- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:371.1-371.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者围绕《尼各马可伦理学》第6卷第11章开头(1143a19)关于良识(γνώμη)的定义展开评注,结合日常语言用法论证其存在,并对比理解(σύνεσις)来解析“公道者的正确判定”这一定义的各个构成要素。
" Ἡ δὲ καλουμένη γνώμη, καθ’ ἣν εὐγνώμονας καὶ ἔχειν φαμὲν γνώμην, ἡ τοῦ ἐπιεικοῦς1 ἐστι κρίσις ὀρθή." Ἔστι δὲ καὶ ἡ γνώμη μία τις τῶν περὶ αὐτὰ καταγινομένων, περὶ ἃ καὶ ἡ φρόνησις, ἤτοι τὰ καθ’ ἕκαστα καὶ τὰ ἐνδεχόμενα καὶ τὰ ἐφ’ ἡμῖν, ὥσπερ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο περὶ φρονήσεως καὶ τοῦ ὀρθοῦ λόγου διδάξας ἡμᾶς, εὐβουλίας τε καὶ συνέσεως, διδάσκει νῦν καὶ περὶ γνώμης ὁμοῦ καὶ συγγνώμης, ὁριζόμενος καὶ τούτων ἑκατέραν. ἐπεὶ γὰρ καὶ γνώμην ἔχειν λεγόμεθα παρά τινων ἄνθρωποι καὶ εὐγνώμονάς τινας καὶ συγγνωμονικοὺς ὀνομάζομεν, ὅταν περὶ ἑτέρων πραττόντων κρίνωσιν ὀρθῶς καὶ οἰκείως τοῖς προσώποις καὶ τοῖς πράγμασιν, ἔδει καὶ περὶ τούτων τὴν προσήκουσαν ἡμᾶς εἰληφέναι γνῶσιν, περὶ τῶν ἀρετῶν ἐξετάζοντας. ὅθεν ὁ Ἀριστοτέλης τὴν περὶ τῆς φρονήσεως καὶ τοῦ ὀρθοῦ λόγου θεωρίαν παραδιδοὺς οὐδὲ ταῦτ’ ἀφίησιν ἀνεξέταστα, ἁρμόδια ὄντα τῇ ἐνταῦθα προτεθείσῃ διδασκαλίᾳ, ἵνα μὴ ὁ προκείμενος λόγος λείποιτό τινος τῶν ἀνηκόντων αὐτῷ. φησὶ τοίνυν, ὅτι ἡ καλουμένη γνώμη, καθ’ ἣν εὐγνώμονας λέγομέν τινας, καθ’ ἣν ἔχειν γνώμην φαμέν, ἡ τοῦ ἐπιεικοῦς ὀρθὴ κρίσις ἐστίν. ὅτι μὲν ἔστι γνώμη, δείκνυσιν ἀπὸ τοῦ εἰπεῖν ἡμᾶς, ὅτι χρώμεθα τῷ τῆς γνώμης ὀνόματι. καὶ δῆλον ἐκ τοῦ λέγειν, εὐγνώμονα εἶναι καὶ γνώμην ἔχειν τὸν ἄνθρωπον περὶ τοῦδε τοῦ πράγματος. οὐ γὰρ ἂν οὕτω τὸ τῆς γνώμης ὄνομα κενὸν ἐφέρετο τῶν ἀνθρώπων τοῖς στόμασιν, εἰ μὴ ἦν τι καὶ πρᾶγμα, ᾧ ἐτέθη τὸ ὄνομα, ὥστε τὸ εἶναι τὴν γνώμην ἐκ τῆς κοινῆς χρήσεως τοῦ ὀνόματος δείκνυται. ἀποδίδωσι δὲ καὶ τὸ τί ἦν εἶναι, ἐπιφέρων εὐθὺς ὅτι ἡ τοῦ ἐπιεικοῦς κρίσις ὀρθή. τῷ μὲν γὰρ γένει κρίσις καὶ ἡ γνώμη καὶ ἡ σύνεσις. ἐπεὶ δὲ ἡ κρίσις κρίνοντος κρίσις, δεῖ ἐν τῷ ὅρῳ παραλαμβάνεσθαι καὶ τὸν κρίνοντα, ἵν’ εἴη ἐκ τούτου δῆλον, τί διαφέρει γνώμη συνέσεως. ὁ γὰρ συνετὸς ᾗ συνετὸς οὐ κρίνει κατὰ τὴν ἐπιείκειαν ἀλλὰ κατὰ τὴν σύνεσιν. ἡ δὲ σύνεσις ἦν ἡ κατανόησις τῆς ἐνεργείας καὶ τοῦ τέλους τῆς φρονήσεως, ὥστε τό τε ἀποβὰν καταλαμβάνειν ὅτι ἐπαινετόν, καὶ τὸν τρόπον δι’ οὗ κατώρθωται, ὅτι ἀξίως τοῦ τέλους καὶ οἰκείως ἐπιτετήδευται. τὸ ὀρθὴ δὲ ἀντὶ τοῦ ἀληθὴς εἴρηται.2 ἐνδέχεται γὰρ τὸν ἐπιεικῆ πλανηθέντα ποτὲ περὶ τὴν τοῦ πράγματος ὕπαρξιν οὐκ ὀρθῶς ἀποφήνασθαι. τίς δὲ ὁ ἐπιεικὴς καὶ τίς ἡ ἐπιείκεια, εἴρηκεν ἱκανῶς ὁ φιλόσοφος ἐν τῷ πρὸ τούτου βιβλίῳ, ἐν ᾧ καὶ περὶ δικαιοσύνης ἐδίδαξε.
