- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:369.34-370.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥借助范畴以及师生类比,论证了具有和获得明智不同于明智本身,并且理解在自然上次于它们。
εἰ γὰρ αἱ ἕξεις ἢ ἅμα ἢ πρότεραι, αἱ δὲ ἐνέργειαι ὕστεραι, ἵνα ἐνεργήσωσι πρὸς τὸ ἐνεργεῖν, ἵνα μὴ τὸ μάταιον ἕξουσι τῆς ὑπάρξεως, ἢ μάτην ἔσονται, 〈* * *〉 ἃ ἄμφω ἀδύνατα· ὕστεραι ἄρα αἱ ἕξεις ἐκείνων τῶν ἕξεων ὧν αἱ ἐνέργειαι τῶν ἐνεργειῶν καὶ τῶν τελῶν ὕστεραι, ἀλλὰ καὶ τοῦ ἔχειν τὰς προτέρας ἕξεις καὶ τοῦ λαμβάνειν αὐτάς. ὅτι δὲ καὶ τὸ ἔχειν τὴν φρόνησιν ἄλλο παρὰ τὴν φρόνησιν, πρόδηλον ἔσται ἐκ τῶν καθ’ ἕκαστα, τὴν σαφεστέραν μεταχειριζομένοις τῶν κατηγοριῶν.1 ἡ δ’ ἐστὶν ἡ δηλοτέραν ταῖς ψυχαῖς ἑαυτῆς παρέχουσα τὴν κατάληψιν. τοίνυν ὡς ἐπὶ τῶν οὐσιῶν ἕτερον χρυσὸς καὶ τὸ ἔχειν χρυσόν, καὶ ἕτερον ἱμάτιον καὶ τὸ ἔχειν ἱμάτιον, καὶ ἕτερον ἵππος καὶ τὸ ἔχειν ἵππον, καὶ ἐπὶ πάντων οὕτως, οὕτω καὶ ἐπὶ τῶν ἕξεων καὶ τῶν λοιπῶν, ὅσα ἐν ὑποκειμέναις οὐσίαις τὴν ὑπόστασιν ἔλαχεν, ἕτερον ἐπιστήμη καὶ τὸ ἔχειν ἐπιστήμην, καὶ ἕτερον ἀρετὴ καὶ τὸ ἔχειν ἀρετήν, καὶ ἕτερον ἀριθμὸς καὶ τὸ ἔχειν τὸν ἀριθμόν. τὸ μὲν γὰρ δηλοῖ τὸ πρᾶγμα ἁπλῶς, ὃ τοῦ ὑποκειμένου πρὸς ὕπαρξιν δέεται, τὸ δὲ αὐτό τε τὸ πρᾶγμα καὶ ὅτι ἐν ὑποκειμένῳ ἐστίν, ὡς καὶ ἐπὶ τῶν οὐσιῶν τὸ κτῆμά τε καὶ τὸν κτήτορα, οἷον τὸν χρυσὸν ἢ τὸν ἵππον ἢ τὸ ἱμάτιον καὶ ὃς αὐτὰ κέκτηται. ἀλλ’ ἐπανιτέον ἐπὶ τὰ πρότερα. εἰπὼν ὁ Ἀριστοτέλης τὰ εἰρημένα, ἑξῆς ποιεῖται σαφεστέραν τὴν περὶ τὴν σύνεσιν ἔννοιαν, τὴν ἐπιστήμην λαμβάνων καὶ τὴν μάθησιν. ὥσπερ γάρ, φησίν, ὅταν ὁ διδάσκων χρῆται τῇ ἐπιστήμῃ, τὰ παρ’ αὐτοῦ λεγόμενα μαθητὴν λέγομεν ξυνιέναι,2 ἀντὶ τοῦ μανθάνειν τὸ ξυνιέναι παραλαμβάνοντες, οὕτως ὅταν ὁ φρόνιμος ἐπιτάττῃ περὶ τοῦ τέλους ἢ τοῦ τρόπου τῆς πράξεως τῆς ἀγούσης πρὸς τὸ τέλος καὶ εἴη τις τῇ οἰκείᾳ δόξῃ χρώμενος ὀρθῶς καὶ ὡς δέον, λέγομεν ξυνιέναι αὐτὸν καὶ τὰ παρὰ ἄλλου λεγόμενα καὶ ἐπιταττόμενα κρίνοντα καλῶς. τὸ γὰρ εὖ τῷ καλῶς ταὐτό· τοῦτο προσέθηκε διὰ τὸ εἶναι τὸν αὐτὸν ξυνιέντα 〈καὶ〉 εὐξύνετον, καὶ ἐντεῦθέν φησι ληφθῆναι τὸ τῆς συνέσεως ὄνομα, ἐκ τοῦ μανθάνειν τὸν ἐπιστήμονα ξυνιέναι τὸν οὕτως ξυνιέντα.3 κἀνταῦθα γὰρ ἐπὶ τῆς φρονήσεως καὶ συνέσεως ὥσπερ τις διδασκαλία καὶ μάθησις γίνεται, τοῦ μὲν φρονίμου λέγοντος καὶ ἀνεπιτάττοντος, τοῦ δὲ συνετοῦ ἢ ἐν τῷ λέγειν ἐκεῖνον συνιέντος ἢ μετὰ τὸ πραχθῆναι καὶ τελεσθῆναι † καὶ οὗτος ὀρθῶς, ὅτι καλῶς καὶ βεβούλευται καὶ πέπρακται καὶ τετέλεσται. ἐπεὶ κἂν αὐτός ἐστιν