- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:365.19-367.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
优斯特拉修注解了亚里士多德关于理解(1142b34)的论述,阐明理解是统属于明智之下的德性,是通过同源词指示的性质,并分析了证明理解既非一般的科学知识或意见、亦非医学或几何学等个别科学的论证结构。
" Ἔστι δὲ καὶ ἡ σύνεσις καὶ ἡ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους, οὔθ’ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ (πάντες γὰρ ἂν ἦσαν συνετοί) οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν ἂν ἦν ἢ γεωμετρία περὶ μεγέθη.1 οὔτε γὰρ περὶ τῶν αἰεὶ ὄντων καὶ ἀκινήτων ἡ σύνεσίς ἐστιν οὔτε περὶ τῶν γιγνομένων ὁτῳοῦν ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο." Ὡς καὶ ἐπὶ τῶν πρακτικῶν ἀρετῶν γενικὰς ἐλέγομεν ἀρετὰς ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ἐλαμβάνομεν δὲ καὶ ἑτέρας εἰδικωτέρας, ἐλευθεριότητα μεγαλοπρέπειαν μεγαλοψυχίαν, οὕτω καὶ ἡ φρόνησις, ἀρετὴ οὖσα ἐννοηματικὴ καὶ γενική, ἔχει ὑπ’ αὐτὴν ἀναφερομένας τὰς ἐφεξῆς ἐνταῦθα λαμβανομένας, εὐβουλίαν ἀγχίνοιαν σύνεσιν συγγνώμην, περὶ ὧν ὁ Ἀριστοτέλης ἐνταῦθα διδάσκει, τὰς μὲν ἤδη παραδοὺς καὶ ὁρισάμενος, περὶ δὲ τῶν τὰς ἀποδείξεις ἑξῆς ποιούμενος. ὥσπερ τοίνυν περὶ τῆς εὐβουλίας διδάσκων διέστησεν αὐτὴν ἀπὸ ἐπιστήμης καὶ δόξης καὶ εὐστοχίας καὶ ἑτέρων γενῶν, διάφορον δείξας αὐτὴν ἑκάστης ἐκείνων, εἶτα τὸ γένος αὐτῆς εὑρὼν καὶ τὰς ἁρμοττούσας αὐτῇ συστατικὰς διαφορὰς συναγαγὼν καὶ ἁρμοδίως ταύτας τῷ γένει συνθέμενος τὸν οἰκεῖον ὅρον αὐτῆς ἀποδέδωκε, τὸ αὐτὸ ποιεῖ καὶ ἐπὶ τῆς συνέσεως. τί δέ ἐστιν ἡ σύνεσις καὶ ἡ ἀντικειμένη αὐτῇ ἀσυνεσία, δείκνυσιν ἐκ τῶν μετεχόντων αὐτῆς, οὓς ἐξ αὐτῶν παρωνύμως συνετοὺς καὶ ἀσυνέτους καλοῦμεν. ποιοὶ γὰρ ὁ συνετὸς καὶ ὁ ἀσύνετος, ἀπὸ τῆς συνέσεως καὶ ἀσυνεσίας ὀνομαζόμενοι, οὐκ ἂν δὲ οὕτως ἐξ αὐτῶν ποιοὶ ὠνομάζοντο, εἰ μὴ ποιότητες ἦσαν ἡ σύνεσις καὶ ἡ ἀσυνεσία. οὕτω δείξας ὅτι εἰσί, ζητεῖ ἐφεξῆς τί ἐστιν ἡ σύνεσις, καὶ πρὸ τούτου δείκνυσι τί οὐκ ἔστιν, ἵνα τῶν τριῶν ἀποχωρίσας αὐτὴν γενῶν, τὸ οἰκεῖον καὶ προσεχὲς προσαρμόσῃ αὐτῷ, καὶ οὕτω τὰς οἰκείας διαφορὰς ἐπαγαγὼν τέλειον αὐτῆς ἀποδώσει τὸ τί ἐστιν, ὃ καὶ ἐπὶ τῆς εὐβουλίας ἐποίησε. φησὶ τοίνυν ὅτι οὔτε ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ ἡ σύνεσις. εἰ γὰρ τὸ αὐτὸ ἦν, ἦσαν 〈ἂν〉 πάντες συνετοί τινες ἢ οἱ ἐπιστάμενοι ἢ δοξάζοντες ἢ ὅλως καὶ καθόλου ὁ ἐπιστάμενος ἢ δοξάζων ἐτύγχανε συνετὸς οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν. ἐπιστήμας δὲ ἐνταῦθα κοινῷ λόγῳ καὶ τὰς τέχνας φησί· διὸ καὶ τὴν ἰατρικὴν ὡς ἐπιστήμην παραλαμβάνει. ἔστι γάρ τις ὅρος τῆς ἐπιστήμης, καθ’ ὃν καὶ αἱ τέχναι ταῖς ἐπιστήμαις συντάσσονται. οὗτος δέ ἐστιν ὁ λέγων ὅτι ἐπιστήμη ἐστὶν ἡ πρώτων καὶ δευτέρων τάξιν ἔχουσα. πᾶσα γὰρ τέχνη καὶ πᾶσα ἐπιστήμη τάξιν ἔχει τῶν παρ’ αὐτῇ παραδεδομένων, ὡς τὰ μὲν πρῶτα τάττεσθαι, τὰ δὲ μετ’ αὐτὰ μὴ δυναμένων τῶν δευτέρων κατορθοῦσθαι, μὴ προηγησαμένων τῶν προτέρων. δείκνυσι δὲ ὅτι οὔτε τέχνη οὔτε ἐπιστήμη ἐστὶν ἡ σύνεσις ἐκ τῶν ὑποκειμένων ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις. εἰ γὰρ ἦν ἰατρική, διελάμβανεν ἂν περὶ ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων, εἴτε σωμάτων εἴτε διαιτημάτων εἴτε φαρμάκων εἴτε ἄλλων τινῶν τοιούτων, περὶ ὧν διαλαμβάνει ἡ ἰατρική, εἰ δὲ γεωμετρία, περὶ μέγεθος ἂν κατεγίνετο, περὶ ταῦτα γὰρ ἡ γεωμετρία, ὧν τὰ μὲν αἰεὶ ὄντα εἰσὶ καὶ ἀκίνητα, ἤτοι κατ’ οὐσίας ἀμετάβλητα, οἷα τὰ οὐράνια σώματα, ὡς αὐτὸς ἐν τῷ Περὶ οὐρανοῦ δείκνυσι. ταῦτα γὰρ εἰ καὶ κατὰ τόπον κινεῖται, ἀλλὰ κατ’ οὐσίαν ὡσαύτως ἀεί φησιν ἔχουσι, καὶ κατὰ τόπον δὲ κινούμενα, οὐ καθόλου κινούμενα ἀλλὰ κατὰ μόρια, κατὰ δὲ τὰς ὁλότητας ἐν ταὐτῷ μένουσι, τοὺς τόπους οὐκ ἐξαλλάττοντα. καταγίνεται οὖν ἡ γεωμετρία περὶ μεγέθη, ἐπίπεδά τε καὶ στερεά, ἐπίπεδα μὲν ὡς κύκλους καὶ τρίγωνα καὶ τετράγωνα καὶ τὰ λοιπὰ σχήματα, ἃ μεγέθη ὄντα θεωροῦνται κατ’ ἐπιφάνειαν, μὴ ἔχοντα τὸ τέλειον ἐν μεγέθεσι. τὰ γὰρ τρία πάντῃ καὶ τὸ τρεῖς πάντῃ καὶ τὸ κατὰ τρία διαστατὸν πάντῃ τε διαστατὸν καὶ μεγέθει τέλειον, ὡς αὐτὸς ἐν τῷ Περὶ οὐρανοῦ καὶ περὶ τούτου διείληφε, καὶ περὶ στερεὰ δέ, οἷον σφαίρας κυλίνδρους κύβους κώνους πυραμίδας καὶ τὰ τούτοις ὁμοταγῆ, ἃ κατὰ τρεῖς θεωρούμενα διαστάσεις στερεὰ ὀνομάζεται, μῆκος βάθος καὶ πλάτος ἔχοντα. ὧν τὰ μὲν οὐράνια ὡσαύτως ἔχειν ἀεί φησι καὶ κατ’ οὐσίαν εἶναι ἀκίνητα.2 εἰσὶ δὲ τούτων ἃ καὶ γίνεται τε καὶ φθείρεται, οἷα τὰ μεγέθη τὰ ἐν ταῖς γενηταῖς καὶ φθαρταῖς οὐσίαις γινόμενα, περὶ ὧν οὐδετέρως τὴν θεωρίαν ποιεῖται ἡ σύνεσις, ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο.
