← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§34.32-35.37

对享乐生活的批判与追求荣誉的政治生活

针对亚里士多德将把快乐视作最高善的大众批评为具奴性且如牲畜的观点,厄斯特拉提奥斯解释了掌权者沉湎享乐为何使这种生活获得表面的立足点,进而转入论述以荣誉为目标的政治生活实践者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

" Οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις." Πάνυ ἐξουθενεῖ τοὺς σαρκικὴν ἡδονὴν τὸ ἀγαθὸν ἡγουμένους καὶ ταύτην ὡς ἐκεῖνο μεταδιώκοντας, ἀνδραποδώδεις καλῶν αὐτοὺς διὰ τὸ ἀλόγοις πάθεσιν ὑποκεῖσθαι καὶ δουλικῶς ὑποτάττεσθαι· τὸ δὲ φαίνονται οὐχ ὡς φαινομένων τοιούτων, μὴ ὄντων δέ, ἀλλ’ ὡς ἐχόντων ἐναργῆ τὴν πρὸς τὰ χείρονα δούλωσιν,1 οὓς καὶ βοσκημάτων ζῆν εἶπε βίον, ὅτι λογικοὶ ὄντες φύσει, προαιρέσει ἑαυτοὺς τοῖς βοσκήμασι συνέταξαν, ὡς ἄλογα ζῷα πρὸς μόνον τὸ ἡδὺ κατ’ αἴσθησιν ἀποβλέποντες. εἶτ’ ἐπεὶ ἑώρα πολλοὺς τῶν τοιούτων ἐπιφανεῖς κατὰ τὸν βίον καὶ τιμωμένους ἐν ταῖς πολιτείαις καὶ ἐδόκει ἀντίξοον εἶναι τοῦτο πρὸς τὸ λεγόμενον ὑπ’ αὐτοῦ, ἀποδίδωσι τὴν αἰτίαν, τῶν ἐξουσιαζόντων ἐν ταὐτῷ καθαπτόμενος καὶ νήφειν οἷον ἐγκελευόμενος, ἵνα μὴ αὐτοὶ φαῦλοι γενόμενοι καὶ τοῖς ὑπ’ αὐτοὺς μοχθηρίας ὦσιν αἴτιοι· τυγχάνουσι γάρ φησι λόγου2 διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίᾳ ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. εἰ γὰρ οἱ ἐν πόλεσιν ἢ ἐν ἔθνεσιν ἐξουσιάζοντες μὴ εἶεν ἐμπαθεῖς ἀλλὰ φιλοπόνως ζῶσι καὶ κατ’ ἀρετήν, οὐκ ἄν ποτε τοῖς τῶν ὑπηκόων μοχθηροτέροις τῆς πρὸς ἑαυτοὺς εἰσόδου παραχωρήσαιεν ἀλλ’ ἀποπέμψονται, κἀντεῦθεν τὸ πονηρὸν ἐξουθενούμενον οὐ μόνον οὐκ ἐπιδώσει πρὸς αὔξησιν ἀλλὰ καὶ λίαν ἐλαττωθήσεται ἢ καὶ τέλειον ἀφανισθήσεται· εἰ δ’ οἱ ἐξουσιάζοντες μοχθηροὶ εἶεν καὶ ἡδυπαθεῖς καὶ Σαρδαναπάλῳ ὅμοιοι, τοὺς ὁμοίους αὐτοῖς οἰκειώσονται καὶ τὴν κακίαν ἐπιδοῦναι ποιήσουσι. βασιλεὺς δὲ Περσῶν ὁ Σαρδανάπαλος, ἀνὴρ θηλυμανὴς καὶ ἀκόλαστος καὶ ἀσελγέστατος, οὗ τῶν τῆς τρυφῆς διηγημάτων τὰ τῶν παλαιῶν γέμει συγγράμματα.

“因此,多数人是完全奴性的。” 对于那些把肉体快乐视为善并以此为善而加以追求的人,他极为鄙视,称他们为“奴性的”,因为他们屈从于非理性的情念并如奴隶般臣服。而“表现得/显得”这个词,并不是说他们看起来如此而实际上并非如此,而是说他们受劣等事物的奴役是显而易见的。他也说他们过着“牲畜的生活”,因为他们本性上是有理性的,却出于抉择使自己与牲畜为伍,如同无理性的动物一样仅仅着眼于感觉上的快意。随后,既然他看到许多这样的人在生活中显赫并在各城邦政体中受人尊敬,而这似乎与他所说的话相抵触,他便给出了原因,在同一时刻抨击掌权者并犹如诫饬他们要清醒,免得他们自身沦为卑劣之徒并成为下属败坏的原因。因为他说“他们得到了言说的依据”,是由于许多身处权位的人与萨达那帕洛斯抱有相似的情念。因为如果在城邦或部族中掌权的人并非充满情念,而是勤勉地且依循德性生活,他们绝不会容许属下中较为败坏的人接近自己,而是会将他们遣走;由此邪恶受到轻蔑,不仅不会进一步滋长,而且会大大减少甚至完全消灭。但如果掌权者是败坏的、沉溺于享乐的并且与萨达那帕洛斯相似,他们就会与同类结交,使恶习滋长。萨达那帕洛斯是波斯人的国王,是一个沉溺女色、放荡不羁且极度淫乱的人,关于他奢靡的记述充斥于古人的著作中。

