.8-375.2

明智与判定等诸能力的统合与共同载体

针对亚里士多德论述明智、理解、判定与实践智性指向同一主体并归于相同之人这一论点(1143a25),欧斯特拉提乌斯阐明这些能力在作为关涉个别实践对象(终极者)的官能上在载体中是一致的,并且是经由长期经验才在灵魂中形成的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.93

" Εἰσὶ δὲ πᾶσαι αἱ ἕξεις εὐλόγως εἰς ταὐτὸ τείνουσαι. λέγομεν γὰρ γνώμην καὶ φρόνησιν καὶ σύνεσιν καὶ νοῦν ἐπὶ τοὺς αὐτοὺς ἐπιφέροντες γνώμην ἔχειν καὶ νοῦν ἤδη καὶ φρονίμους καὶ συνετούς·1 πᾶσαι γὰρ αἱ δυνάμεις αὗται τῶν ἐσχάτων καὶ τῶν καθ’ ἕκαστα." Περὶ φρονήσεως καὶ συνέσεως, ἔτι δὲ γνώμης καὶ συγγνώμης εἰπὼν τί ἀλλήλων διαφέρουσιν, ἐπεὶ ὡς κοινωνούσας ἀλλήλαις ταύτας ἀλλήλων διέστησε, τὰς διαφορὰς αὐτῶν παραδούς, λέγει νῦν καὶ τί αὐταῖς τὸ κοινόν, καθὸ συνερχομένας αὐτὰς εἰς ταὐτὸν ἔδειξεν ἀλλήλων διαφερούσας, καὶ δείκνυσιν ὅτι τῷ ὑποκειμένῳ εἰσὶν αἱ αὐταί, ἐν ᾧ θεωροῦνται ὡς κατηγορούμεναι αὐτοῦ.2 τοῦτο γάρ ἐστι τὸ εἰς ταὐτὸ τείνουσαι. τὴν γὰρ γνώμην, φησί, καὶ τὴν φρόνησιν καὶ τὴν σύνεσιν καὶ τὸν νοῦν ἐπὶ τοὺς αὐτοὺς ἀνθρώπους φέρομεν· νοῦν δὲ λέγει ἐνταῦθα τὸν πρακτικόν. ὁ γὰρ περὶ τὰ καθ’ ἕκαστα νοῦς ὁ πρακτικός ἐστιν, ὃς καὶ λογισμὸς λέγεται, ὡς λογίζων καὶ μετρῶν τῶν πραττομένων ἕκαστον. ὁ γοῦν φρόνιμος ὡς διευθετῶν καὶ ἀπευθύνων πρὸς τὸ τέλος αὐτὰ φρόνιμος λέγεται, ὡς δὲ κρίνων, ὅτι καλῶς ἀπηυθύνθη, καὶ ὡς ἔδει τοῦ τέλους ἐφίκετο, συνετὸς καὶ εὐσύνετος ὀνομάζεται, ὡς δὲ κατὰ τὸ ἁρμόδιον τοῖς ὑποκειμένοις προσώποις καὶ πράγμασιν, αἰτίαις τε καὶ τρόποις τὰς κρίσεις ποιούμενος, εὐγνώμων ῥηθήσεται. διὰ τοῦτο τὸν αὐτὸν καὶ φρόνησιν ἔχειν, ἤτοι νοῦν πρακτικόν, καὶ σύνεσιν καὶ γνώμην λέγομεν, ὡς κατ’ αὐτὰς ἐνεργούμενον περὶ τὰ πραττόμενα. τὸ δὲ ἤδη προσέθηκε τῷ νοῦν ἔχειν, νοῦν ἔχειν ἤδη εἰπών, δηλονότι μετὰ τὴν τῶν πραγμάτων πολυπειρίαν ὁ περὶ τὰ πρακτὰ νοῦς τῇ ψυχῇ περιγίνεται, καὶ ἤδη νοῦν ἔχειν λέγεται ὁ πολλὰ ἰδὼν καὶ παθὼν καὶ διὰ μακροῦ χρόνου τοῦτον δεξάμενος. ἐπιφέρει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν αἱ δυνάμεις αὗται ἐπὶ τῶν αὐτῶν λέγονται. διότι γάρ, φησίν, αὗται πᾶσαι τῶν ἐσχάτων εἰσὶ καὶ τῶν καθ’ ἕκαστα, τὰ αὐτὰ λέγων ἐκ παραλλήλου ἔσχατα καὶ καθ’ ἕκαστα, περὶ ἃ καὶ ὁ φρόνιμος καὶ πρακτικὸν ἔχων νοῦν καταγίνεται. δυνάμεις δὲ ἐνταῦθα ἔφη ἃς προλαβὼν ἕξεις εἴρηκε,3 κατὰ τὸ δεύτερον δηλονότι σημαινόμενον τῆς δυνάμεως, ἥτις οὕτω πρὸς τὴν προχείρισιν ὀνομάζεται.

