← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§367.8-368.31

明智的指令性与理解的裁决性质

厄斯特拉齐奥斯阐明了亚里士多德在Bekker 1143a6中的论证,即明智与理解虽关涉相同对象,但因活动不同而相区别——前者是发布指令的,后者仅是作出裁决的,并通过其他科学与技艺的类比对此加以解说。他还通过与作为属的审议进行对比,阐释了理解与优良理解同一且不存在不良理解的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.89

" Διὸ περὶ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν, οὐκ ἔστι δὲ ταὐτὸν σύνεσις καὶ φρόνησις. ἡ μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν· τί γὰρ δεῖ πράττειν ἢ μή, τὸ τέλος αὐτῆς ἐστιν· ἡ δὲ ξύνεσις κριτικὴ μόνον· ταὐτὸ γὰρ ξύνεσις καὶ εὐξυνεσία, καὶ γὰρ οἱ συνετοὶ καὶ εὐξύνετοι." Αἴτιαι μὲν δὴ αἱ κατὰ τὰς ἀρετὰς ἕξεις τῶν ἐξ αὐτῶν προϊουσῶν προχειρίσεων ἤτοι ἐνεργειῶν· καὶ φύσει πρότεραι, εἴπερ αἴτιαι, ὡς δὲ πρὸς ἡμᾶς, πρότεραι τῶν ἕξεων αἱ ἐνέργειαι, ὅτι καὶ αἰσθήσει καταλαμβάνονται. αἱ δὲ προχειρίσεις ἐν τοῖς πράγμασίν εἰσι, περὶ ἃ καταγίνονται, τὰ δὲ πράγματα αἰσθητά. διὰ τοῦτο τὰ πράγματα ἡμῖν γνωριστικὰ τῶν ἕξεων γίνονται, περὶ ἃ αἱ ἕξεις τὴν ἐνέργειαν κέκτηνται. διὸ καὶ ἐπὶ τῆς συνέσεως τὰ πράγματα παραλαμβάνει, περὶ ἃ ἡ σύνεσις καταγίνεται, ἵν’ ἐξ αὐτῶν ἡμῖν γνωρίσῃ τὴν σύνεσιν. περὶ ἐκεῖνά φησι τοίνυν αὐτὴν καταγίνεσθαι, περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. ταῦτα δέ ἐστι τὰ ἐφ’ ἡμῖν, ἃ καὶ ἐπίσης ἐνδεχόμενα λέγεται διὰ τὸ οὐχ ἧττον οὔτε μᾶλλον ἐνδέχεσθαι αὐτὰ εἶναι ἢ μὴ εἶναι. περὶ τούτων γὰρ ἀποροῦμεν καὶ ζητοῦμεν καὶ βουλευόμεθα, ὥστε κοινωνεῖ ἡ σύνεσις τῇ φρονήσει κατὰ τὰ ὑποκείμενα, εἴ γε καὶ ἡ φρόνησις περὶ τὰ οὕτως ἐνδεχόμενα ποιεῖται τὰς προχειρίσεις. οὔτε γὰρ περὶ τῶν ἀναγκαίων ἄν τις βουλεύσαιτο συνετὸς ἀνὴρ οὔτε περὶ τῶν ἐνδεχομένων μέν, ὡς ἐπὶ τὸ πολὺ 〈δὲ〉 ἢ ὡς ἐπ’ ἔλαττον (τὰ μὲν γὰρ οὕτως ἔχει ἢ ἕξει, κἂν βουλεύσαιτό τις κἂν μὴ βουλεύσαιτο), οἷον περὶ τοῦ ἡμέραν εἶναι, εἰ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν, ἢ περὶ τοῦ μετὰ τὸ ἔαρ θέρος γενέσθαι, οὔτε περὶ τοῦ εἰ τὸ ἐσόμενον παιδίον ἀποβήσεται πενταδάκτυλον οὔτε μὴν εἰ μὴ πενταδάκτυλον· τὰ τοιαῦτα γὰρ πάντα τῆς θείας προνοίας καὶ φύσεως καὶ οὐδὲν τούτων ἐφ’ ἡμῖν. περὶ ἐκείνων δέ τις καὶ ζητεῖ καὶ βουλεύεται, ἃ ἐκ τῆς αὐτοῦ ζητήσεως καὶ βουλεύσεως ἀποβαίνειν ἐνδέχεται, ὡς αὐτὸς βουλεύεται. περὶ τὰ τοιαῦτα τοίνυν ἡ σύνεσις. οὕτω μὲν οὖν αὐτὴν τῷ οἰκείῳ ὑποκειμένῳ ὑφίστησι καὶ τῶν ἄλλων διίστησιν ἕξεων, ὅσαι περὶ τὰ τοιαῦτα μὴ καταγίνονται. ἐπεὶ δὲ περὶ τὰ τοιαῦτά ἐστι καὶ ἡ φρόνησις, διαστέλλει καὶ ἐκ ταύτης τὴν σύνεσιν, κατὰ τὸ διαφορὰν ἔχειν ταύτας ἀμφοτέρας περὶ τὰ αὐτὰ τὴν ἐνέργειαν,1 ὃ εὑρεῖν ἔστι κἀπὶ τῶν ἐπιστημῶν πολλάκις καὶ τῶν τεχνῶν. ἔστι γὰρ καὶ ἐπιστήμας εὑρεῖν περὶ τὸ αὐτὸ μὲν οὔσας ὑποκείμενον, διαφερούσας δ’ ἀλλήλων τῷ ἄλλως καὶ ἄλλως ποιεῖσθαι περὶ αὐτὸ τὴν ἐνέργειαν, καὶ τέχνας ὡσαύτως· ἐπιστήμας μέν, ὡς περὶ μέγεθος ἀστρονομία καὶ γεωμετρία, ἡ μὲν ὡς περὶ ἀκίνητα, ἡ δὲ ὡς περὶ κινούμενα· καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ πρὸς ἀριθμούς, ἀλλ’ ἡ μὲν καθ’ αὑτοὺς αὐτούς, ἡ δὲ ὡς ἐν σχέσει θεωρουμένους τῇ πρὸς ἀλλήλους· τέχνας δέ, ὡς ἐπὶ γραφικῆς καὶ ἱστουργικῆς, περὶ χρώματα γὰρ ἀμφότεραι, ἀλλ’ ἡ μὲν ἵνα γράψῃ καὶ εἰκονίσῃ, ἡ δὲ ἵνα τοῖς ὕφεσιν ἢ ἐρίοις ἢ σηρικοῖς νήμασιν ἢ καὶ τοιούτοις ἑτέροις διαφόρους χρόας ἐπιθῆται. καὶ περὶ τὸν πηλὸν κηροπλαστική τε καὶ σκευοποιητική, ἀλλ’ ἡ μὲν ἵνα ζῴων μιμήσεις ἐργάσηται, ἡ δ’ ἵνα σκεύη πρὸς χρῆσιν ἀνθρώποις. τὴν μὲν οὖν φρόνησιν ἐπιτακτικὴν εἶναί φησι, τέλος ἔχουσαν τὸ τί δεῖ πράττειν ἢ μή. τὸ γὰρ πρακτέον καὶ μὴ πρακτέον ἐκ τῆς ζητήσεως ἐφευρίσκουσα, τὸ μὲν πράττειν ἐπιτάττει, τοῦ δὲ ἀπέχεσθαι. ἡ δὲ ξύνεσις κριτικὴ μόνον, ἤτοι καταλαμβάνουσα καὶ κρίνουσα τὸ σκοπηθὲν καὶ ἐπιταχθὲν ὑπὸ τῆς φρονήσεως ὡς ἀναγκαῖον εἶναι, πρῶτον μὲν τὴν φρόνησιν ζητῆσαι καὶ εὑρεῖν τὸ δέον καὶ συμφέρον καὶ ὠφέλιμον, καὶ περὶ αὐτοῦ ἐπιτάττουσαν ἀποφήνασθαι, τὴν δὲ σύνεσιν μετὰ ταῦτα τοῦ πράγματος τελεσθέντος κρῖναι2 τὸ ἐπιταχθὲν καταλαβοῦσαν, ὡς ἔχει καλῶς ἥ τε περὶ αὐτοῦ βούλευσις καὶ αὐτό, ἤγουν τό τε τέλος καὶ ὁ τρόπος, δι’ οὗ κατώρθωται. τὸ δὲ ταὐτὸ γὰρ ξύνεσις καὶ εὐσυνεσία διὰ τὴν πρὸς ταῦτα διαφορὰν εἴρηται τῆς βουλῆς καὶ εὐβουλίας. ὡς γὰρ ἐπ’ ἐκείνων φησίν, ὡς γένος ἦν ἡ βουλὴ εὐβουλίαν περιέχουσα καὶ κακοβουλίαν, οὕτω κἀνταῦθα γένος ἡ σύνεσις εὐσυνεσίαν καὶ ἀσυνεσίαν περιέχουσα.3 ἀλλ’ ἐπεὶ μὴ ἐνδέχεται σύνεσιν εἶναι φαύλην, ἀγαθὴ δ’ ἕξις ἅπασα, σύνεσις ὀρθῶς ἅπαν καταλαμβάνουσα καὶ κρίνουσα τὸ βεβουλευμένον καὶ ἐπιτεταγμένον, εἴτε καλῶς βεβούλευται καὶ ἐπιτέτακται παρὰ τῆς φρονήσεως, εἴτε παρὰ τῆς ἀφροσύνης κακῶς, οὐκ ἐνδέχεται ποτε αὐτὴν κοινωνεῖν τῆς φαυλότητος. δείκνυσι δὲ τὸ ταὐτὸν εἶναι εὐξυνεσίαν καὶ σύνεσιν ἐκ τῶν μετεχόντων αὐτῆς. καὶ γὰρ οἱ συνετοί, φησί, καὶ εὐξύνετοι, ὡς μὴ ἐνδεχόμενόν ποτε ἄνδρα συνετὸν ὑπάρχειν κακοσύνετον.

