- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:358.28-359.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了《尼各马可伦理学》1142b16–17,说明了首先探求作为优良审议之属的审议(其本质与关涉对象)的必要性,以及为何将“正确性”作为种差加以引入。他进一步阐明,由于正确性既可指目的之善,亦可指朝向目的之推论的准确性这一多义性,不能自制者或低劣者朝向恶劣目的推论的成功必须被排除在“优良审议”之外。
" Ἀλλὰ ὀρθότης τίς ἐστιν ἡ εὐβουλία βουλῆς. διὸ ἡ βουλὴ ζητητέα πρῶτον τί καὶ περὶ τί." Εἰπὼν τὰς διαφορὰς τῆς βουλῆς εἶναι τὸ εὖ καὶ κακῶς βουλεύσασθαι, ἀπονέμει νῦν τῇ εὐβουλίᾳ θατέραν τῶν διαφορῶν, ὃ ἔστι τὸ εὖ βουλεύσασθαι, καί φησι, δύο οὐσῶν τῶν διαφορῶν τὸ εὖ τῆς εὐβουλίας ἐστίν, ὡς καὶ τοὔνομα παριστᾷ. τὸ γὰρ ὀρθῶς ταὐτὸν τῷ εὖ, ἡ οὖν εὐβουλία ὀρθότης τίς ἐστι βουλῆς. οὕτω γὰρ ἕξει τὸ εὖ ἡ βουλή, εἰ ὀρθῶς γίνοιτο. ἐπεὶ οὖν ἡ βουλὴ γένος εὐβουλίας, δεῖ ζητῆσαι πρῶτον περὶ βουλῆς, τί ἐστι καὶ περὶ τί καταγίνεται, ἵνα τὸ γένος τῆς εὐβουλίας ὁρισάμενοι ἔχωμεν ἤδη γνώριμον τὸ τί τῆς εὐβουλίας, ἤτοι τὴν οὐσίαν καὶ τὸ γένος αὐτῆς. ἑκάστου γὰρ εἴδους τὸ τί τὸ γένος αὐτοῦ ἐστιν, αἱ δὲ διαφοραὶ ποιότητές εἰσι, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσαι. καλῶς δὲ καὶ τὸ περὶ τί ζητεῖν οὐδὲν ἧττον συμβαλλόμενον εἰς κατάληψιν τῆς βουλῆς.1 ἐκ γὰρ τῶν ὑποκειμένων μάλιστα περὶ ἃ καταγίνονται αἱ τῆς ψυχῆς ἕξεις καταλαμβάνονται καὶ αἱ ἐνέργειαι. καλῶς δὲ εἶπε καὶ τὸ ὀρθότης τίς ἐστι, διότι ἔστιν ὀρθὴν λέγεσθαι βουλὴν καὶ ἐπὶ ἀγαθῷ καὶ φαύλῳ, καθὼς αὐτὸς ἐρεῖ ἑξῆς.