“所谓良识,即依之我们称人们通情达理并具有良识者,乃是公道者的正确判定。” 良识也是关注与明智所关注的相同事物的事物之一,亦即与个别事物、偶然事物以及在我们掌控之中的事物相关,正如优良筹划与理解一样。因此,在教导了我们关于明智与正确理性,以及关于优良筹划与理解之后,他现在也一并教导关于良识与宽宥,并对这二者分别予以定义。因为既然我们人类也被某些人说成具有良识,并且当某些人就行动着的他人切合当事人与事情而正确判定时,我们称他们为通情达理者和具宽宥心者,那么我们这些探究德性的人,也有必要获得关于这些事物的合宜认识。因此,亚里士多德在传授关于明智与正确理性的考察时,也没有让这些事物未经考察,因为它们适合于此处提出的教学,以免当前的论述在属于它的任何事物上有所欠缺。于是他说,所谓良识,即依之我们称某些人通情达理、依之我们说他们具有良识者,乃是公道者的正确判定。良识的存在,是他根据我们说我们使用了良识之名而证明的。这从人们说某人在关于这件事情上是通情达理的并具有良识也是显而易见的。因为如果不是确实有某种被赋予该名称的事物存在,良识之名就不会以这种方式空洞地流传于人们口中,所以良识的存在是由该名称的日常用法所证明的。他也给出了其本质,随即补充说它是“公道者的正确判定”。因为在属上,良识与理解都是判定。但由于判定是判定者的判定,所以在定义中必须同时纳入判定者,以便由此明确良识与理解有何区别。因为具有理解者就其作为具有理解者而言,并不是按照公道去判定,而是按照理解去判定。而理解正是对明智的活动与目的的领会,从而把握结果是值得称赞的,并且实现结果的方式是配得上目的且恰当地施行的。说“正确的”,是用来代替“真实的”。因为公道者有时在关于事实的存在上发生迷误,从而作出不正确的判定,这也是可能的。至于谁是公道者以及什么是公道,哲学家在前一卷中教导关于正义时已经充分讨论过了。
- 6.91τοῦ ἐπιεικοῦς
引文中的 τοῦ ἐπιεικοῦς 在形态上既可看作中性单数属格(“关于公道之事的判定”,即宾格性属格),也可看作阳性单数属格(“公道之人的判定”,即主格性属格)。注解者在后文中明确指出“判定是判定者的判定,因此在定义中必须纳入判定者(τὸν κρίνοντα)”,并用阳性宾格 τὸν ἐπιεικῆ 指称此人,表明其明确采取了阳性主格性属格的解释。
- 6.91τὸ ὀρθὴ δὲ ἀντὶ τοῦ ἀληθὴς εἴρηται
此处注解了亚里士多德在定义中增加“正确的”(ὀρθή)一词的原因。主语 τὸ ὀρθή(由中性定冠词将词语 ὀρθή 名词化)与介词短语 ἀντὶ τοῦ ἀληθής(“代替‘真实的’”)构成述谓关系。注解者指出,公道之人也可能在案件事实(τὴν τοῦ πράγματος ὕπαρξιν)上发生误判,因而其判定并非无条件必然为真,故“正确的”在此处起限定作用。
