- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:368.32-369.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德关于理解既非具有明智亦非获得明智的论述,根据时间与因果次序论证了理解的活动与状态均次于明智。
" Ἔστι δ’ οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάνειν ἡ σύνεσις· ἀλλ’ ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς. τὸ γὰρ εὖ τῷ καλῶς ταὐτό. καὶ ἐντεῦθεν ἐλήλυθε τοὔνομα ἡ σύνεσις, καθ’ ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν· λέγομεν γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις." Περὶ τὰ αὐτὰ καταγίνεσθαι εἰπὼν σύνεσιν καὶ φρόνησιν, ἔδειξεν ἀλλήλων εἴδει διαφερούσας τῷ ἄλλως καὶ ἄλλως αὐτὰς περὶ τὸ αὐτὸ καταγίνεσθαι, τὴν μὲν ὡς ζητοῦσαν καὶ εὑρίσκουσαν τὸ δέον καὶ περὶ αὐτὸ ἐπιτάττουσαν, τὴν δὲ ὡς κρίνουσαν τὴν ἐκείνης ἐνέργειαν. ᾧ ἕπεται καὶ ἡ κατὰ χρόνον διαφορά· ἡ μὲν γὰρ πρὸ τῆς πράξεως καὶ τοῦ τέλους, ἡ φρόνησις, ἡ δὲ μετὰ τὴν πρᾶξιν καὶ τὸ τέλος. ἐπεὶ δὲ ἕτερον τὸ λαμβάνειν τὴν φρόνησιν καὶ ἕτερον τὸ ἔχειν αὐτήν, δείκνυσιν, ὡς οὐδέτερον τούτων ἐστὶν ἡ σύνεσις. τὸ μὲν γὰρ λαμβάνειν τὴν φρόνησιν ἐν τῷ γίνεσθαι τῇ ψυχῇ τὴν φρόνησιν εἴρηται, μήπω οὔσης ἐν αὐτῇ τῆς φρονήσεως. εἰ γὰρ γίνεταί τι, καὶ οὐκ ἔστιν. ἐπεὶ οὖν ἐν ταῖς ἐπιταγαῖς καὶ τοῖς κελεύσμασι τῆς φρονήσεως ἡ σύνεσις ἐπιφέρεται, εἰ εὖ ἔχουσα κρίνουσα,1 πῶς ἂν εἴη σύνεσις τὸ λαμβάνειν τὴν φρόνησιν, ὅ ἐστι φρονήσεως γένεσις καὶ πρότερον τῷ χρόνῳ φρονήσεως, ὅτι μήπω φρόνησις; ἀλλ’ οὐδὲ τὸ ἔχειν τὴν φρόνησιν σύνεσις· ἦν γὰρ ἂν ταὐτὸν τῇ φρονήσει, καίτοι ὅτι ἕτερον δέδεικται. ἔτι τὸ ἔχειν τὴν φρόνησιν ἅμα τῇ φρονήσει καὶ οὐδέτερον οὐδετέρου οὔτε πρότερον οὔτε ὕστερον, ἡ δὲ σύνεσις κρίσις οὖσα τῆς ἐνεργείας καὶ τοῦ τέλους τῆς φρονήσεως ὕστερον, ἤγουν τῆς οἰκείας ἐνεργείας καὶ τοῦ τέλους, ἡ δὲ ἕξις τούτων προτέρα. εἰ οὖν ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν καὶ ἡ σύνεσις, ἔσται ἡ σύνεσις ἅμα τῇ φρονήσει, ὥστε ἔσται ἡ σύνεσις ἅμα τε τῇ φρονήσει καὶ ὕστερον τῆς φρονήσεως· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ταὐτὸν τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις.2 ἔτι πᾶσα ἕξις αἰτία τῆς ἐξ αὐτῆς ἐνεργείας, ὥστε καὶ ἡ φρόνησις. εἰ οὖν ἡ ξύνεσις τῇ ἐνεργείᾳ τῆς φρονήσεως ἐπιφέρεται, προτέρα ἡ τῆς φρονήσεως ἐνέργεια τῆς ξυνέσεως, ὥστε ἡ ἕξις αὐτῆς πολλῷ προτέρα τῆς ξυνέσεώς ἐστιν. ἐδείχθη δὲ ἅμα ταύτῃ εἶναι τὸ ἔχειν τὴν φρόνησιν, πολλῷ ἄρα προτέρα τῆς συνέσεως καὶ τὸ ἔχειν τὴν φρόνησιν. εἰ δέ τις τοῖς λεγομένοις ἐφίστησιν, ὅτι ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις, καὶ ὡς ἕξις ζητεῖται, εἰ ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν ἢ τὸ λαμβάνειν τὴν φρόνησιν, ἐνταῦθα 〈δὲ〉 ἡ ἐνέργεια τῆς συνέσεως πρὸς τὴν ἐνέργειαν εἴληπται καὶ τὸ τέλος τῆς φρονήσεως (ἔδει δὲ τὴν ἕξιν ληφθῆναι· τοῦτο γὰρ προσέκειτο εἰς ζήτησιν), πρὸς τοῦτό φαμεν,3 ὡς εἰ ἡ ἐνέργεια τῆς συνέσεως ὑστέρα φύσει τῆς ἐνεργείας ἐστὶ καὶ τοῦ τέλους τῆς φρονήσεως, δῆλον ὅτι καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τοῦ ἔχειν καὶ τοῦ λαμβάνειν τὴν φρόνησιν. ὧν γὰρ ἕξεων αἱ ἐνέργειαι φύσει τινὸς ὕστεραι, καὶ αἱ ἕξεις αὐταὶ δηλονότι ἐκείνου ὕστεραι.
