← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§372.32-374.7

从体谅界定判定与公平的纠偏作用

厄斯特拉提乌斯就1143a21进行注解,阐明亚里士多德何以从更为明晰的复合词“体谅”出发来论述单纯词“判定”,并探讨了公平对普遍法律的纠偏作用及相关术语的语义范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.92

" Σημεῖον δέ· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶ τοῦ ἐπιεικοῦς. ὀρθὴ δὲ ἡ τοῦ ἀληθοῦς." Ἡ μὲν γνώμη ἁπλοῦν, ἡ δὲ συγγνώμη σύνθετον, ὅσον κατὰ τὴν φωνήν· ἁπλουστέρα γὰρ ἡ γνώμης φωνὴ τῆς συγγνώμης. λαμβάνει οὖν τὸ σύνθετον πρὸς τὴν δεῖξιν τοῦ ἁπλοῦ, διότι καὶ σαφέστερα πρὸς ἡμᾶς τῶν ἁπλῶν τὰ σύνθετα, εἰ καὶ κατὰ τὴν φύσιν ἔχει ἀνάπαλιν. ὅτι γὰρ τοῦ ἐπιεικοῦς κρίσις ἡ γνώμη ἐστί, δῆλον ἐκ τῆς κοινῆς ὑπολήψεως. φαμὲν εἶναι συγγνωμονικὸν τὸν ἐπιεικῆ καὶ ἐπιεικῆ διάθεσιν ἐν ἀνθρώπου ψυχῇ τὸ ἔχειν περὶ ἕκαστα συγγνώμην τῶν πραττομένων, πραττομένων μὲν ὑπὸ ἑτέρων ἀνθρώπων φρονίμων, κρινομένων δὲ ὑπὸ τῶν ἐπιεικῶν, καὶ τυγχανόντων συγγνώμης,1 ἔνθαπερ δοκεῖ αὐτοῖς τι προσάπτεσθαι αἰτιάσεως παρέχον πρόφασιν τοῖς τῶν ἀνθρώπων μὴ ἐπιεικέσι. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ περὶ ἕκαστα περὶ ἔνια ἔχουσι. καὶ ἔοικεν εἶναι ἡ δευτέρα αὕτη προσφυεστέρα γραφή, ὅτι μηδὲ περὶ πάντων ὁ ἐπιεικὴς τὴν κρίσιν ποιεῖται καὶ τὸ ἑαυτοῦ συγγνωμονικὸν ἐπιδείκνυται ἀλλὰ περὶ ἐκείνων μόνων, ὅσα ἔχει τῇ τοῦ δέοντος ἀποφάσει καί τι ἐπιμεμιγμένον, ᾧ τις αἰτίασις παρεισφέρεται. ἐπιφέρει δὲ ἀναγκαίως καὶ τὸν ὁρισμὸν τῆς συγγνώμης, συγγνώμην εἶναι φάσκων γνώμην κριτικὴν τοῦ ἐπιεικοῦς ὀρθήν. ὁ γὰρ ἐπιεικὴς διὰ τὸ καθόλου κεῖσθαι τοὺς νόμους καὶ μὴ δύνασθαι τὸν νομοθέτην ἐν τῷ νομοθετεῖν πάντα ἐπεξέρχεσθαι τὰ καθ’ ἕκαστα καὶ ἃ συμβαίνειν εἴωθεν ἐν τοῖς πράττουσι καὶ τοῖς πράγμασιν, ἐντυγχάνει πολλάκις τισὶ συμβαίνουσιν, ἃ οὐ χρὴ οὕτως ἐκπεραίνειν, ὡς τὸ καθόλου διαλαμβάνει, ἀλλ’ ἐλαττοῦν ἐνίοτε τὰ παρὰ τοῦ νομοθέτου ἀποφαινόμενα, ὃ δὴ γνώμης καὶ συγγνώμης ἐστίν. ὀρθῶς οὖν κρίνων περὶ τῶν τοιούτων ὁ ἐπιεικὴς ἐλαττοῖ τὸ δίκαιον, ὃ ὁ νομοθέτης διώρισε καθόλου ἀποφαινόμενος, καὶ διὰ τοῦτο γνώμην ἔχειν καὶ συγγινώσκειν τοῖς ἁμαρτάνουσι λέγεται, οἷον εἰ νόμος εἴη τυχόν, φόνῳ ὑποκεῖσθαι τὸν τὸν ἴδιον πατέρα τυπτήσαντα, ἐτύπτησέ τις τὸν πατέρα συναντήσας νυκτός,2 κλέπτην εἶναι δοκῶν τὸν συναντηθέντα ἐπιβάντα τῆς οἰκίας, περὶ τοῦ τοιούτου ὁ νομοθέτης οὐδὲν προσέθετο περὶ πατραλοίου διοριζόμενος· ἐλαττώσει τοιγαροῦν τὸ δίκαιον ὁ ἐπιεικὴς καὶ οὐκ ἐάσει ἀναιρεθῆναι τὸν τυπτήσαντα τὸν πατέρα αὐτοῦ, ὅτι κατὰ ἄγνοιαν ἥμαρτεν. δεῖ δὲ μὴ λανθάνειν, ὅτι ἡ μὲν συγγνώμη ἐπὶ τῶν ἐπιεικευομένων μόνων λέγεσθαι εἴωθεν, ὡς εἴρηται, ἡ δὲ γνώμη λέγεται μὲν καὶ ἐπὶ τούτων, λέγεται δὲ ὁμωνύμως καὶ ἐφ’ ἑτέρων πολλῶν, οἷον ἐπὶ τῆς κατὰ θέλησιν εἰδήσεως, ὡς εἴ τινος οἰκέτου πεπραχότος τι ἄτοπον ἐξετάζομεν, εἰ μετὰ γνώμης τοῦ δεσπότου τοῦτο πέπραχε, λέγομεν γνώμην καὶ τὴν ἑκάστου τῶν ἐν τῷ αὐτῷ βουλευτῶν περί τινος τῶν βουλευμάτων ἀρέσκειαν. ὅθεν καὶ ἀπαιτοῦμεν ἕκαστον τούτων ἐπὶ τῶν ἀμφισβητουμένων πραγμάτων τὴν ἑαυτοῦ γνώμην εἰς μέσον εἰσενεγκεῖν, ὡς ἐπὶ τοῦ διὰ βουλῆς ἀγομένου πράγματος ἐν τινι ἀρεσκομένῳ. καὶ ἐπὶ ἄλλων πολλῶν ἔστιν εὑρεῖν λαμβανόμενον τὸ ὄνομα τὴν γνώμην. ἡ δὲ σύν πρόθεσις ἔοικε τῇ γνώμῃ συντίθεσθαι ἐπὶ μόνων τῶν οἰκονομουμένων κατ’ ἐπιείκειαν, ὡς τοῦ ἐπιεικοῦς τῷ κρινομένῳ συγκαταβαίνοντος καὶ ὥσπερ σὺν αὐτῷ γινώσκοντος,3 ὅτι οὐ κατὰ τὴν τοῦ νομοθέτου ἀπόφασιν τὸ παρ’ αὐτοῦ γενόμενον καὶ ὡς ἔγκλημα δοκοῦν πέπρακται. διὸ δεῖν ἢ παντελῶς αὐτῷ ἀφεθῆναι τὸ ἔγκλημα ἢ μετρίαν τινὰ ἐπενεχθῆναι μετέλευσιν. οὕτω γάρ φαμεν καὶ συμπάθειαν καὶ συγχώρησιν, ὡς αὐτῷ πταίσαντι πάσχοντός τι τοῦ κρίνοντος καὶ χωροῦντος σὺν αὐτῷ, τὸ μὲν διὰ τὸν οἶκτον, τὸ δὲ διὰ τὴν τῆς μετριότητος συγκατάβασιν.

