← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§362.24-364.5

无条件的优良审议与针对特定目的的优良审议

针对亚里士多德将优良审议区分为“径直的”与“针对特定目的的”(1142b28),厄斯特拉提奥斯阐明前者关乎人生整体的共同目的(幸福),后者则关乎其各个局部,并指出句首的“此外”(ἔτι)并非为定义增加新的种差,而是在定义完成后引入的一项独立考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.87#1

" Ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. ἡ μὲν οὖν ἁπλῶς ἡ πρὸς τὸ τέλος τὸ ἁπλῶς κατορθοῦσα, ἡ τίς δὲ πρός τι τέλος. εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦσθαι, ἡ εὐβουλία εἴη ἂν ὀρθότης κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι." Τὸν μὲν ὁρισμὸν τῆς εὐβουλίας δόξειεν ἂν ἤδη ἀποδεδωκέναι, ὀρθότητα μὲν βουλῆς ὡς γένος ὑπάρχειν θέμενος, τὰ δὲ λοιπὰ ὡς διαφορὰς αὐτῆς ἀποπληρούσας τὴν τελειότητα, ὡς μή πω οὔσης εὐβουλίας, ὅτε τῶν εἰρημένων τινὸς ἀπολείποιτο, εἴτε τοῦ τέλους μὴ ὄντος δέοντος, ὃ προτίθεται, εἴτε τοῦ τρόπου δι’ οὗ τὸ τέλος ἐπιτυγχάνεται, εἴτε τοῦ χρόνου μακροτέρου ἢ δεῖ καταναλισκομένου, δι’ ὅσου ἡ βούλευσις γίνεται. ἐπεὶ δὲ τὸ τέλος διχῶς λαμβάνεται, τό τε ἁπλῶς καὶ πρὸς ὃ πάντα τὰ κατὰ μέρος ἀναφέρεται κατορθούμενα παρὰ τοῖς ἀνθρώποις, καὶ οὗ ἐφιέμενος ἄνθρωπος καὶ ἐπιτυγχάνων τέλειος ὡς ἄνθρωπος γίνεται, ὅπερ ἐστὶν ἡ εὐδαιμονία, ὅλον τι οὖσα κατόρθωμα καὶ τέλος ἐκ τῶν κατὰ μέρος κατορθουμένων συγκείμενον, καὶ ἔστι καὶ πρὸς τοῦτο τὸν ἄνθρωπον εὖ τε βουλεύσασθαι καὶ μή, τὸ μὲν τὴν ὄντως εὐδαιμονίαν εὐδαιμονίαν εἶναι ὑπολαμβάνοντα καὶ τὰ πρὸς αὐτὴν φέροντα ὀρθῶς καὶ ἁρμοδίως ἐπιτηδεύοντα, τὸ δὲ περί τε τὸ τέλος αὐτὸ πλανώμενον1 καὶ τὸ μὴ ὂν τέλος ὡς τέλος ἡγούμενον καὶ μάταιά τινα ὡς πρὸς αὐτὸ φέροντα μετερχόμενον. ἔστι δὲ καὶ κατὰ μέρος περὶ τῶν ἀναφερομένων μερῶν εἰς τὴν δοξαζομένην εὐδαιμονίαν ὀρεκτά τινα προτίθεσθαι καὶ περὶ τῆς αὐτῶν ἐπιτεύξεως βουλεύεσθαι εὖ τε καὶ ὡς ἑτέρως. περὶ τούτου νῦν παραδίδωσι, διαφορὰν ἡμῖν παριστῶν περί τε τῆς κατὰ τὴν εὐδαιμονίαν εὐβουλίας, ἥτις ἁπλῶς εὐβουλία ἐστί, πρὸς τὸ ἁπλῶς τέλος ἄγουσα καὶ περὶ τῆς κατὰ μέρος, ἥτις ἐστὶν ἡ πρὸς ἕκαστον μέρος τῆς εὐδαιμονίας τὸν βουλευόμενον ἀποφέρουσα. ὅτι δὲ καὶ περὶ τοῦ ἁπλῶς τέλους, ἤτοι τῆς εὐδαιμονίας, ἔστι καὶ ὀρθῶς δοξάσαι καὶ πλημμελῶς καὶ περὶ τῶν κατὰ μέρος τελῶν, δῆλον ἐντεῦθεν. οἱ γὰρ πλοῦτον εὐδαιμονίαν ἡγούμενοι ἢ ἡδονὴν σαρκὸς ἢ ὑγείαν ἢ ἄλλο τοιοῦτον τῆς ἀληθείας ἀποπεπτώκασι, καὶ ὁπόσα ἂν ἑαυτοῖς περιποιεῖσθαι σπουδάζωσι, σκοπὸν τοῦ ἑαυτῶν βίου καὶ τέλος προθέμενοι, ματαιοπονοῦντές εἰσι καὶ κενὰ βουλευόμενοι. οἱ δ’ ἐνέργειαν ψυχῆς κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ τὸ ἀνθρώπινον τέλος ὑπάρχειν θέμενοι, οὗτοι δηλονότι καὶ περὶ τοῦ τέλους ὀρθῶς ὑπέλαβον καὶ τὰ προσήκοντα πρὸς αὐτὸ κατὰ μέρος πάντα ὀρεκτὰ ἑαυτοῖς προτιθέμενοι ἁπλῶς καὶ καθόλου τυγχάνουσιν εὔβουλοι, εἰ δὲ κἂν τοῖς κατὰ μέρος εἰσί, φυλάττοντες τὰ τῆς εὐβουλίας παρατηρήματα, εἶεν ἂν κἀν τοῖς κατὰ μέρος βουλευτοῖς εὔβουλοι. διὰ τοῦτό φησι ταῦτα διαφορὰν ἡμῖν ὑποβάλλων νοεῖν τοῦ τε κοινοῦ τέλους, πρὸς ὃ τὰ κατὰ μέρος ὠφέλιμα προσφέρουσιν ἅπαντα καὶ αὐτῶν τῶν κατὰ μέρος τελῶν καὶ τῆς κοινῆς εὐβουλίας καὶ τῶν κατὰ μέρος εὐβουλιῶν, ὡς τῆς μὲν πρὸς τὸ κοινὸν ἀφορώσης τέλος, τῆς δὲ ἑκάστης πρὸς ἕκαστον τῶν κατὰ μέρος. προσθεὶς δὲ τὸ ἔτι ἐν τῇ ἀρχῇ τοῦ προκειμένου νοήματος, οὐ μικρὸν ἐμπόδιον τέθεικε τῇ προλαβούσῃ αὐτῷ διανοίᾳ πρὸς τὴν τῶν λεγομένων κατάληψιν.2 δοκεῖ γὰρ ὡς καὶ ἑτέραν τινὰ διαφορὰν προσθεῖναι τῷ ὅρῳ βουλόμενος οὕτως εἰπεῖν ὥσπερ ἐχομένου τοῦ νοήματος τῶν ἤδη ῥηθέντων· οἶμαι δ’ ὅτι οὐδ’ οὕτως ἔχει, ἀλλὰ τὸν ὅρον ἀπαρτίσας τῆς εὐβουλίας, ἕτερον τούτῳ ἐπεισάγει θεώρημα τὸν ἁπλῶς εὔβουλον διαχωρίζων τοῦ κατὰ μέρος. ἐξεταστέον δὲ καὶ αὐτὴν τὴν λέξιν τοῦ Ἀριστοτέλους καὶ ῥητέον τὰ εἰκότα καὶ ἐπ’ αὐτῇ. ἔτι ἔστι καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. τὸ ἁπλῶς εὖ βεβουλεῦσθαι περὶ τοῦ κοινοῦ τέλους ἐστί, τὸ δὲ πρός τι εὖ βεβουλεῦσθαι περί τινος τέλους ἐστίν, ὅ ἐστι καὶ αὐτὸ ἀγαθόν, μέρος ὂν τοῦ κοινοῦ καὶ εἰς τὸν ἐκείνου ἀπαρτισμὸν συμβαλλόμενον. ἔστι τοίνυν ἁπλῶς μὲν εὔβουλος ὅ τε ἀπλανῶς τὸ ἁπλῶς τέλος εἰδὼς καὶ ὀρθῶς ἐπιτηδεύων τὰ πρὸς αὐτὸ φέροντα, πρός τι δὲ εὔβουλος ὁ τὸ ὠφέλιμον ἑαυτῷ ὡς τέλος προθέμενος καὶ τὰ τῆς εὐβουλίας φυλάττων παρατηρήματα ἐν τῷ περὶ τοῦ τοιούτου βουλεύεσθαι.