“理解既不是具有明智,也不是获得明智;而是正如当人运用知识时学习被称为理解一样,当他人在言说时,为了对明智所关涉的事物进行裁决而运用意见,并且裁决得好,[理解便在于此];因为‘好地’与‘优良地’是同一的。由此,根据其被称为具有优良理解者的‘理解’这一名称,便来自学习中的[理解];因为我们经常把学习称为理解。” 在说明了理解与明智关涉相同的事物之后,他表明它们在种上彼此相异,因为它们围绕同一事物以不同方式开展活动:一方作为探讨并发现应做之事并围绕其发布指令者,另一方作为裁决前者的活动者。随之而来的还有时间上的差异:因为一方即明智是在行动与目的之前,另一方则是在行动与目的之后。既然获得明智是一回事,而具有明智是另一回事,他便证明理解既不是这两者中的前者,也不是后者。因为获得明智是在明智于灵魂中生成、明智尚未存在于灵魂中时被谈及的;因为某物若正在生成,它就尚不存在。既然理解是在明智的各项指令和号令之上附加出现的,裁决其是否处于良好状态,那么获得明智——这既是明智的生成,又在时间上先于明智,因为此时还不是明智——又怎能是理解呢?但具有明智也不是理解;因为若是如此,它就将与明智同一,尽管已经证明它是不同的。此外,具有明智与明智是同时的,二者谁也不先于或后于谁;但理解作为对明智的活动与目的——即对其固有的活动与目的——的裁决,是在后的,而状态则先于这些。因此,如果具有明智与理解是同一的,理解就将与明智同时,从而理解将既与明智同时又在明智之后;但这不可能。所以具有理解与明智并不是同一的。再者,一切状态都是出于自身的活动的原因,因此明智也是如此。所以,如果理解附加于明智的活动之上,那么明智的活动就在理解之先,从而其状态就远在理解之先。并且已经证明具有明智与此状态是同时的;因此具有明智也远在理解之先。但如果有人对所言提出注意,理由是理解正如明智一样是一种状态,并且它是作为状态而被探究是否等同于具有明智或获得明智的,而在此处理解的活动却是相对于明智的活动与目的被领会的(然而本应当领会其状态,因为这才是被提交探究的问题),对此我们回答说:如果理解的活动在自然上后于明智的活动和目的,那么显而易见,其状态也后于该状态,并且后于具有明智与获得明智。因为那些活动在自然上后于某物的状态,其状态自身显而易见也后于该物。
- 6.90εἰ εὖ ἔχουσα κρίνουσα
εἰ 用作引导间接疑问的连词(“是否”),谓词 εὖ ἔχουσα 之后省略了系动词(ἐστί),意为“裁决[号令]是否处于良好状态”。κρίνουσα 是与主语(ἡ σύνεσις)一致的表伴随或方式的分词。
- 6.90οὐκ ἄρα ταὐτὸν τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις
抄本及校勘本字面作 τὸ ἔχειν τὴν σύνεσιν καὶ ἡ φρόνησις,但在紧接在前的归谬语境(εἰ οὖν ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν καὶ ἡ σύνεσις)中,它表达的是具有理解与明智并非同一这一结论。译文严格忠实于原文的词句构造。
- 6.90εἰ δέ τις τοῖς λεγομένοις ἐφίστησιν, ὅτι ἕξις ἡ σύνεσις ὥσπερ δὴ καὶ ἡ φρόνησις, καὶ ὡς ἕξις ζητεῖται, εἰ ταὐτὸν τὸ ἔχειν τὴν φρόνησιν ἢ τὸ λαμβάνειν τὴν φρόνησιν, ἐνταῦθα 〈δὲ〉 ἡ ἐνέργεια τῆς συνέσεως πρὸς τὴν ἐνέργειαν εἴληπται καὶ τὸ τέλος τῆς φρονήσεως (ἔδει δὲ τὴν ἕξιν ληφθῆναι· τοῦτο γὰρ προσέκειτο εἰς ζήτησιν), πρὸς τοῦτό φαμεν
这是一个由长条件句构成的预期反驳与回应结构。主要句架为 εἰ δέ τις ἐφίστησιν(“但如果有人提出注意”)…… πρὸς τοῦτό φαμεν(“对此我们回答说”)。在依存于 ἐφίστησιν 的 ὅτι 从句内部,嵌套了前提(ἕξις ἡ σύνεσις...)、探讨主题(ὡς ἕξις ζητεῖται...)、论证方法上的偏差指责(ἐνταῦθα δὲ ἡ ἐνέργεια... εἴληπται)以及插入的批评(ἔδει δὲ...)。