“因此[理解]围绕着与明智相同的事物,但理解与明智并不是同一回事。因为明智是发布指令的;因为应当做什么或不应当做什么,是它的目的;而理解仅仅是作出裁决的;因为理解与优良理解是同一的,因为具有理解者与具有优良理解者也是同一的。” 事实上,符合诸德性的状态是出于它们而发出的施展即诸活动的原因;如果它们确实是原因,在自然上它们就是在先的,但就相对于我们而言,诸活动由于也被感觉所把握,因而比诸状态更在先。而诸施展存在于它们所关涉的事物之中,这些事物则是可感知的。为此,诸状态围绕其保有自身活动的事物,便成为使我们认识诸状态的事物。因此在理解的情形中,他也选取了理解所关涉的事物,以便从这些事物中使我们认识理解。因此他说,理解所致力于的是那些人们会产生疑难并加以审议的事物。而这些乃是取决于我们自身的事物,它们也被称为具有均等偶真性的事物,因为它们存在与不存在的可能既不更少也不更多。因为关于这些事物,我们产生疑难、探讨并进行审议,从而理解在基础对象上与明智相共通,如果明智确实也围绕如此偶真的事物进行其施展的话。因为一个有理解的人既不会审议必然的事物,也不会审议虽然是偶真的,但多数如此或极少如此的事物(因为前者无论人们是否审议,都如此存在或将如此存在;例如关于太阳若在地表之上就是白昼,或者关于春季之后夏季会到来,或者关于即将出生的婴儿是否会长出五指,抑或不会长出五指;因为所有这类事物都属于神圣的照管与自然,其中没有任何事物取决于我们自身)。相反,人们所探讨和审议的,是那些能够如其自身所审议的那样、从其自身的探讨和审议中产生结果的事物。理解因而正是围绕这类事物展开的。因此,他以此方式将理解确立在其固有的基础对象之中,并将其与其他不关涉这类事物的状态区别开来。但由于明智也是围绕这类事物的,他便根据这两者在相同的事物上于活动方面具有差异,而将理解从明智中进一步区分开来,这在诸科学与诸技艺中也同样经常能够发现。因为我们能够发现一些科学虽然围绕同一基础对象,却因以不同方式围绕其开展活动而彼此相异,诸技艺亦是如此:就科学而言,如天文学与几何学围绕大小,前者围绕运动之物,后者围绕不动之物;算术与和声学针对数,但前者是就数其自身而言,后者是将数置于彼此的关系中加以考察;另一方面就技艺而言,如绘画与织造,两者都围绕色彩,但前者是为了绘画与描摹,后者是为了给织物或羊毛或丝线或类似的其他事物施加不同的色泽;蜡塑与制陶围绕黏土,但前者是为了制作动物的拟像,后者是为了制作供人类使用的器具。因此他说,明智是发布指令的,其目的在于应当做什么或不应当做什么。因为明智通过探讨发现应当做之事与不应当做之事,并指令去做前者,避开后者。而理解仅仅是作出裁决的,即把握并裁决那些被明智所考察并指令为必然的事情。首先是明智探讨并发现应为之事、有益之事与有用之事,并就此发布指令宣告定夺;在这之后,当事情完成时,理解把握被指令的事项,裁决关于此事的审议与事情本身——即目的以及借以成功达成的途径二者——处于何种良好状态。至于“因为理解与优良理解是同一的”,则是由于审议和优良审议相对于这些具有相异之处而被说出的。因为正如他在那些情形中所说,审议是一个包含优良审议与不良审议的属,同样在此处〔人们或许也以为〕理解是一个包含优良理解与无理解的属。但由于理解不可能是不良的,且一切状态都是善的,理解正当地把握并裁决一切被审议和被指令的事物,无论它是被明智所良好地审议与指令,还是被愚昧所拙劣地审议与指令,理解自身都绝不可能分有不良。而且他从分有它的人们那里证明了优良理解与理解是同一的。因为他说“具有理解者与具有优良理解者也是同一的”,理由是一个有理解的人绝不可能成为不良理解的人。

