- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:36.1-37.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德驳斥将荣誉视为最高善的两个论证:其一,荣誉存在于施敬者而非受敬者之中,违背了善属于主体固有的性质;其二,投身实践的人追求荣誉是为了确证自身的德性而非因荣誉自身,作者通过第二格第四式三段论对其进行了逻辑形式化。
" Φαίνεται δ’ ἐπιπολαιότερον εἶναι." Τὴν περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ δόξαν ἐλέγχει τῶν λεγόντων εἶναι τοῦτο τιμήν, καί φησιν ἐπιπολαιότερον εἶναι τοῦτο τοῦ ζητουμένου, ἤτοι μετέωρόν τι καὶ τῇ τοῦ ἀγαθοῦ ζητήσει προσκολλώμενον. καὶ τοῦτο δείκνυσιν ἐκ τοῦ ἐν ᾧ ἐστιν ἡ τιμή. τὸ γὰρ ἀγαθόν τινος οὐχ ὡς ἐν ἄλλῳ ὂν καὶ πρὸς ἄλλον ἐνδεικνύμενον λέγομεν, ἀλλ’ ὡς οἰκεῖον ὂν ἐκείνῳ οὗ εἶναι λέγεται καὶ ἐν ἐκείνῳ ὑφεστηκός, ἢ καὶ ἐξ ἐκείνου προβαλλόμενον ὡς ἴδιον ἐκείνου ἐνέργημα. ἡ δὲ τιμὴ οὐκ ἐν τῷ τιμωμένῳ μᾶλλον ἀλλ’ ἐν τῷ τιμῶντί ἐστιν. ὁ γὰρ τιμῶν ἐνεργεῖ τὴν τιμήν, ὥσπερ ὁ βαδίζων τὴν βάδισιν καὶ ὁ γράφων τὴν γραφήν. οὔτε δὲ ὁ πρὸς ὃν βαδίζει ὁ βαδίζων οὔτε ὁ πρὸς ὃν γράφει ὁ γράφων,1 κἂν ἀποτείνωσι πρὸς ἑτέρους τὴν οἰκείαν αὐτῶν ἐνέργειαν. οὕτω δὴ καὶ ὁ τιμῶν οἰκείαν μὲν ἔχει ἐνέργειαν τὴν τιμήν, ἀποτείνει δὲ ταύτην πρὸς τὸν τιμώμενον· τἀγαθὸν δὲ οὐχ οὕτως· ἀλλ’ οἰκεῖόν τι λέγομεν καὶ τοσοῦτον οἰκεῖον ὡς εἶναι καὶ δυσαφαίρετον, ἀλλ’ οὐκ ἀναφαίρετον· πέφυκε γὰρ ὁ ἄνθρωπος ἐκ θατέρου τῶν ἐναντίων εἰς θάτερον μεταβάλλεσθαι· καθ’ ὃ καὶ μηδένα δεῖν μακαρίζειν πρὸ τελευτῆς εἴρηται·2 μαντευόμεθα δὲ εἶπε καὶ οὐ λέγομεν ἢ δοξάζομεν διὰ τὸ μήπω τι περὶ αὐτοῦ ἀποδειχθῆναι ἀλλ’ ὡς ἐν εἰκασμῷ οὕτω λαμβάνεσθαι· στοχαστικὴ γὰρ τέχνη ἡ μαντική.
