- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:361.5-362.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条逻辑地分析了当通过恶劣手段达成善的目的时中项与前提是如何成其为虚假的(1142b22),随后注疏了亚里士多德关于优良审议的定义中亦不可或缺适度的时间(既不能耗时过长)这一论点(1142b26)。
ἐπεὶ γὰρ ἐνδέχεται ἀγαθόν τι κτᾶσθαι διὰ τρόπου καὶ ἀγαθοῦ καὶ φαύλου, ψευδὴς ἐπί τι1 ἡ μείζων πρότασις, ἡ πᾶν λέγουσα τὸ δι’ οὗ τις ἑαυτῷ πορίζει τὸ ἀγαθόν, τοῦτο ἀγαθὸν εἶναι. καλῶς ἄρα εἴρηται τῷ Ἀριστοτέλει, ὅτι ὁ μέσος ψευδής, δι’ οὗ ἡ ἀληθὴς συνῆκται τοῦ συμπεράσματος ὕπαρξις, ὅταν φαύλη ἡ ἐπιτήδευσις, δι’ ἧς τὸ ὀρεκτὸν ὂν ἀγαθὸν ἀποβέβηκεν. οὐ γὰρ ὡς ὑπάρξαν ψευδὲς τὸ μέσον ὠνόμασται, ἀλλ’ ὡς ἀγαθὸν λεγόμενον, ὅτι ἀγαθὸν αὐτῷ ἠκολούθησεν. ἢ οὖν οὕτως ἢ ὅτι ἐπεὶ τὸ ὀρεκτὸν ἀγαθὸν καὶ ἔδει τυχεῖν αὐτοῦ διὰ τρόπου τινός, εἰ μὲν διὰ τοῦ δέοντος ἔτυχε τρόπου, ἀληθῶς τὸ δέον κατὰ τοῦ τρόπου κατηγορηθήσεται, εἰ δὲ τὸ μὲν ὀρεκτὸν δέον, ἔτυχε δέ τις αὐτοῦ διὰ τρόπου μὴ δέοντος, ψευδῶς κατὰ τοῦ τρόπου μέσου ὄντος τὸ δέον ῥηθήσεται, οἷον εἴ τινι πλούτου δέει, εἰ μὲν γεωργίαν ἢ ἐμπορίαν ἢ ἄλλο τι τοιοῦτον ἐπιτηδεύσας τοῦ πλούτου τέτευχε, δέον καὶ ὁ τρόπος καὶ προσῆκον, εἰ δὲ κλοπὴν ἢ λῃστείαν, κἀντεῦθεν εὐπόρηκε, ψευδῶς τὸ δέον κατὰ τοῦ τοιούτου τρόπου ῥηθήσεται. ὥστε ἡ μὲν ἐπιτυχία δέοντος πράγματος γέγονε, διὰ δὲ τρόπου φαύλου καὶ μὴ δέοντος, καὶ οὕτως ὁ μέσος ψευδής, ψευδῶς ἔχων κατ’ αὐτοῦ τὸ δέον κατηγορούμενον· ψευδὴς οὖν κἀνταῦθα ἡ μείζων πρότασις ἡ λέγουσα, πᾶν τὸ δι’ οὗ τις τυγχάνει τοῦ δέοντος, δέον κἀκεῖνό ἐστιν, εἴπερ ἐστὶ δέοντός τινος τυχεῖν οὐ μόνον διὰ τρόπου δέοντος ἀλλὰ δὴ καὶ μὴ δέοντος· οἷον εἴ τις φαίη συλλογιζόμενος περὶ τοῦ διὰ κλοπῆς ἢ λῃστείας πλουτήσαντος ἤ τινος ἄλλης φαύλης ἐπιτηδεύσεως, ὁ δεῖνα πλούτου τυχὼν δέοντος ἔτυχε πράγματος, πᾶς ὁ τυγχάνων δέοντος πράγματος διὰ δέοντος τρόπου τυγχάνει αὐτοῦ. ὁ δεῖνα ἄρα διὰ δέοντος τρόπου πλούτου ἔτυχεν, ἔτυχε δὲ διὰ κλοπῆς, δέον ἄρα ἡ κλοπή. τοῦτο δὲ ψεῦδος, ὃ ἠκολούθησε διὰ τὸ ψευδῆ ἐπί τι ληφθῆναι τὴν μείζω πρότασιν. ἐν δὲ τῷ δευτέρῳ συλλογισμῷ· ἔστι δὲ οὗτος.2 ὁ δεῖνα δέοντος πράγματος τοῦ πλούτου διὰ κλοπῆς ἔτυχε· πᾶν τὸ δι’ οὗ τις δέοντος πράγματος τυγχάνει, δέον κἀκεῖνό ἐστιν· ἡ κλοπὴ ἄρα δέον. τὸ δὲ δέον ἐνταῦθα τὸ συμφέρον εἴρηται καὶ ὠφέλιμον. ἐν μὲν οὖν τῷ πρώτῳ συλλογισμῷ τὸ ὑπάρξαι τὸ πρακτὸν ἀγαθὸν συνῆκται τῷ πράξαντι διὰ μέσου τοῦ τρόπου, δι’ οὗ προσγέγονε, καὶ ὡς ἀληθεῖς αἱ προτάσεις ἐλήφθησαν, ἐν δὲ τῷ δευτέρῳ ὁ μέσος τε ὡς ἔλαττον ἄκρον τέθειται καὶ τὸ περιέχον αὐτὸν μέσον τέθειται καὶ ἐπεὶ ψευδῶς τῷ μείζονι ὑποτέτακται, καὶ τὸ συμπέρασμα ψευδὲς ἀπετέλεσεν.
