- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:364.5-365.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥分析了亚里士多德关于优良审议的定义(1142b28)中的各项要素(作为属的正确性,以及有益、针对特定目的、明智为其真实把握等种差),并将普遍审议与局部审议的关系阐释为整体与部分的关系。
εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, ἡ εὐβουλία εἴη ἂν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι. τὰ μὲν μέχρι τοῦδε κατ’ ἐξήγησιν εἰρημένα ἔστιν ἐφαρμόσαι τοῖς μέχρι τοῦδε τοῦ Ἀριστοτέλους ῥητοῖς περὶ τοῦ καθόλου εὖ βεβουλεῦσθαι εἰρημένοις, τὰ δὲ ἑξῆς ἔοικε τῷ ὅρῳ ἐφαρμόζειν τῆς κατὰ μέρος εὐβουλίας. ἐπεὶ γὰρ περὶ πρακτέων κυρίως ἅπασα βούλευσις, τὰ δὲ πρακτέα καθ’ ἕκαστα, περὶ τὰ καθ’ ἕκαστα ἄρα ἡ πᾶσα βούλευσις. διὸ καὶ δέον προστίθεσθαι τῷ ὅρῳ τῆς εὐβουλίας τὸ πρός τι τέλος. ἐπεὶ δὲ καὶ τῶν φρονίμων τὸ εὖ βουλεύεσθαι, δεῖ καὶ τὴν φρόνησιν 〈ἐν〉 τῷ ὅρῳ παραλαμβάνεσθαι, καὶ οὕτως ἔσται τέλειος ὁ τῆς εὐβουλίας ὅρος, ἐκτεθειμένος ὡδί, ὡς ἐνταυθοῖ ὁ Ἀριστοτέλης ἐξέθετο, ἤγουν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψις, ἡ μὲν ὀρθότης ὡς γένος ἀντικειμένη οὖσα πρὸς τὴν διαστροφήν, ἥτις ἐστὶν ἀνοικειότης πρὸς τὸ προκείμενον τέλος καὶ ἐπιτευχθῆναι ζητούμενον. τὸ δὲ κατὰ τὸ συμφέρον πρὸς τὴν εἰς κακὸν ἀφορῶσαν καὶ ἀσύμφορον βούλευσιν,1 πρὸς ἣν ὀρθότης μὲν εἶναι δύναται βουλῆς, ὡς εἰς ἐπιτυχίαν συμβαλλομένη τοῦ βλαβεροῦ, οἷον ὡς εἴ τις περὶ κλοπῆς ἀλλοτρίων πραγμάτων βουλεύοιτο, καὶ τὸν οἰκεῖον πρὸς τοῦτο τρόπον ἐπιτηδεύοιτο. τοῦτο γὰρ ὀρθότης μέν ἐστι διὰ τὸ ἄγειν πρὸς τὸ τέλος, περὶ ὃ ἡ βουλή, οὐ μὴν καὶ εὐβουλία ὅτι μηδὲ ἀγαθὸν ἐκεῖνο περὶ ὃ τὸ βουλεύεσθαι, τὸ πρός τι τέλος, διὰ τὴν περὶ τὸ καθόλου βουλήν. τὸ δὲ οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν ὥσπερ ἐσχάτη τίς ἐστιν ἐν τῷ ὅρῳ τῆς εὐβουλίας διαφορὰ ἀντιστρέφουσα πρὸς τὴν εὐβουλίαν,2 ὡς ἐν τῷ ὅρῳ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. πᾶσα γὰρ εὐβουλία τέλος ἔχει τοιοῦτον, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι καὶ πᾶν βουλευτόν, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστιν, εὐβουλίας