“但这似乎过于浅薄。” 对于那些声称人类的善就是荣誉的人,他驳斥了他们关于善的意见,并指出这比所探求的事物更加浅薄,也就是更为浮泛、仅仅依附于对善的探求。他从荣誉所在的主体证明了这一点。因为我们谈论某人的善,并不是作为在他人之中存在且向他人显现的东西,而是作为属于被宣称拥有它的那个人所固有的且实存于那个人之中的东西,或者是作为那个人自身的活动从他自身发出的东西。但荣誉与其说存在于受敬者之中,不如说存在于施敬者之中。因为施敬者实现着敬意这种活动,正如步行者践行步行、书写者践行书写一样。无论是步行者向其走去的人,还是书写者向其致信的人,[都不是活动的发出者,]即便〔步行者与书写者〕将他们固有的活动朝向他人施展。如此,施敬者固然将荣誉作为自己的固有活动,并将这一活动朝向受敬者施展;但善却非如此。相反,我们说善是某种固有的东西,而且是如此固有以至于难以被剥夺,但并非完全不可剥夺;因为人本性上容易从对立面的一方转变为另一方;正是基于此,才有人说在终局之前不可称任何人是有福的。他说“我们直觉地猜测”,而没有说“我们断言”或“我们持有意见”,是因为关于它尚未有任何论证,而是如同在推想中被如此领会;因为占卜(猜测)之术是一种推测性的技艺。
"Ἔτι δὲ ἐοίκασι τὴν τιμὴν διώκειν." Ἕτερον ἐπιχείρημα δεικνύον μὴ εἶναι τὴν τιμὴν τὸ ζητούμενον ἀγαθόν· οἱ γὰρ χαρίεντες καὶ πρακτικοὶ ζητοῦντες τὴν τιμὴν καὶ καταλαβεῖν σπεύδοντες οὐ καθ’ αὑτὸ διώκουσιν αὐτὴν ἀλλὰ δι’ ἕτερον. ποῖον τοῦτο; ἵνα πιστεύσωσιν ἑαυτοὺς εἶναι ἀγαθούς. τὸ δὲ τέλος καὶ τὸ ἀγαθὸν καθ’ αὑτὸ διωκτόν, οὐ δι’ ἕτερον· καὶ ἔστιν ὁ συλλογισμὸς κατὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος οὕτως· πᾶν τὸ ὡς τέλος ἀγαθὸν καθ’ αὑτὸ διωκτόν, οὐ δι’ ἕτερον· ἡ τιμὴ οὐκ ἔστι καθ’ αὑτὸ διωκτὸν ἀλλὰ δι’ ἕτερον· ἡ τιμὴ ἄρα οὐκ ἔστιν ὡς τέλος ἀγαθόν. ζητοῦσι δὲ οἱ χαρίεντες τὴν πίστιν τῆς αὐτῶν ἀγαθότητος 〈ἄλλοθεν〉, διότι καὶ τοῦτο εἶδος ἀρετῆς ἐστι καὶ καλεῖται ἐπιείκεια, λέγω δὴ τὸ μὴ τῇ ἑαυτῶν ἀρκεῖσθαι κρίσει περὶ ἑαυτῶν, ἵνα μὴ ἴσως φιλαυτήσαντες οὐκ ἐπιτεύξωνται τῆς ὀρθότητος. πάλιν δὲ καὶ τοῦτο κατασκευάζων, ἤγουν τὸ διώκειν τὴν τιμὴν διὰ τὴν πίστιν τῆς ἑαυτῶν ἀγαθότητος, φησὶ ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρ’ οἷς γινώσκονται καὶ ἐπ’ ἀρετῇ. ὅτι γάρ, φησίν, οὐ καθ’ αὑτὸ διωκτὸν ἡ τιμὴ ἀλλὰ δι’ ἕτερον ὡς εἴρηται, δῆλον ἐντεῦθεν. οὐ γὰρ ἁπλῶς τὴν τιμὴν διώκουσιν οὐδὲ παρὰ τῶν τυχόντων, ἀλλ’ ὑπὸ τῶν φρονίμων καὶ εἰδότων αὐτοὺς οἷοι τὸν βίον εἰσί· καὶ οὐκ ἐπὶ τῷ τυχόντι ἀλλ’ ἐπ’ ἀρετῇ· ὑπὸ μὲν τῶν φρονίμων, ἵν’ ὀρθῶς κρίνοντες ἀξίους αὐτοὺς ἡγῶνται τιμῆς, ὑπὸ δὲ τῶν γινωσκόντων, ἵνα μὴ ἐξ ἀγνοίας πλανώμενοι τοὺς μὴ ὄντας ἀγαθοὺς τιμῶσιν ὡς ἀγαθούς· ἐπ’ ἀρετῇ δὲ ὅτι ζῆν ἀγαπῶσι καὶ ζητοῦσι πληροφορίαν,3 ὥστε εἰδέναι βεβαίως εἰ ὃ ἀγαπῶσιν ἔχουσι.
