- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:371.34-372.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过将军毁墙以御敌的实例,阐明理解(评判纯粹的成全)与良识及公道(对出于必然的缺陷予以宽宥)之间的区别,并论证了从明智、优良筹划到理解与良识的传授次序的合理性。
δόξειε δ’ ἂν ἔτι ἀσαφὲς εἶναι, τί ἀλλήλων διαφέρουσι σύνεσις καὶ γνώμη, κρίσεις οὖσαι καὶ ἄμφω τῶν ἐνεργειῶν καὶ τελῶν τῆς φρονήσεως. αὐτὸς μὲν γὰρ Ἀριστοτέλης εἰληφὼς τὸν ἐπιεικῆ εἰς τὸν ὁρισμὸν τῆς γνώμης καὶ τῆς φρονήσεως, καὶ πλεῖόν τι οὐ προσέθετο1 ἢ μόνον ὅτι ἀπέδειξεν ἐκ τῶν ἐπιφερομένων, ὅπως ἡ γνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς. ἀλλ’ ἔοικεν ἡ μὲν σύνεσις τοῦτο κρίνειν μόνον ὡς ἔχει καλῶς τὸ τέλος, ὃ ἑαυτῇ προέθετο εἰς κατόρθωσιν καὶ ὅτι ὀρθῶς καὶ προσφυῶς ὁ πρὸς αὐτὴν τρόπος ἐπιτετήδευται καὶ ὅτι ὀρθὴ καὶ ἡ πρὸς τὸ τέλος ἐπιταγή. ἡ δ’ ἐπιείκεια οὐχ ἁπλῶς τοῖς τῆς φρονήσεως ἐνεργήμασιν ἐπιφέρεται, ἀλλ’ ὅταν ἀμφιβολία τις πρόσεστιν, εἰ τέλειον ἔχει τὸ εὖ ἢ οὔ, τουτέστιν 〈εἴ τι〉 αὐτοῦ λείπεται, οἷον ὡς ἐπὶ τοῦ στρατηγοῦ, ὃς πολεμίων ἐπελθόντων τῇ πόλει καὶ τῶν ἐν αὐτῇ μαχητῶν ἐπεξιόντων μὲν ἐκείνοις, μὴ καρτερούντων δὲ πρὸς τὴν ἀντιμάχησιν ἀλλὰ τῷ θάρρει τῶν πολιτῶν τῆς πόλεως ἐνδιδόντων καὶ τῆς σφῶν σωτηρίας αὐτῶν ἀντιποιουμένων ἐντός, εἶτα καθελόντος τὰ τείχη2 καὶ τούτῳ τῷ τρόπῳ τοῦ ἀντικειμένου καταναγκάσαντος ἐνστῆναι γενναίως πρὸς τοὺς ἐχθροὺς καὶ τελείως αὐτοὺς ἀποτρέψασθαι. ἐν γὰρ τούτῳ ὁ ἐπιεικὴς κατηγορουμένου τοῦ στρατηγοῦ, ὅτι τὰ τείχη κατήρειψε, κρινεῖ ἂν αὐτόν, ὡς ἀναγκαίως τοῦτο πεποίηκεν, ὡς μὴ ὂν δυνατὸν ἄλλως περιλαβόντας 〈τοὺς〉 ἐχθροὺς ἀποτρέψασθαι, εἰ μὴ τὴν πρόφασιν τῆς δειλίας ἀνεῖλε τοῦ μαχίμου τῶν πολιτῶν. ἐν τοῖς τοιούτοις δὴ ἡ κατὰ τὴν ἐπιείκειαν ἕξις τῆς ψυχῆς ἀναφαίνεται, συγγνωμονικῶς διατιθεμένη πρὸς τὰ δοκοῦντα συμπίπτειν ἀβούλητα ἐν ταῖς τῶν αἱρετῶν τελῶν κατορθώσεσι, τῆς συνέσεως μηδὲν τοιοῦτον ἐχούσης ἀλλὰ μόνον κρινούσης τὰ καθαρῶς παρὰ τῆς φρονήσεως κατορθούμενα. καὶ δόξειεν ἂν