“此外,既有可能径直地审议优良,也有可能针对某一特定目的审议优良。因此,径直的[优良审议]是径直朝向目的而导向成功的,而特定的[优良审议]则是针对某一特定目的的。既然审议优良属于具有明智之人,那么优良审议就是针对某一特定目的而依循有益之事的正确性,而明智则是对该目的的真实把握。” 他似乎已经给出了优良审议的定义,将审议的正确性设定为属,将其余规定设定为其充实完备性的种差,因为当缺乏所言各项中的任何一项时——无论所设定的目的并非应当的,或是通过借以达成目的的手段并非应当的,或是耗费了多于应当的时间即审议历经了过多时间——它就都还不是优良审议。但是,既然目的有两种理解方式:一种是径直的目的,人类在各别情况下所做出的全部正确行为都归结于它,人通过追求并达成它而作为人变得完满,这也就是幸福,它是某种整体的正确行为,是由各项个别的正确行为构成的目的;并且人对于这一目的也有可能审议优良,也有可能不能审议优良——一方面在于将真正的幸福把握为幸福,并正确且适当地践行导向它的事情;另一方面则在于围绕目的本身发生迷误,将并非目的之事视为目的,并将无益的虚妄之事作为导向它的途径来追求。另一方面,在个别方面,人也可能围绕归属于被认定的幸福之中的各个部分设定某些欲求的对象,并围绕它们的达成审议得优良或恰恰相反。他现在所传授的正是关于这一点,向我们指明了关于依循幸福的优良审议(即径直的优良审议,导向径直的目的)与关于局部的优良审议(即将审议者引向幸福的各个局部的审议)之间的差异。而无论关于径直的目的即幸福,还是关于各个局部的目的,既可能做出正确的判断,也可能做出失误的判断,这一点从下述事实便显而易见:因为那些将财富视为幸福、或将肉体快乐、健康或其它类似事物视为幸福的人,都已经背离了真理;无论他们多么热心于为自己谋取这些,并将它们设定为自己生活的目标与目的,他们都是在徒劳无功,审议着空虚的事情。但那些将完满生命中依循德性的灵魂活动设定为人类目的的人,显然关于目的做出了正确的把握,并且通过为自己设定所有适合于它的个别欲求对象,他们径直且普遍地成了优良审议者;如果他们在个别事务中也是如此,遵守着优良审议的各项规范,那么他们在个别审议对象上也会是优良审议者。因此他说了这些话,提示我们去理解共同的目的(所有局部的有益之事都对它有所贡献)与局部的诸目的本身之间的差异,以及普遍的优良审议与局部的诸优良审议之间的差异——前者着眼于共同的目的,而后者中的每一者则着眼于各个局部的目的。然而,在所提出的思想开端加上“此外”一词,他为自己先前的思路给人们理解所言之事设置了不小的障碍。因为他这样说,似乎是想要再给定义添加某种种差,仿佛这思想是紧接着已经说过的话一般;但我认为情况并非如此,而是在完成了优良审议的定义之后,他在此之上引入了另一项理论考察,将径直的优良审议者与局部的审议者区分开来。但也必须考察亚里士多德的原文字句,并就此陈述合乎情理的解释:“此外,既有可能径直地审议优良,也有可能针对某一特定目的审议优良。”径直地审议优良是关于共同的目的,而针对某一特定目的审议优良则是关于某个特定目的,该目的本身也是某种善,是共同目的的一部分,并对共同目的的完备有所贡献。因此,径直的优良审议者既是不迷误地知晓径直的目的、并正确践行导向它的途径之人;而针对某一特定目的的优良审议者则是将对自己有益之事设定为目的、并在围绕此类事情审议时遵守优良审议之规范的人。