因为既然既有可能通过善的手段也有可能通过恶劣的手段获得某种善物,那么断言“凡是人借以给自己获取善物的事物,其自身都是善的”这一大前提就某种特定情况而言是虚假的。因此亚里士多德说得好:当人借以实现作为善物的所欲求对象的那种做法是恶劣的时候,结论的真实成立借以被推导出来的那个中项就是虚假的。因为中项被称为虚假,并不是由于它存在过,而是由于当善的结果伴随着它时,它被称为善。因此,或者按这种方式解释;或者因为既然所欲求的对象是善,并且应当通过某种手段获得它,那么如果人确实通过应当的手段获得了它,“应当之事”将真实地被谓述于该手段之上;但如果所欲求的对象是应当之事,而某人却通过不应当的手段获得了它,那么对于作为中项的该手段,“应当之事”将被虚假地言说;例如若有人需要财富,如果他通过从事农业或商业或其它某种此类事情获得了财富,该手段也是应当且合宜的,但如果是通过偷窃或强盗,并且由此致富,那么对于此种手段,“应当之事”将被虚假地言说。因此,虽然应当之事确实达成了,却是通过恶劣且不应当的手段达成的,这样中项就是虚假的,因为它被虚假地谓述了“应当之事”;所以在这里,断言“凡是人借以达成应当之事的事物,其自身也是应当的”这一大前提同样是虚假的,如果确实不仅可以通过应当的手段,而且也确实可以通过不应当的手段达成某种应当之事的话;例如若有人对通过偷窃或强盗或其它某种恶劣做法而致富的人推论说:“某人获得了财富,达成了应当之事;凡是达成应当之事的人,都是通过应当的手段达成它的;因此某人是通过应当的手段获得财富的;而他是通过偷窃获得的;因此偷窃是应当之事。”但这结论是虚假的,它是由于大前提就某种特定情况而言被虚假地设定而导致的。而在第二个推论中——即是这个:“某人通过偷窃达成了应当之事即财富;凡是人借以达成应当之事的事物,其自身也是应当的;因此偷窃是应当之事。”而这里的“应当之事”是指合宜与有益之事。因此,在第一个推论中,实践之善的存在是通过它借以附加的手段这一中项而为行动者推导出来的,诸前提被取为真实的;但在第二个推论中,该中项被置为小端项,包容它的事物被置为中项,并且既然它被虚假地下属于大端项,它也就造成了虚假的结论。
"Ἔτι ἔστι πολὺν χρόνον βουλευόμενον τυχεῖν, τὸν δὲ ταχύ. οὐκοῦν οὐδ’ ἐκείνη πω εὐβουλία, ἀλλ’ ὀρθότης ἡ κατὰ τὸ ὠφέλιμον, καὶ οὗ δεῖ καὶ ὡς καὶ ὅτε." Ἐπεὶ μήπω ἱκανὰ τὰ εἰρημένα πρὸς ἀπαρτισμὸν τοῦ ὅρου τῆς εὐβουλίας, προστίθησι καὶ ἑξῆς. τί δὲ τὸ προστεθειμένον ἐστί; τὸ μέτρον τοῦ χρόνου, ὃ ἀνήκει τῇ βουλῇ τῇ περί τινος πράγματος, ἵν’ ἁρμόσῃ αὐτῇ τὸ εὐβουλία εἶναι. ἔστι γὰρ καὶ διὰ πλείονος χρόνου καὶ ἐλάττονος ἀνυσθῆναι τὴν βουλήν. εἰ οὖν δι’ ἐλάττονος ἀνυσθῆναι δέον, διὰ πλείονος ἀνύσει τὸ ἔργον ὁ βουλευόμενος, κατὰ μὲν τὰ προλαβόντα ἴσως ἕξει τὸ εὖ, πλείω δὲ χρόνον τοῦ δέοντος κατατρίψας ἐν τῷ βουλεύεσθαι ἐμποδισθήσεται τὸ εὖ. ὥστε οὐδὲ ἡ διὰ πλείονος ἢ δεῖ χρόνου ἀνυομένη βουλή ἐστί πω εὐβουλία. πολλοὶ γὰρ τῶν ἀνθρώπων ἢ διὰ νωθρίαν φύσεως ἢ δειλίαν ψυχῆς ἢ ἄλλο τι πάθος ἀργότερον διατιθέμενοι περὶ τὰ βουλεύματα πλείω χρόνον τοῦ ἀναγκαίου καταναλίσκουσι, κἀντεῦθεν ἢ παντελῶς τῶν τελῶν ἀποπίπτουσιν ἢ οὐ τελείως αὐτῶν ἐφάπτονται ἢ μετὰ κινδύνων ἐπιτυγχάνουσι. καὶ αὐτὸ δὲ τοῦτο ἁπλῶς, τὸ πλείω τοῦ δέοντος χρόνον καταναλίσκειν ἐν ταῖς βουλεύσεσι, ψεκτὸν καὶ οὐκ εὔβουλον. ταῦτα εἰπὼν ἐπαναλαμβάνει τὰ εἰρημένα καί φησιν, ὅτι ἐκείνη ἡ ὀρθότης τῆς βουλῆς ἐστιν εὐβουλία, ἣ καὶ τὸ ὠφέλιμον ἔχει τοῦ τέλους καὶ τοῦ τρόπου τὸ ἐπαινετόν, ὃ δηλοῖ τὸ ὡς, καὶ τοῦ χρόνου τὸ ἀρκοῦν, ὅπερ δηλοῖ τὸ ὅτε, τὸ δὲ ὠφέλιμον καὶ οὗ δεῖ ἐκ παραλλήλου3 ἐστὶ τὸ αὐτό, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον κατὰ τὸ ὠφέλιμον καὶ οὗ δεῖ ἐφίεσθαι. ἢ τὸ οὗ δεῖ ἀντὶ τοῦ οὗ χρεία ἐστὶν ὡς συμφέροντος καὶ συμβαλλομένου.
“此外,有可能经过长时间审议才达成,另一个人却迅速达成。因此前一种[审议]也还不是优良审议,而是依循有益之事的正确性,即应当达成的、以应当的方式、在应当的时候。” 既然所言者尚不足以完成优良审议的定义,他便接着添加了下一项。那么添加的内容是什么呢?是属于关乎某事的审议的时间尺度,以便使成为优良审议适合于它。因为审议既可能历经较多时间也可能历经较少时间而完成。因此,如果本应历经较少时间完成,而审议者却历经较多时间完成这项工作,那么按照前面的诸条件,他或许会拥有善,但因在审议中消耗了多于应当的时间,善就会受阻。因此,历经多于应当的时间而完成的审议,也还不是优良审议。因为许多人或者由于天性迟钝,或者由于心灵怯懦,或者由于其它某种被动状态,在审议事务上表现得更为懈怠,耗费了多于必要的时间,由此他们或者完全错失目的,或者不能完全触及目的,或者伴随着危险才达成目的。而在审议中耗费多于应当的时间本身,径直就是应受责备的,而不是审慎优良的。说了这些之后,他重述所言之事并指出,审议的那种正确性才是优良审议:它既具有目的的有益性,又具有手段的值得称赞性(这由“以应当的方式”表明),又具有时间的充分性(这由“在应当的时候”表明);而“有益的”与“应当的”是并列同一的,以至于所言之意乃是“依循有益之事即应当追求之事”。或者“应当的”是代替作为合宜且有贡献而“被需要的”事物。
- 6.85ψευδὴς ἐπί τι
解作逻辑学术语,指全称前提(“凡是……的事物都……”)并非普遍有效,而是在应用于某些特定个案时是虚假的(缺乏全称妥当性)。
- 6.85ἐν δὲ τῷ δευτέρῳ συλλογισμῷ· ἔστι δὲ οὗτος.
在句法结构上,介词短语 ἐν δὲ τῷ δευτέρῳ συλλογισμῷ 之后未直接紧接主动词,而是像标题提示般插入了说明小句 ἔστι δὲ οὗτος(“即是这个”),直接列出第二个推论的具体内容,随后才在下文恢复主句的论述(ὁ μέσος τε ὡς ἔλαττον ἄκρον τέθειται……)。
- 6.86ἐκ παραλλήλου
此为修辞与注疏惯用短语,意为“并列地、同义互见地”。此处指出在文本的“依循有益之事的正确性,即应当达成的”(ἡ κατὰ τὸ ὠφέλιμον, καὶ οὗ δεῖ)中,ὠφέλιμον 与 οὗ δεῖ 在并列结构中实质上指代同一事物。
