← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§360.1-361.5

善的目的与正当手段对优良审议的规定

亚里士多德指出,即使达成了善的目的,若是通过虚假推论(不当手段)达成的,亦非优良审议。欧斯特拉提乌斯将手段比作推论的中项,并通过指出手段被错误地认定为善,解决了实践中中项何以被称为“虚假”的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.85#1

" Ἀλλ’ ἔστι καὶ τούτου ψευδεῖ συλλογισμῷ τυχεῖν, καὶ ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν, δι’ οὗ δὲ μή,1 ἀλλὰ ψευδῆ τὸν μέσον ὅρον εἶναι, ὥστ’ οὐδ’ αὐτή πως εὐβουλία, καθ’ ἣν οὗ δεῖ μὲν τυγχάνει, οὐ μέντοι δι’ οὗ ἔδει." Ἔθηκε τὴν ὀρθότητα τῆς βουλῆς καὶ ἔδειξε μὴ οὖσαν εὐβουλίαν πᾶσαν βουλῆς ὀρθότητα ἀλλὰ δεῖν καὶ περὶ ἀγαθοῦ τέλους γίνεσθαι τὴν βουλήν, εἰ μέλλει εὐβουλία ὑπάρχειν. ἐπεὶ δὲ καὶ ἔτι λείπεται, προστίθησι καὶ ἕτερον. τοῦτο δέ ἐστι τὸ καὶ προσήκοντα εἶναι τὸν τρόπον δι’ οὗ τὸ τέλος ἐπιτυγχάνεται. ἐπεὶ δὲ δύο ὅρων ὄντων τῶν ἄκρων, τοῦ τ’ ὀρεκτοῦ πράγματος καὶ τοῦ ὀρεγομένου αὐτοῦ, μέσος ὅρος ὁ τρόπος ἐστί, δι’ οὗ τὰ ἄκρα ἀλλήλοις συνάπτονται, τό τε ὀρεκτὸν καὶ τὸ ὀρεγόμενον, παρεισάγει τοῦτο ὡς ἐπὶ γινομένου συλλογισμοῦ, οὗ τὸ μὲν συμπέρασμα ἀληθές, ὁ δὲ μέσος ψευδής, ἤτοι ψευδὴς ἢ ὑποκείμενος ἢ κατηγορούμενος, εἴτε ἀποφατικῶς εἴτε καταφατικῶς καθ’ οἷον δήποτε σχῆμα καὶ τρόπον. ὡς γὰρ ἐν τῷ συλλογισμῷ ἐνδέχεται ἀληθὲς εἶναι συμπέρασμα τοῦ μέσου λαμβανομένου ψευδοῦς, εἴτε καθ’ ἕνα εἴτε κατ’ ἄμφω τὰ διαστήματα, οὕτως ἐνδέχεται καὶ διὰ φαύλου τρόπου τέλος ἀποβῆναι χρηστόν, οἷον εἴ τις πένης μοιχεύσας ἐκ τούτου ηὐπόρηκεν ἢ αἰχμαλωτισθεὶς ἠλευθέρωται. ἐπεὶ γὰρ ὅ τε πλοῦτος δοκεῖ ἀγαθὸν τῷ πλουτήσαντι καὶ ἡ ἐλευθερία τῷ αἰχμαλώτῳ, δόξειεν ἂν ἀγαθὸν εἶναι τὸ μοιχεῦσαι ἢ τὸ αἰχμαλωτισθῆναι ἑκατέρῳ· ἀλλὰ τοῦτο ψεῦδος. ὥστε τὸ ἀγαθὸν κατὰ τοῦ μέσου, ἤτοι τῆς μοιχείας κατηγορούμενον, ψευδῆ ποιήσει τὴν πρότασιν. δόξειε δ’ ἂν ἴσως ἀδύνατον, ψεῦδος εἶναι τὸ μέσον ἐν τῇ πλοκῇ τοῦ συλλογισμοῦ, δι’ οὗ τὸ ἀγαθὸν ὑπῆρξε τῷ εὐπορήσαντι, εἴτε τῷ πλουτήσαντι ὁ πλοῦτος εἴτε τῷ αἰχμαλωσίας ἀπαλλαγέντι ἡ ἐλευθερία, ἀλλὰ μέσον μὲν τὸν τρόπον λαμβάνεσθαι, ἀληθεῖς δὲ εἶναι καὶ τὰς προτάσεις.2 εἰ γὰρ ἀληθές, ὅτι ὁ πένης μεμοίχευκε καὶ διὰ τοῦτο εὐπόρηκε, πῶς ἔσται ὁ μέσος ψευδής, τοῦ μὲν ἀληθῶς κατηγορούμενος, τῷ δὲ ἀληθῶς ὑποκείμενος. τὸ αὐτὸ δ’ ἂν ἐρεῖς κἀπὶ τοῦ ἀπαλλαγέντος αἰχμαλωσίας διὰ μοιχείαν. πῶς οὖν ἐροῦμεν; εἰ οὐ τοῦτό φησι ψευδὲς εἶναι τὸ μέσον, ἢ ὡς ὅτι πέπρακται ἢ ὡς ὅτι δι’ αὐτοῦ τὸ ἀγαθὸν τῷ πράξαντι ἀποβέβηκεν, ἀλλ’ εἰς τοῦτο ψευδές,3 ὅτι ἀγαθὸν καὶ τὸ μέσον ἀγαθοῦ ὄντος τοῦ δι’ αὐτὸ ἀποβάντος. ὥστε καὶ δευτέρου γενομένου συλλογισμοῦ τοῦτο ψευδὲς συμπεραίνεται, οὐκ ἐν τῷ δευτέρῳ συλλογισμῷ μέσου τιθεμένου τοῦ τρόπου, ἀλλ’ ἄκρου μὲν καὶ ἐλάττονος, τῆς μείζονος δὲ καὶ περιεκτικῆς ψευδῶς ἐπί τι λαμβανομένης προτάσεως, οἷον ἵνα τις φαίη, ὁ δεῖνα διὰ μοιχείαν ἀγαθὸν εὕρηκε, πᾶν δι’ οὗ τις ἀγαθὸν εὑρίσκει ἀγαθόν ἐστιν, ἡ μοιχεία ἄρα ἀγαθόν ἐστι· καὶ ἰδοὺ ψευδὴς ὁ ἐκεῖσε μέσος εὑρίσκεται, ἔλαττον μὲν ἄκρον ἐνταυθοῖ λαμβανόμενος, διὰ δέ τινος μέσου καθολικωτέρου καὶ κοινοτέρου τὸ ψευδῶς εὑρίσκων ὑποκεῖσθαι τῷ μείζονι.