ἡ γνώμη καὶ ἡ συγγνώμη συνηρημένη τις εἶναι καὶ σύνθετος, καταλαμβάνουσα μὲν καὶ ἅπερ ἡ φρόνησις ἀπειργάσατο καὶ ἐπαινοῦσα μὲν καὶ τὰ κατορθώματα, συγκαταβαίνουσα δὲ καὶ τοῖς ἐξ ἀνάγκης τινὸς συμβαίνουσιν ἐλαττώμασι. καλῶς δὲ καὶ ἁρμοδίως καὶ ἡ τάξις ἔχει τῆς τῶν ἕξεων τουτωνὶ παραδόσεως, λέγω δὴ φρονήσεως εὐβουλίας συνέσεως καὶ γνώμης. ἡ μὲν γὰρ φρόνησις τῶν πραγμάτων προέστηκε καὶ τοὺς ἀγῶνας τοὺς περὶ ταῦτα καθυποδύεται, ἡ δὲ εὐβουλία ὥσπερ τις συνεργός ἐστιν αὐτῆς καὶ συνέριθος, ἡ δὲ σύνεσις καὶ ἡ γνώμη ὥσπερ τινές εἰσι θεωροί, τὰ γινόμενα κρίνουσαι καὶ πραττόμενα, ἡ μὲν ἁπλῶς ὡς καταλαμβάνουσα, ἡ δὲ καί τι τοῖς λαμβανομένοις ἐπάγουσα καὶ εἰς κρεῖττον ἐκ τοῦ χείρονος μεταφέρουσα τὰ παρὰ τῶν φιλαιτίων διασυρόμενα.
然而人们也许仍会觉得不甚清楚:理解与良识彼此究竟有何区别,因为二者都是对明智的活动与目的的判定。因为亚里士多德本人虽然将公道者纳入了良识与明智的定义,但除了根据后文表明良识如何是公道者的判定之外,并没有多加说明。但看来理解所判定的仅仅是:[明智]为了成就而为自身设立的目的处于何等良好的状态,导向它的途径是正确且适切地施行的,以及导向该目的的命令也是正确的。相反,公道并不是毫无条件地适用于明智的行动,而是在存有某种疑虑时才适用,即那善的状态是否完备,也就是说,是否从中有所缺失;例如在那位将军的情形中:当敌人来犯城池,城中的战士虽然出城迎敌,却无法忍受持续的交锋,反而屈从于城中市民的防卫而在内部谋求自身的安全,随后他拆毁了城墙,以这种相反的方式迫使〔他们〕勇敢地抗击敌人并彻底击退了他们。因为在这种情况下,当将军因毁坏城墙而遭受控告时,公道者会判定他乃是出于必然才这样做的,因为如果不消除市民战斗人员怯懦的借口,便不可能以别的方式击退包围中的敌人。正是在这样的事情中,灵魂依照公道的品质才显现出来,对于在实现所抉择的目的过程中似乎并非出于本意而偶发的事态怀有宽宥的态度;而理解则毫无这类的东西,仅仅判定由明智纯粹成全的事项。良识与宽宥似乎是一种紧缩而复合的事物,它既领会明智所作成的事物并称赞其成就,又对因某种必然性而发生的缺失予以体谅包容。此外,传授这些品质的次序也是美好且恰当的——我指的是明智、优良筹划、理解和良识。因为明智主管各项事务并投身于围绕它们的搏击,优良筹划宛如它的协作者和帮手,而理解与良识则宛如某种旁观者,判定发生与被施行的事物:前者纯粹作为领会者,后者则对领会到的事物有所附加,并将那些受吹毛求疵者诋毁的事物从较坏的状态转置为较好的状态。
- 6.91αὐτὸς μὲν γὰρ Ἀριστοτέλης εἰληφὼς ... καὶ πλεῖόν τι οὐ προσέθετο
主格分词 εἰληφὼς 经由连词 καί 与直陈式动词 οὐ προσέθετο 相连。在句法上,此处呈现破格构型(anacoluthon),分词分句在此被作让步解(“虽然纳入……却没有多加”),引出主要谓语。
- 6.91οἷον ὡς ἐπὶ τοῦ στρατηγοῦ, ὃς πολεμίων ἐπελθόντων ... εἶτα καθελόντος τὰ τείχη
该关系节以主格关系代词 ὃς 开始,但在插入了若干独立属格结构之后,并未出现定形主谓语,而是转为了与先行词 τοῦ στρατηγοῦ 的格相一致的属格分词 καθελόντος 与 καταναγκάσαντος。其句意骨架等同于关系分句:“该将军拆毁了城墙,迫使阵线抗击敌人”。