τέλος ἐστίν. ἐπεὶ γὰρ ἡ φρόνησις ἀπλανῶς ἔχει περὶ τὰ ὀρεκτὰ καὶ βουλευτά, πάντα τὰ αὐτῇ πρὸς μελέτην ἐπιτυχίας προτιθέμενα δέοντά ἐστι καὶ ὠφέλιμα καὶ οἱ τρόποι δέοντες καὶ τοῖς τέλεσι ἐφαρμόζοντες, δι’ ὧν αἱ ἐπιτυχίαι προσγίνονται ὑπὸ ἕξεως ἀγαθῆς ἐπιτηδευόμενοι τῆς φρονήσεως. δεῖ ἄρα τῇ εὐβουλίᾳ καὶ ταύτην προσκεῖσθαι τὴν διαφοράν, ὡς οὐσιῶδές τι ἴδιον διαστέλλον αὐτὴν τῶν ἐχουσῶν μὲν ἕξεων τὴν διαφοράν, λειπομένων δὲ φρονήσεως τὸ ἀληθὲς ὑπολαμβανούσης περὶ τοῦ τέλους αὐτῆς, καὶ ἴσως διὰ τοῦτο ἐν ἀρχῇ τοῦ νοήματος τὸ 〈ἔτι προτέτακται, ὡς ἔτι προσθήκης δεομένου τοῦ περὶ εὐβουλίας λόγου, ἵν’ ὁ ὅρος αὐτῆς ἀποδοθῇ, διαστέλλων αὐτὴν ἀπὸ〉 τῆς ἁπλῶς εὐβουλίας, ἣ τοῦ ἁπλῶς τέλους ἐστίν, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστα προτιθεμένων τοῖς ἀνθρώποις, εἰς ζήτησιν ὠφελίμων τε ὄντων καὶ διὰ τρόπων δεόντων κατορθουμένων καὶ διὰ χρόνου προσήκοντος. τὸ πρός τι οὖν τέλος ἐν τῷ παρόντι ὅρῳ αὐτῆς λαμβανόμενον, διΐστησιν αὐτὸν ἀπὸ τῆς περὶ τὸ ἁπλῶς τέλος γινομένης εὐβουλίας. καὶ διὰ τοῦτο ἦν ἀναγκαῖον οὕτως ὁρισθῆναι αὐτήν. οὕτω μὲν ἡμῖν διὰ τούτων ἐξείληπται ἡ καθόλου εὐβουλία καὶ ἡ κατὰ μέρος, ὡς περὶ τοῦ ἁπλῶς βουλευτοῦ καὶ τῶν κατὰ μέρος βουλευτῶν γεγενημένου τοῦ λόγου. εἰ δέ τις βούλοιτο, εἰλήφθω μὲν τὸ καθόλου ὡς ἐνδεχομένου καὶ καθόλου βουλεύεσθαι καὶ ἐν μέρει, ὡς τινὸς μὲν ὄντος ἀεὶ περὶ ὃ βουλευόμεθα, παντὸς δὲ τοῦ τινὸς πρὸς καθόλου ἀναγομένου, ὡς εἶναι καὶ τὸ τὶ βουλευτὸν ὑπὸ τὸ ἁπλῶς ἀναφερόμενον βουλευτόν. πλὴν τὸ οὕτω καθόλου οὐδέποτε ἔσται ἐνέργεια, οὔτε μὴν βουλὴ περὶ τοῦ καθόλου βουλευτοῦ, διότι οἱ πράττοντες καὶ βουλευόμενοι τῶν καθ’ ἕκαστα, καὶ ἃ πράττουσι καὶ περὶ ἃ βουλεύονται πάντα τῶν καθ’ ἕκαστα. ὃ δὲ λέγομεν ἁπλῶς τέλος καὶ ἁπλῶς βουλευτὸν οὐχ οὕτως ἁπλῶς ἐστιν ὡς ἐννοηματικόν,3 ἀλλ’ ὡς ὅλον τι καὶ τὰ καθ’ ἕκαστον βουλευτὰ ὡς εἰς ὅλον μέρη ἀνάγονται εἰς αὐτό, εἰ μετὰ φρονήσεώς τέ εἰσιν ὀρεκτὰ καὶ ἡ φρόνησίς ἐστιν ἡ τὰς ἐπιτυχίας κατορθοῦσα αὐτῶν.