§1.40

"Οἱ δὲ χαρίεντες καὶ πρακτικοί." Ὥσπερ ἄχαρις ὁ φαῦλος καὶ ἀηδὴς κατὰ τὸν ὀρθὸν τῆς κρίσεως λόγον, διότι τῶν ἀγαθῶν ἄπρακτος, οὕτω χαρίεις καὶ ἡδὺς ὁ τῶν ἀγαθῶν πρακτικός. ἀποδίδωσιν οὖν ἐνταῦθα τὸν μερισμὸν καί φησιν ὅτι οἱ πρακτικοὶ τῶν καλῶν τῆς μὲν σαρκικῆς καταφρονοῦσιν ἡδονῆς, τῆς δέ γε τιμῆς ἀντιποιοῦνται μάλιστα· καὶ σχεδὸν τοῖς πολιτικοῖς ἀνδράσιν αὕτη τὸ τέλος τῆς περὶ τὰ καλὰ σπουδῆς· τὸ δὲ σχεδὸν εἶπεν, ὅτι εἰσί τινες3 οἳ διὰ τὴν ἀρετὴν καὶ τὸ κατ’ αὐτὴν τέλειον πονοῦσι, πάντα τἄλλα ἡγούμενοι δεύτερα. μάρτυς τοῦ προτέρου ὁ παρ’ Ὁμήρῳ Ἀχιλλεύς, ἐν δόξῃ προτιμήσας διὰ βραχέος θανεῖν ἢ ἐπὶ μακρὸν ἀδόξως ζῆν, τοῦ δὲ δευτέρου Σωκράτης, ὃς ἀρετῇ καὶ σοφίᾳ ζήσας, τῇ παραλόγῳ καταδίκῃ ἐνέμεινε, τῆς κλοπίμου σωτηρίας τὸν ἐν ἀδίκῳ καταδίκῃ προθέμενος θάνατον. ἐῶ γὰρ νῦν εἰς μέσον ἄγειν τοὺς καθ’ ἡμᾶς, τῆς προσκαίρου ταύτης ζωῆς τὸν θεάρεστον προτιμήσαντας θάνατον μετὰ τυραννικῆς ἀδόξου καταδίκης καὶ τοὺς ἐν ἀναχωρήσει καὶ μονίᾳ θεῷ μόνῳ σχόντας δήλην τὴν αὑτῶν τελειότητα· περὶ γὰρ τῶν καθ’ ἡμᾶς οὐδ’ Ἀριστοτέλης ἔννοιαν ἔσχηκε.

“而那些文雅且投身实践的人。” 正如根据判断的正确原则,卑劣者因不践行善事而是粗俗且令人不悦的,同样,善事的实践者则是文雅且悦人的。因此,他在此给出了划分,并指出崇高事物的实践者轻视肉体快乐,而尤其追求荣誉;对政治人物而言,这几乎构成了围绕崇高事物所付诸热忱的终极目的。他说“几乎”,是因为有些人为了德性及符合德性的完满而劳作,将其他一切视为次要。前者的见证是荷马作品中的阿喀琉斯,他宁愿在荣耀中短促地死去,也不愿在无荣中苟活;后者的见证则是苏格拉底,他在德性与智慧中度过一生,甘愿留于非理性的判决之中,宁可在不公正的判决下受死,也不要窃取而来的苟免。至于我们所属之民,他们比起这暂时的生命宁愿选择伴随着僭暴与不光彩判决的悦纳于神的死亡,以及那些在避世与幽居中唯独向神显明自身完满的人,我现在暂且不提;因为关于我们所属的事物,亚里士多德甚至全无概念。

语法注3 条
  1. 1.39τὸ δὲ φαίνονται οὐχ ὡς φαινομένων τοιούτων, μὴ ὄντων δέ, ἀλλ’ ὡς ἐχόντων ἐναργῆ τὴν πρὸς τὰ χείρονα δούλωσιν

    针对引文中动词 φαίνονται 的释义与句法分析。注释者通过 ὡς 引导的属格分词结构(ὡς φαινομένων... μὴ ὄντων δέ)与另一属格分词结构(ὡς ἐχόντων)进行对照,阐明 φαίνονται 在此并非指“表象如此而实际不然”的虚假显现,而是表示他们受下等事物的奴役具有无可置疑的“显而易见性”。

  2. 1.39τυγχάνουσι γάρ φησι λόγου

    动词 τυγχάνω 支配属格 λόγου 的惯用句式,注释亚里士多德在 1095b21 处的句式。此处的 λόγος 并非泛指一般的“言语”,而是指“理据”、“辩解的余地”或“立论的依据”,即他们的享乐生活方式因权贵者的效尤而获得了某种论调上的支持。

  3. 1.40τὸ δὲ σχεδὸν εἶπεν, ὅτι εἰσί τινες

    解释亚里士多德在此添加限制性副词 σχεδόν(几乎、大抵)之用意的省略说明句。τὸ δὲ σχεδὸν εἶπεν 作为引述的主题句(“他说‘几乎’是因为”),其后直接由 ὅτι 引导的原因从句阐述其缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:34.32-35.37