“然而也有可能凭借虚假的推论达成这一点,达成了应当做的事,但不是通过应当通过的途径,而是中项是虚假的;因此,那种虽然达成了应当达成的、却不是通过应当通过的途径的[审议]本身,在任何意义上也都不是优良审议。” 他确立了审议的正确性,并指出并非所有审议的正确性都是优良审议,而是若要成为优良审议,审议还必须关乎善的目的。但既然仍有所缺失,他便又添加了另一项条件。这就是:达成目的所经由的手段也必须是适宜的。既然端项有二——所欲求的事物与欲求它的人——而手段是中项,两端项(即所欲求的事物与欲求者)借此相互联结,因此他是比照推论的情形将此引入的:在推论中结论是真实的,中项却是虚假的,即无论在何种格或式中,无论是否定地还是肯定地,中项作为主词或作为谓词是虚假的。因为正如在推论中,即便中项被取为虚假,无论是在一个间隔[前提]中还是在两个间隔[前提]中,结论都有可能是真实的;同样,通过低劣的手段也可能产生良好的目的,例如某个穷人因通奸而由此致富,或者因沦为俘虏而获得自由。因为既然对于致富者而言财富看似是善事,对于俘虏而言自由看似是善事,那么通奸或沦为俘虏对各自而言似乎都是善事;但这是虚假的。因此,将善谓述于中项(即通奸)之上,会使该前提成为虚假的。但或许有人会认为,在推论的编织中,获益者借以获得善(无论是致富者获得财富,还是摆脱俘虏境遇者获得自由)的中项是不可能为虚假的,相反,手段被取为中项,诸前提也都是真实的。因为如果穷人通奸并且因此致富是真实的,那么中项既真实地被谓述于一者,又真实地作为另一者的主词,它怎么会是虚假的呢?对于因通奸而摆脱俘虏境遇的人,你也会说同样的话。那么我们将如何回答呢?难道不是说,他说中项是虚假的,既不是指它被实行了这一意义,也不是指善通过它而在行动者身上实现这一意义,而是在这个意义上是虚假的:即因为通过它而实现的结果是善的,中项也是善的?因此,即使构建第二个推论,这也会被推论为虚假,在这第二个推论中手段并未被设为中项,而是被设为小端项,而大前提即普遍前提就某个事物而言被虚假地设定,例如有人会说:“某人通过通奸找到了善;凡是人借以找到善的事物都是善的;因此通奸是善的。”看哪,在那里的中项在此被发现是虚假的,它在这里被取作小端项,并且通过某个更普遍、更具共相的中项,被发现它是被虚假地隶属于大端项之下的。

语法注3 条
  1. 6.85καὶ ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν, δι’ οὗ δὲ μή

    引文(lemma)中的句法。承接前面的非人称动词 ἔστι(“可能”),并列了不定式短语:ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν 指“达成应当做的事[目的]”,而随后的 δι’ οὗ δὲ μή 之后省略了前文的 δεῖ ποιῆσαι τυχεῖν(“通过应当经由的手段[达成]”),否定词 μή 对该达成予以否定。

  2. 6.85δόξειε δ’ ἂν ἴσως ἀδύνατον, ψεῦδος εἶναι τὸ μέσον ἐν τῇ πλοκῇ τοῦ συλλογισμοῦ... ἀλλὰ μέσον μὲν τὸν τρόπον λαμβάνεσθαι, ἀληθεῖς δὲ εἶναι καὶ τὰς προτάσεις

    由 δόξειε δ' ἂν ἴσως ἀδύνατον(“或许似乎是不可能的”)所统辖的带宾格的不定式结构。主要的宾格不定式从句是 ψεῦδος εἶναι τὸ μέσον(“中项是虚假的”),在转折连词 ἀλλά 之后并列了反驳者的主张:μέσον μὲν τὸν τρόπον λαμβάνεσθαι, ἀληθεῖς δὲ εἶναι καὶ τὰς προτάσεις(“手段被取为中项,且各前提亦为真”)。

  3. 6.85πῶς οὖν ἐροῦμεν; εἰ οὐ τοῦτό φησι ψευδὲς εἶναι τὸ μέσον... ἀλλ’ εἰς τοῦτο ψευδές

    对修辞性疑问句 πῶς οὖν ἐροῦμεν;(“那么我们将如何回答呢?”)提出解答的句法。这里的连词 εἰ 并非一般的条件从句(“如果”),而是作为委婉提出解答的惯用表达(“难道不是说……”或“是否可以说……”),省略了动词 ἐροῦμεν,直接引出后续的说明内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:360.1-361.5