“既然审议优良属于具有明智之人,那么优良审议就是针对某一特定目的而依循有益之事的正确性,而明智则是对该目的的真实把握。”迄至此处在解释中所陈述的内容,可以适用于亚里士多德迄至此处关于普遍地审议优良所说的文句;而接下来的内容,则似乎适用于局部的优良审议的定义。因为,既然一切审议严格说来都是围绕当行之事展开的,而当行之事又是诸个别事物,所以一切审议都是围绕诸个别事物展开的。因此,也有必要在优良审议的定义中加上“针对某一特定目的”。而且,既然审议优良也属于具有明智之人,那么明智也应当被纳入定义[之中],如此一来优良审议的定义便完备了——它正如亚里士多德在此处所阐述的那样被陈述出来,即“针对某一特定目的而依循有益之事的正确性,而明智则是对该目的的真实把握”。在此,“正确性”作为属,是对立于偏差扭曲的,而偏差乃是对所设定的并寻求达成的目的的不相适;“依循有益之事”则是对立于着眼于恶与无益的审议的,针对后者确实有可能存在审议的正确性,因为它有助于达成有害之事,正如有人围绕盗窃他人财物进行审议并践行适于此目的的手段一样。因为这固然由于导向审议所关涉的目的而是某种正确性,但绝非优良审议,因为审议所关涉的那个目的并非善;“针对某一特定目的”是由于关于普遍之事的审议;而“明智是对该目的的真实把握”,则仿佛是优良审议之定义中与优良审议可逆的一类最终种差,正如在人的定义中“能够接受理智与知识”一样。因为一切优良审议都具有这样一个目的,即明智是对它的真实把握;而凡是明智对其具有真实把握的可审议之物,都是优良审议的目的。因为明智在欲求之物与审议之物上毫无迷误,凡是向它提出以求达成目的的事物都是应当且有益的,并且通过其达成目的的各种手段也是应当的且与诸目的相契合的,由明智这一良善品质所践行。因此,必须将这另一种差也附加给优良审议,作为某种本质固有的特性,将它与那些虽具有该种差却缺乏对自身目的把握真理之明智的诸品质区分开来;或许正因如此,在思想的开端,[“此外”一词被置于前,仿佛关于优良审议的论述还需要进一步的补充以便给出其定义,将它从]径直的目的所从属的径直优良审议[区分开来],而专注于向人类提出的、有助于探求的、并且通过应当的手段和相宜的时间得以正确完成的个别事务。因此,在优良审议当下的定义中所采纳的“针对某一特定目的”,便将它与围绕径直目的而产生的优良审议区分开来。正因如此,将其如此定义乃是必然的。通过这些论述,普遍的优良审议与局部的优良审议在我们这里便如此得到了把握,仿佛该论述是围绕径直的可审议之物与局部的诸可审议之物而展开的。但如果有人愿意,也可以将普遍理解为既有可能普遍地审议也有可能局部地审议,即我们所审议的对象虽始终是某一特定之物,但所有特定之物都可归结为普遍之物,从而特定可审议之物也被归入径直的可审议之物之下。然而,这种意义上的普遍绝不会是现实活动,也绝不会有关于普遍可审议之物的审议,因为行动者与审议者都属于个别者,他们所行之事以及所审议之事也全都是个别事物。而我们所说的径直目的与径直可审议之物,并非在这个意义上作为概念性的东西而径直存在,而是作为某种整体,而各项个别的可审议之物则如同部分对于整体一样被归结于它——倘若它们是在伴随明智的情况下被欲求的,且明智正是使它们得以正确达成的能力。
- 6.87τὸ δὲ κατὰ τὸ συμφέρον πρὸς τὴν εἰς κακὸν ἀφορῶσαν καὶ ἀσύμφορον βούλευσιν
省略了动词(如 ἀντίκειται)的句式结构。承接前句“ἡ μὲν ὀρθότης ὡς γένος ἀντικειμένη οὖσα πρὸς τὴν διαστροφήν”的平行结构,主语“τὸ δὲ κατὰ τὸ συμφέρον”连接介词短语“πρὸς τὴν... βούλευσιν”以表示其对立面。随后的“τὸ πρός τι τέλος, διὰ τὴν περὶ τὸ καθόλου βουλήν”亦属于同一连串对比阐释。
- 6.87ἀντιστρέφουσα πρὸς τὴν εὐβουλίαν
使用逻辑学术语“与……可逆(外延一致,主谓词可相互换位)”的分词结构。后文“πᾶσα γὰρ εὐβουλία... καὶ πᾶν βουλευτόν...”具体阐明了这种相互的全称涵摄(若A则B,且若B则A)。
- 6.87ὡς ἐννοηματικόν
与后文“ὡς ὅλον τι”相对比的副词性/表语性中性单数宾格。它规定了此处的普遍(径直的目的)并非仅仅作为心灵中的抽象概念(ἐννόημα)而径直存在,而是作为包容诸部分的“整体(ὅλον)”而存在,具有本体论和目的论的性质。