“证据在于:因为我们说公平之人最具有体谅之心,且对某些事情持有体谅是公平的。而体谅是公平之人的判定。正确的[判定]则是属于真实者的。” 判定是单纯的,而体谅是复合的,至少就言词而言如此;因为“判定”这一言词比“体谅”更为单纯。因此,他采用复合的言词来阐明单纯者,因为对我们而言复合者比单纯者更为清晰,即便在自然本性上恰好相反。因为判定是公平之人的裁量,这从普遍的观念来看是显然的。我们说公平之人具有体谅之心,且在人的灵魂中对所做事情的每一件持有体谅乃是一种公平的气质——这些事情是由其他明智之人所做,却由公平之人所评判,并在它们似乎沾染了某种咎责、为不公平的人提供了口实之处获得体谅。但某些抄本在“关于每一件”之处作“关于某些事情”。而这后一种读法似乎更为切当,因为公平之人并非对所有事情都做出裁量并表现出自己的体谅,而仅仅是对那些在应当之事的判定中掺杂了某种引来咎责之因素的事情表现出体谅。他也必然随之给出了体谅的定义,宣称体谅是公平之人正确的评判性判定。因为公平之人——由于法律是按普遍方式确立的,而立法者在立法时无法穷尽所有个别情况以及行为者与事务中常会发生的事情——经常会遇到某些发生的情形,它们不应当按照普遍的规定所把握的那样来予以处置,而是有时应当减损立法者所做出的判定,而这正是判定与体谅的职分。因此,公平之人就此类事情做出正确的裁量,减免了立法者通过普遍判定所划定的正义,并因此被称为对犯错之人具有判定且怀有体谅。例如,假如有法律规定殴打亲生父亲者处死,有人在夜间遇见父亲,以为所遇见的是侵入家中的盗贼而殴打了父亲,针对这样的人,立法者在规定弑父者时并未作任何补充;因此,公平之人将减损这一正义,不容许殴打父亲的人被处决,因为他是出于无知而犯错。但不可忽视的是,体谅一词如前所述通常仅用于依公平处置的事情,而判定一词不仅用于这些事情,而且作为同名异义词也用于许多其他事物,例如用于依意愿的知晓,如在仆人做出了某种不当之事时,我们审查他是否依主人的意旨行了此事;我们也将同一议会中的各位议员对某项决议的赞同称为判定。由此,在有争议的事务上,我们要求他们每个人将自己的判定公之于众,如同在通过商议进行的事项中持有某种赞同者一样。在许多其他情况下也可以发现“判定”这一名词被如此使用。而“同”这个前缀似乎唯独在按照公平治理的事情上才与“判定”复合,这是因为公平之人俯就受裁决者,宛如与他一同知晓:由他所做、看似罪咎的事情并非按照立法者的宣告所行。因此,必须要么彻底免除其罪咎,要么对其施加某种温和的追究。因为我们也是在这个意义上说同情和容让的,即裁决者对受挫者自身有所同感并与他同行,前者是出于怜悯,后者则是出于适度的俯就。

语法注3 条
  1. 6.92πραττομένων μὲν ὑπὸ ἑτέρων ἀνθρώπων φρονίμων, κρινομένων δὲ ὑπὸ τῶν ἐπιεικῶν, καὶ τυγχανόντων συγγνώμης

    这是一连串修饰前文中性复数属格 τῶν πραττομένων 的分词短语。πραττομένων 与 κρινομένων 明确为中性复数属格,与“所行之事”保持一致;其后的分词 τυγχανόντων 亦在统语上作为中性复数属格与这些事情相一致,意为“(事情)获得体谅”(尽管在语义上接近指涉行为者自身的根据意义配合)。

  2. 6.92οἷον εἰ νόμος εἴη τυχόν, φόνῳ ὑποκεῖσθαι τὸν τὸν ἴδιον πατέρα τυπτήσαντα, ἐτύπτησέ τις τὸν πατέρα συναντήσας νυκτός

    这是一种破格构文(anacoluthon):先由 εἰ 引导的假定从句(εἰ νόμος εἴη...)配合不定式带宾格结构(φόνῳ ὑποκεῖσθαι...)确立法律前提,随后并未接续规范的归结从句,而是直接转入直陈语气过去时(ἐτύπτησέ τις...)展开具体事例的叙述。整句话的逻辑主句直至文末的 ἐλαττώσει... ὁ ἐπιεικής 才得以恢复。

  3. 6.92ὡς τοῦ ἐπιεικοῦς τῷ κρινομένῳ συγκαταβαίνοντος καὶ ὥσπερ σὺν αὐτῷ γινώσκοντος

    这是由连词 ὡς 引导的独立属格结构,从阐释性的视角说明了前缀 σύν- 与名词结合的理据。该独立结构的逻辑主语为 τοῦ ἐπιεικοῦς,并列统领两个分词 συγκαταβαίνοντος 与 γινώσκοντος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:372.32-374.7