语法注2 条
  1. 6.87καὶ ἔστι καὶ πρὸς τοῦτο τὸν ἄνθρωπον εὖ τε βουλεύσασθαι καὶ μή, τὸ μὲν τὴν ὄντως εὐδαιμονίαν εὐδαιμονίαν εἶναι ὑπολαμβάνοντα καὶ τὰ πρὸς αὐτὴν φέροντα ὀρθῶς καὶ ἁρμοδίως ἐπιτηδεύοντα, τὸ δὲ περί τε τὸ τέλος αὐτὸ πλανώμενον

    表示对比的“τὸ μὲν... τὸ δὲ”作为内含中性宾格起到副词作用(“一方面……另一方面……”),具体展开了前文刚提及的“εὖ τε βουλεύσασθαι καὶ μή”(审议优良与未能审议优良)这两种情况。其后的各分词(ὑπολαμβάνοντα... ἐπιτηδεύοντα 与 πλανώμενον... ἡγούμενον... μετερχόμενον)均在格上与不定式的主语宾格“τὸν ἄνθρωπον”保持一致。

  2. 6.87προσθεὶς δὲ τὸ ἔτι ἐν τῇ ἀρχῇ τοῦ προκειμένου νοήματος, οὐ μικρὸν ἐμπόδιον τέθεικε τῇ προλαβούσῃ αὐτῷ διανοίᾳ πρὸς τὴν τῶν λεगोμένων κατάληψιν.

    全句骨干为“προσθεὶς... τέθεικε... ἐμπόδιον”。与格短语“τῇ προλαβούσῃ αὐτῷ διανοίᾳ”是“τέθεικε... ἐμπόδιον”所要求的间接宾语(“为他先前形成的思路设置了障碍”)。此处指出,亚里士多德加上“此外”(ἔτι)一词,在表面上容易让人误以为他仍在继续此前已告完结的定义,从而给理解造成了阻碍。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:362.24-364.5