“此外,他们似乎在追求荣誉。” 这是证明荣誉并非所探求之善的另一论证;因为文雅且投身实践的人在探求荣誉并急于获得它时,并不是为了荣誉自身而追求它,而是为了别的事物。这是什么?为了使他们相信自己是善的。而作为目的和善的事物是因其自身而被追求的,不是为了别的事物;其三段论依照第二格第四式如下:凡作为目的的善都是因其自身而被追求的,而不是为了别的事物;荣誉不是因其自身而被追求,而是为了别的事物;因此,荣誉不是作为目的的善。而文雅的人〈从别处〉寻求对自己之善的确信,是因为这也是德性的一种形式,被称为公允(谦逊),我指的是对关于自身的自我判断不自满,免得或许因自爱而未能达致正确。在进一步论证这一点——即他们为了对自己之善的确信而追求荣誉——时,他说:“至少他们寻求由明智之人所敬奉,并在熟知他们的人当中且基于德性受到敬奉。”因为他说,如前所述,荣誉不是因自身而被追求而是为了别的事物,从这一点看是显而易见的。因为他们并不是无条件地追求荣誉,也不是向随便什么人追求,而是由明智之人以及知道他们在生活中是何种人的人那里追求;并且不是因偶然的事由,而是基于德性追求;〔寻求〕由明智之人〔敬奉〕,是为了让〔明智之人〕正确判断并将他们视为配享荣誉者;〔寻求〕由熟知他们的人〔敬奉〕,是为了使他们不因无知而受惑、把非善之人当作善人来敬奉;基于德性〔追求荣誉〕,则是因为他们热爱[合乎德性地]生活并寻求笃信,以便确凿地知晓自己是否拥有所热爱之物。
- 1.41οὔτε δὲ ὁ πρὸς ὃν βαδίζει ὁ βαδίζων οὔτε ὁ πρὸς ὃν γράφει ὁ γράφων
省略了主要动词的对比句。承接前文“步行者实现步行、书写者实现书写(ἐνεργεῖ)”,此处省略了谓语动词的否定(如 οὐκ ἐνεργεῖ),即步行或书写的对象并不是该活动的发出者,后文的让步从句(κἂν ἀποτείνωσι...,“即便他们将固有的活动朝向他人施展”)进一步阐明了这种施动与受动的区分。
- 1.41καθ’ ὃ καὶ μηδένα δεῖν μακαρίζειν πρὸ τελευτῆς εἴρηται
介词关系代词短语 καθ’ ὅ(“依此/正因如此”)修饰无人称被动动词 εἴρηται(“有人曾说”),后者引出宾格加不定式结构 μηδένα δεῖν μακαρίζειν(“不得称任何人是有福的”)。该从句承接前文人易向相反状态转变的性质,引入了著名的梭伦式格言。
- 1.42ἐπ’ ἀρετῇ δὲ ὅτι ζῆν ἀγαπῶσι καὶ ζητοῦσι πληροφορίαν
对应前置介词短语 ἐπ’ ἀρετῇ(“基于德性[追求荣誉]”)的原因解释句。前面的两项(ὑπὸ μὲν τῶν φρονίμων... 与 ὑπὸ δὲ τῶν γινωσκόντων...)均由 ἵνα 目的从句说明,此处则改用 ὅτι 引导的原因从句(“因为他们热爱生活”)。语境中 ζῆν 指的是依德性而生活,并由随后的结果从句 ὥστε εἰδέναι βεβαίως(“以便确凿地知晓”)作进一步阐明。