“然而优良审议是审议的某种正确性;因此必须首先探求审议是什么以及关乎什么。” 在说明了审议的种差是审议得好与审议得坏之后,他现在将这两个种差中的另一个,即审议得好,赋予了优良审议,并说在种差有二者之中,“好”属于优良审议,正如名称本身所表明的那样。因为“正确地”与“好”是同一的;因此优良审议是审议的某种正确性。因为如果审议正确地进行,审议就会具有“好”。既然审议是优良审议的属,那么就必须首先就审议探求它是什么以及从事于什么,以便在定义了优良审议的属之后,我们能够已经认识优良审议的“是什么”,即它的本质和属。因为每个种的“是什么”就是它的属,而种差是性质,限定关于本质的质。探求“关乎什么”也是妥当的,它对于把握审议有着同样重要的助益。因为灵魂的品质与现实活动主要是根据它们所从事的底层对象而被把握的。他说“是某种正确性”也是妥当的,因为正如他本人接下来将要说的那样,审议无论对于善的事物还是低劣的事物,都可以被称为是正确的。
"Ἐπεὶ δὲ ἡ ὀρθότης πλεοναχῶς, δῆλον ὅτι οὐ πᾶσα. ὁ γὰρ ἀκρατὴς καὶ ὁ φαῦλος ὃ προτίθεται ἰδεῖν2 ἐκ τοῦ λογισμοῦ τεύξεται, ὥστε ὀρθῶς ἔσται βεβουλευμένος, κακὸν δὲ μέγα εἰληφώς." Ἐπὶ τῷ γένει τῆς εὐβουλίας, ὃ ἦν ἡ βουλή, τὰς προσηκούσας εἰδοποιοὺς διαφορὰς ἐκλεγόμενος καὶ συνάπτων ἀλλήλαις αὐτάς, ἵν’ ἀποτελέσῃ τὸν ὅρον, πρώτην εὐθὺς μετὰ τὸ γένος ἔταξε τὴν ὀρθότητα. ἐπεὶ δὲ ὁμώνυμος ἡ ὀρθότης (ἢ γὰρ ἀγαθὸν τὸ προτιθέμενον τῷ βουλευομένῳ τέλος καὶ ἡ βουλὴ 〈ὀρθὴ〉 διὰ τοῦτο ὡς πρὸς ἀγαθὸν ἀποφέρουσα, ἢ τὸ μὲν τέλος οὐκ ἀγαθόν, οἰκείως δὲ ὁ βουλευόμενος τῷ τέλει βουλεύεται, ὡς εὐστόχως εἰς τὸ τέλος ἀγόντων τῶν βουλευμάτων αὐτοῦ, καὶ διὰ τοῦτο ὀρθὴ βουλή, ὅτι πρὸς τὸ τέλος εὐθυβολεῖ), οὐ μέντοι γε ὀρθὴ οὕτως, ὅτι 〈οὐκ〉 ὠφέλιμος, καὶ παράδειγμα τίθησι τὸν ἀκρατῆ καὶ τὸν φαῦλον ἁπλῶς. ὃ γὰρ ὁ ἀκρατὴς καὶ ἁπλῶς ὁ φαῦλος προτίθεται ὡς τέλος ἰδεῖν, ἤτοι σκέψασθαι, ὅπως αὐτοῦ ἐπιτεύξεται καθὸ ἀκρατὴς καὶ φαῦλος, οὐκ ἔσται ὠφέλιμον, εἴ γε ἡ ὄρεξις αὐτοῦ ἐκ πονηρᾶς προϊοῦσα ἕξεως οἰκεῖον ἔχει τῇ ἕξει ὀρεκτόν, τεύξεται μὲν ἐκ τοῦ λογισμοῦ τοῦ τελείου, ὡς εὐθυβόλως πρὸς αὐτὸ λογισάμενος, καὶ κατὰ τοῦτο ἔσται βεβουλευμένος ὀρθῶς. κακὸν δὲ μέγα ἐκ τοῦ βουλεύματος λήψεται, ὡς τέλος ἑαυτοῦ τῇ σκέψει προθέμενος πονηρόν. ἐπεὶ ἐκ πονηρᾶς ἕξεως τὴν ὄρεξιν προεβάλλετο, οὐκ ἄρα ἡ ἁπλῶς ὀρθότης τῆς βουλῆς εὐβουλία ἐστίν, ἀλλὰ δεῖ τι προστεθῆναι, ἵν’ ᾖ δῆλον ὁποία ὀρθότης τῆς βουλῆς εὐβουλία ᾖ. δοκεῖ δὲ ἀγαθὸν τὸ εὖ βεβουλεῦσθαι. ἡ γὰρ τοιαύτη ὀρθότης βουλῆς εὐβουλία, ἡ ἀγαθοῦ τευκτική. τοῦτο κατασκευαστικὸν τοῦ μὴ καὶ τὴν πρὸς πονηρὸν τέλος ἄγουσαν ὀρθότητα τῆς βουλῆς εὐβουλίαν εἶναι.3 ὁμολογεῖται γὰρ ἀγαθόν τι εἶναι τὸ εὖ βεβουλεῦσθαι, ὅτι καὶ τὸ εὖ ἐπὶ ἀγαθοῦ παρὰ πᾶσι λαμβάνεται. ὥστε ἡ τοιαύτη ὀρθότης τῆς βουλῆς εὐβουλία ἐστίν, ἥτις εἰς ἀγαθοῦ τέλους ἐξάγει ἐπίτευξιν.