“而理解与无理解——依循它们,我们称人为有理解的与无理解的——既非完全等同于科学知识或意见(因为若是如此,所有人就都会是有理解的了),亦非个别科学中的某一种,正如医学是围绕健康事物,或者几何学是围绕大小一样。因为理解既非围绕永远存在且不动的事物,亦非围绕任何发生生成的事物,而是围绕人们会产生疑难并加以审议的事物。” 正如在践行性的诸德性上,我们将勇敢、节制、正义称为属的德性,并且还选取了其他更具种的特性的德性,即慷慨、豪迈、大度一样,同样,明智作为一种概念性的和属的德性,在其下也统辖着在此处依次被选取的诸德性,即优良审议、机智、理解、体谅,关于这些亚里士多德在此处加以阐述,其中有些他已经传授并给出了定义,而关于另一些他则依次作出证明。正如他在阐释优良审议时,将其从科学知识、意见、敏捷猜测及其他诸属中区分开来,指明它与它们每一个均有所不同,随后找到它的属并收集适宜于它的构成性种差,再将这些种差与属妥适地结合起来从而给出了它固有的定义一样,他在理解上也做了同样的事情。至于理解是什么,以及与之对立的无理解是什么,他是从分有它的人们那里指明的,我们根据这些名词派生性地称他们为“有理解的”和“无理解的”。因为有理解者和无理解者是具有某种性质的人,是根据理解和无理解被命名的;但若非理解和无理解是诸性质,他们便不会从它们那里被如此命名为具有某种性质的人。在以此方式证明了它们存在之后,他接着探讨理解是什么,并在此之前指明它不是什么,以便在将它从那三个属中分离出来之后,将固有的且相近的属与其相契合,从而引入固有的诸种差,给出其完备的本质定义——这正是他在优良审议上所做的事情。因此他说,理解既非完全等同于科学知识或意见。因为若是同一的,那么或者所有认知者或持意见者就都会是有理解的人,或者普遍且完全地认知者或持意见者就会恰巧是有理解的人;它亦非个别科学中的某一种。在此处,他根据一种通行的说法将技艺也称为科学;正因如此,他也将医学作为一门科学纳入进来。因为存在某种科学的定义,依照该定义技艺也被归入科学之列。这就是主张“科学是具有第一者与第二者之秩序者”的定义。因为一切技艺与一切科学,对于其自身中所传授的内容都具有某种秩序,以致某些内容被排在第一位,而另一些内容〔被排〕在其后,因为第二位的内容若无前者在先引导,就无法得以成功完成。他接着从作为诸技艺与诸科学之基础的对象出发,证明理解既非技艺亦非科学。因为如果它是医学,它就应当论及健康的事物、致病的事物以及居间的事物,无论是身体、起居法、药物还是其他任何此类医学所论及的事物;而如果它是几何学,它就应当致力于大小,因为几何学是围绕这些展开的。在这些事物中,有些是永远存在且不动的,即在实体上不可变化的,例如天体,正如他本人在《论天》中所指明的那样。因为这些天体即使依位置而运动,但在实体上如他所言始终保持相同状态;而且即使依位置运动,也不是作为整体运动,而是依各部分运动,就其整体而言则保持在同一处,并不变换位置。几何学因此致力于诸大小,即平面大小与立体大小。平面大小如圆、三角形、正方形及其他图形,它们虽为大小,却是在表面上被考察,在大小上并不具备完全性。因为凡是在各方面都为三、在各方面都具有三者以及在三个方向上具有维度的,才是在各方面都具有维度且在大小上完备的,正如他本人在《论天》中关于这一点也已阐述过的那样;几何学也致力于立体,例如球体、圆柱体、立方体、圆锥体、棱锥体以及与这些同列的图形,它们在三个维度上被考察,因而被称为立体,具有长、深、宽。在这些事物中,他指出天体始终保持相同状态且在实体上是不动的。然而在这些事物中,也有既生成又消灭者,例如在生成且可毁灭的诸实体中产生的大小;关于这两类事物,理解均不作考察,而是围绕人们会产生疑难并加以审议的事物展开。
- 6.88οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν, οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν ἂν ἦν ἢ γεωμετρία περὶ μεγέθη
这是引文中引申出的反事实虚拟结构。οὔτε τις μία τῶν κατὰ μέρος ἐπιστημῶν 与前面的 οὔθ’ ὅλως τὸ αὐτὸ ἐπιστήμῃ ἢ δόξῃ 并列,共同受句首直陈式动词 Ἔστι 支配;而后半举例分句 οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν ἂν ἦν ἢ γεωμετρία περὶ μεγέθη 则是隐含条件分句(“倘若它是医学……”,参看 366.25–28)的反事实虚拟主句,其中 ἂν ἦν 亦为后接的 ἢ γεωμετρία περὶ μεγέθη 所共用。
- 6.88ὧν τὰ μὲν οὐράνια ὡσαύτως ἔχειν ἀεί φησι καὶ κατ’ οὐσίαν εἶναι ἀκίνητα
关系代词 ὧν 是部分属格,统摄前述几何学考察的诸大小对象及自然界事物。全句由插入式陈述动词 φησι(亚里士多德说)支配带不定式的宾格结构(τὰ μὲν οὐράνια ὡσαύτως ἔχειν καὶ ... εἶναι)构成骨干。