ὁ συνετὸς ὁ ἐπιταττόμενος καὶ πράττων καθὼς ἐπιτέτακται ἐκ τοῦ συνιέναι ἃ ἐπιτέτακται, σύνεσις ἂν καὶ οὕτω λέγοιτο, κἂν ἄλλου πράξαντος αὐτὸς συνίησιν ὕστερον, ὅτι καλῶς τε ὁ φρόνιμος ἐπιτέταχε καὶ καλῶς ἡ πρᾶξις ἐνήργηται καὶ τοὔργον ἐπηκολούθησεν, οὐδὲν ἂν καὶ οὕτως ἧττον λεχθήσεται σύνεσις. ὥστε ὅρα κἀκ τούτων, πῶς ὑστέρα φύσει σύνεσις αὐτῆς τε φρονήσεως καὶ τοῦ ἔχειν καὶ τοῦ λαμβάνειν τὴν φρόνησιν, εἴ γε ὁ μὲν φρόνιμος διδασκάλῳ ἀναλογεῖ, ὁ δὲ συνετὸς μαθητῇ, καὶ πρότερος καὶ φύσει καὶ χρόνῳ ὁ ἐπιστήμων τοῦ μαθητοῦ, ᾗ ἐπιστήμων καὶ μαθητὴς 〈καὶ τὸ λαμβάνειν τὴν ἐπιστήμην καὶ τὸ ἔχειν τὴν ἐπιστήμην πρότερα καὶ αὐτὰ τῆς μαθήσεως〉. ὅτι δὲ ἀκολούθως ταῖς διδασκαλίαις καὶ ταῖς μαθήσεσι τὸ τῆς συνέσεως ὄνομα καὶ ἐπὶ τούτων τέθειται, πιστοῦται ἐκ τοῦ λέγεσθαι τὸ μανθάνειν συνιέναι πολλάκις.
因为如果状态要么同时要么在前,而活动在后——以便它们为着活动而活动,从而不致徒然拥有其存在,否则它们将是徒劳的,〈……〉这两者都是不可能的——那么,状态就次于活动次于其活动和目的的那些状态,而且也次于具有在先的状态以及获得它们。而具有明智与明智也是不同的,这从个别事例中对于那些把握更清晰的范畴的人而言将是显而易见的。而这正是向灵魂提供对其自身更明确把握的范畴。因此,正如在实体的情形中,黄金与具有黄金是不同的,披风与具有披风是不同的,马与具有马是不同的,在一切事物上皆是如此;同样,在状态以及其他凡在底层实体中获得其存立的事物的情形中,知识与具有知识是不同的,德性与具有德性是不同的,数与具有数也是不同的。因为前者单纯地表明该事物,它需要底层主体才能存在;而后者则表明事物本身以及它存在于底层主体之中,正如在实体的情形中既表明所有物又表明所有者一样,例如黄金、马或披风以及占有它们的人。但必须回到先前的问题上来。亚里士多德在说了上述内容之后,接下来借助知识与学习,使关于理解的观念更加清晰。因为他说,正如当施教者运用知识时,我们说学生理解他所说的话——用‘理解’代替‘学习’——同样,当具有明智者围绕目的或通向目的的行动方式发布指令,并且有人正确且按其应当地运用固有的意见时,我们便说他在理解,并且在优良地裁决由他人言说并指令的事物。因为‘好地’与‘优良地’是同一的;他之所以补充这一点,是因为同一人既是‘理解者’〈又是〉‘具有优良理解者’,并且他说理解的名称正是由此得来的,即由这种方式的理解者通过学习理解有知识者而来。因为在此处,围绕明智与理解,也发生着某种教学与学习:具有明智者言说并发布指令,而具有理解者要么在前者言说时予以理解,要么在事情被施行和完成之后理解[†此人亦正确地†]该事情已被优良地筹划、施行和完成。因为即使具有理解者自身就是被下达指令并因理解了所命之事而照所命去行动的人,以这种方式也可以被称为理解;即使在他人行动之后,他自己随后理解了具有明智者指令得优良、行动执行得优良且成果随之而来,以这种方式也同样丝毫不少地被称为理解。因此,也从这些事情中看一看,如果具有明智者相当于教师,具有理解者相当于学生,而有知识者在自然上和时间上都先于学生,有知识者与学生〈以及获得知识和具有知识本身也先于学习〉,那么理解在自然上如何次于明智本身以及次于具有和获得明智。而根据教学与学习,理解的名称也被置于这些事物之上,这一点由学习经常被称为理解而得到证实。
- 6.90τὴν σαφεστέραν μεταχειριζομένοις τῶν κατηγοριῶν
与格分词 μεταχειριζομένοις 用作判断者与格(关涉与格),由 πρόδηλον ἔσται 支配,表明其视阈或立足点:“对处理/考察……的人而言将是显而易见的”,隐含条件意味(“若予以处理”)。
- 6.90τὰ παρ’ αὐτοῦ λεγόμενα μαθητὴν λέγομεν ξυνιέναι
动词 λέγομεν 支配一个带不定式的宾格结构(μαθητὴν ... ξυνιέναι),其中 τὰ παρ’ αὐτοῦ λεγόμενα 是不定式 ξυνιέναι 的宾格直接宾语。语序将宾语置于句首以示强调(倒装/超距)。
- 6.90ἐκ τοῦ μανθάνειν τὸν ἐπιστήμονα ξυνιέναι τὸν οὕτως ξυνιέντα
在由 ἐκ 引导的介词短语中,带冠词不定式 τοῦ μανθάνειν 具有方式或手段的意味,而不定式 ξυνιέναι 则以 τὸν οὕτως ξυνιέντα 为其主格性宾格,以 τὸν ἐπιστήμονα 为其宾格宾语:“源于这种方式的理解者通过学习来理解有知识者这一事实”。