语法注3 条
  1. 6.89κατὰ τὸ διαφορὰν ἔχειν ταύτας ἀμφοτέρας περὶ τὰ αὐτὰ τὴν ἐνέργειαν

    在介词接冠词不定式结构 κατά + τὸ ... ἔχειν 中,taútas amphotéras(宾格)作不定式意义上的主语,diaphorán(宾格)作 échein 的直接宾语,而 tḕn enérgeian 则是关系宾格(“在活动方面”)。尽管存在倒装,其基本结构为“基于这两者在活动方面具有差异”。

  2. 6.89πρῶτον μὲν τὴν φρόνησιν ζητῆσαι ... τὴν δὲ σύνεσιν μετὰ ταῦτα τοῦ πράγματος τελεσθέντος κρῖναι

    这是进一步详述前文判定功能(ἤτοι καταλαμβάνουσα καὶ κρίνουσα...)的带宾格的不定式结构。不定式 ζητῆσαι 与 κρῖναι 作解释性说明,其逻辑主语分别为宾格的 τὴν φρόνησιν 和 τὴν σύνεσιν,并通过 πρῶτον μέν 与 μετὰ ταῦτα ... δέ 在时间和逻辑序列上形成鲜明对照。

  3. 6.89οὕτω κἀνταῦθα γένος ἡ σύνεσις εὐσυνεσίαν καὶ ἀσυνεσίαν περιέχουσα

    该句与前文 ὡς γένος ἦν ἡ βουλή... 相呼应,省略了限定动词(如 ἐδόκει ἄν 或 ἦν),呈现为名词谓语或分词的省略结构。在理解上须补充其假定与对照之意:“在此处[人们或许也以为]理解是一个包含优良理解与无理解的属”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:367.8-368.31