“而所有这些品质合乎情理地指向同一事物。因为我们将判定、明智、理解和智性归于相同的人,说他们具有判定并已有智性,且是明智的和有理解力的;因为所有这些能力都属于终极者和个别事物。” 在论述了明智与理解,以及判定与体谅彼此之间有何不同之后,既然他在给出它们的差异时是将它们作为彼此互通之物而相互区分的,现在他便说明它们之间共同的东西是什么,就他在指出它们彼此相异的同时又指明它们汇聚于同一事物而言;并且他指明它们在底层载体(即它们作为其谓项而被观察到的载体)上是相同的。因为这就是“指向同一事物”的意思。他说,因为我们将判定、明智、理解和智性归于相同的人;而他在这里所说的“智性”是指实践智性。因为关涉个别事物的智性就是实践智性,它也被称为推算,因为它推算并衡量每一件所做之事。无论如何,明智之人作为安排这些事物并使之正向目的的人被称为“明智的”;而作为评判这些事物已被妥善引导并如所应当的那样达成了目的的人,他被称为“有理解力的”和“善于理解的”;作为根据底层人物与事件、原因与方式适切地做出判定的人,他将被称为“善于判定的”。因此,我们说同一个人既具有明智(即实践智性),又具有理解和判定,因为他关于所做之事乃是依循这些而在活动。而他在“具有智性”上加上了“已有”,说“已有智性”,显然是因为在对事务的丰富经验之后,关涉可实践之事的智性才归于灵魂,而见过并经历过许多事并在漫长时间之后领受了这种智性的人,才被称为“已有智性”。他也补充了这些能力被归于相同之人所依据的原因。他说,因为所有这些能力都属于终极者和个别事物,他是平行地将同样的事物称为“终极者”和“个别事物”,而明智之人与具有实践智性之人所致力的也正是这些事物。而他在这里所说的“能力”,就是他此前所谓的“品质”,这显然是按照能力的第二种含义而言的,能力是相对于随时可用而被如此称呼的。

语法注3 条
  1. 6.93ἐπιφέροντες γνώμην ἔχειν καὶ νοῦν ἤδη καὶ φρονίμους καὶ συνετούς

    现在分词 ἐπιφέροντες(归于/赋予)与主动词 λέγομεν 的主语一致,为主格阳性复数。其后接续的短语中,不定式短语 γνώμην ἔχειν καὶ νοῦν ἤδη(具有判定并已有智性)与形容词宾格 φρονίμους καὶ συνετούς(明智的和有理解力的)并列;后者作为省略的系词不定式 εἶναι 的谓语宾格,其逻辑主语即前文的 τοὺς αὐτούς。

  2. 6.93τῷ ὑποκειμένῳ εἰσὶν αἱ αὐταί, ἐν ᾧ θεωροῦνται ὡς κατηγορούμεναι αὐτοῦ

    τῷ ὑποκειμένῳ 为表示范围或视角的与格(“在底层载体上”)。关系代词 ᾧ 为中性单数与格,与介词 ἐν 连用,先行词为 τὸ ὑποκείμενον;后文的 αὐτοῦ 则是指代同一载体的属格。分词 κατηγορούμεναι 为阴性复数主格,与主语(诸品质/能力)一致,意为“作为被用于述说该载体的谓项”。

  3. 6.93δυνάμεις δὲ ἐνταῦθα ἔφη ἃς προλαβὼν ἕξεις εἴρηκε

    关系代词 ἃς 是 εἴρηκε 的宾语,先行词省略(δυνάμεις 作 ἔφη 的谓语宾格),而 ἕξεις 在关系从句内部作宾语补足语(谓语宾格),即“他在这里将之前称为‘品质’的东西称为‘能力’”。προλαβών 为表示时间先后的副词性分词(“预先/在此之前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:374.8-375.2