“而由于正确性有多重含义,显然并非所有正确性皆是如此;因为不能自制者和低劣者借由推论将达成他所打算看到的,所以他算作是正确审议了,却承受了极大的恶。” 在优良审议的属(即审议)之上,他选取适宜的种差并使它们彼此联结以完成这一定义,紧随属之后他首先排定了正确性。但既然正确性是同名异义的(因为要么是呈现在审议者面前的目的为善,审议因导向善而由此是〈正确的〉;要么是目的并非善,但审议者切合该目的而审议,由于其审议考量准确地导向目的,并因切中目的而被称为正确的审议),然而以这种方式[而言]决非正确,因为它是〈无〉益的;他便提出了不能自制者和纯粹低劣者的例子。因为不能自制者和纯粹低劣者作为目的而打算看到、即考量在他作为不能自制者和低劣者的限度内将如何达成的事物,将是无益的——如果其源自不良品质的欲望拥有适合于该品质的欲望对象的话——他确实将凭借完满的推论而达成它,因为他准确地朝向它推论,就此而言他算是正确地审议了。但他却将因这一审议考量承受极大的恶,因为他在考量中将恶的事物设定为自己的目的。既然他从不良品质中生发了欲望,因此审议的单纯正确性并不是优良审议,而是必须添加某些内容,以使审议的何种正确性才是优良审议变得明确。而良好地审议了似乎是一件善事。因为这样一种审议的正确性才是优良审议,即能达致善的正确性。这是为了确立:导向恶劣目的的审议正确性不是优良审议。因为良好地审议了被公认为某种善事,因为在所有人看来,“好”都是就善的事物而言被接受的。因此,唯有那引向善的目的之达成的审议正确性,才是优良审议。
- 6.83καλῶς δὲ καὶ τὸ περὶ τί ζητεῖν οὐδὲν ἧττον συμβαλλόμενον εἰς κατάληψιν τῆς βουλῆς
在 καλῶς 之后省略了无人称动词 ἔχει(或 φησίν)的省略结构。带冠词不定式短语 τὸ περὶ τί ζητεῖν 作主语,中性分词短语 οὐδὲν ἧττον συμβαλλόμενον 以同格/附加方式修饰它,用以说明其理由。
- 6.84ὃ προτίθεται ἰδεῖν
对于亚里士多德原文中的 ὃ προτίθεται ἰδεῖν(企图看到/考量的事物),尤斯特拉提乌斯在注释中将其转述为 ὡς τέλος ἰδεῖν, ἤτοι σκέψασθαι, ὅπως αὐτοῦ ἐπιτεύξεται(作为目的来看,即考量如何达成它)。不定式 ἰδεῖν 作 προτίθεται 的补充成分。
- 6.84τοῦτο κατασκευαστικὸν τοῦ μὴ καὶ τὴν πρὸς πονηρὸν τέλος ἄγουσαν ὀρθότητα τῆς βουλῆς εὐβουλίαν εἶναι
形容词 κατασκευαστικόν(确立/论证……的)后接由属格冠词 τοῦ 引出的带宾格主语的复合不定式短语(μὴ ... εἶναι)。它表明亚里士多德提出的前提(“良好地审议了似乎是一件善事”)是用于确立“引向恶劣目的的审议正确性并非优良审议”这一命题的论据。
