← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§357.23-358.27

优良审议的未完满性与作为探求的界定

厄斯特拉齐奥释读了亚里士多德从完满性的角度将优良审议同推论理智及断定(意见)区分开来的文句(1142b12),继而阐明通过审议的一般特征(探求与计算)确立优良审议的属与种差的过程(1142b14)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.81

" Ἀλλὰ μὴν οὐδ’ ἄνευ λόγου ἡ εὐβουλία. διανοίας ἄρα λείπεται·1 αὕτη δὲ οὔπω φάσις·2 καὶ γὰρ ἡ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη." Τῆς αὐτῆς ἔχεται διανοίας καὶ τοῦτο τὸ ἐπιχείρημα, εἰ καὶ καθ’ ἑκάτερον τρόπον μετακεχείρισται. δηλοῖ γὰρ καὶ τοῦτο τὴν μὲν εὐβουλίαν μήπω ἀπηρτίσθαι, τὴν δὲ δόξαν ἤδη εἶναι ἀπηρτισμένην, λαμβάνει δὲ τὸν λόγον κοινὸν ὄντα εὐβουλίας καὶ δόξης καί φησι μὴ ἄνευ μὲν λόγου εἶναι τὴν εὐβουλίαν, ἐπεὶ δὴ μὴ ἀπήρτισται, λείπεται ἄρα διανοίας· καὶ τίθησι τοῦτο συμπερασματικῶς ὡσπερεὶ συλλογιζόμενος· ἡ εὐβουλία οὐκ ἔστι λόγος τέλειος, ἡ διάνοια λόγος τέλειος· ἡ εὐβουλία ἄρα οὐκ ἔστι διάνοια. τότε γὰρ διάνοια λέγεται ὁ λόγος, ὅταν ἀπηρτισμένος ᾖ, τὸ οἰκεῖον εἰληφὼς συμπέρασμα. ἡ δὲ εὐβουλία ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, διὰ τοῦτο οὔπω φάσις ἡ εὐβουλία ἀλλὰ πρὸς φάσιν χωροῦσα, ἤτοι κατάφασιν ἢ ἀπόφασιν, οὔπω δέ τι τούτων οὖσα. ὅταν δέ τι τούτων γίνηται, οὐκέτι βουλή (διὰ τοῦτο οὐδ’ εὐβουλία, πᾶσα δ’ εὐβουλία βουλή) ἀλλὰ δεῖ χωρεῖν ἤδη πρὸς τοὔργον περὶ οὗ βεβούλευται, ὥστε οὐδὲ δόξα ἐστίν. ἡ γὰρ δόξα οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη ἢ κατάφασις ἢ ἀπόφασις. διὰ τοῦτο λείπεται μὲν τῆς διανοίας ἡ εὐβουλία ὡς γένεσίς τις καὶ κίνησις, κἀντεῦθεν ἀτελὴς ἐνέργεια, τῆς διανοίας τὸ τέλειον ἐχούσης κατὰ τὴν τοῦ λόγου ἐνέργειαν. οὔτε δὲ δόξα ἐστίν, ὡς καὶ τῆς δόξης τὸ τέλειον ἐχούσης κατὰ τὸ ἀποφαίνεσθαι, ὃ τῇ εὐβουλίᾳ οὐ πρόσεστιν, ὡς πολλάκις εἴρηται.

“然而,优良审议也决非没有理性。因此它不及推论理智;而这尚非断言;因为意见不是探求,而是已经为某种断言。” 这一论证也秉持着同样的旨趣,尽管它是以两种方式来处理的。因为这也表明优良审议尚未完结,而意见已经完结;他认为理性是优良审议和意见所共有的,并且说,虽然优良审议并非没有理性,但既然它未曾完结,因此就不及推论理智。他如同进行三段论推理一般,将此作为结论提出:“优良审议不是完满的理性;推论理智是完满的理性;因此,优良审议不是推论理智。”因为当理性完结并获得其固有的结论时,才被称为推论理智。而优良审议的存在是在生成之中,为此优良审议尚非断言,而是朝向断言迈进的东西,即朝向肯定或否定迈进,但尚未是其中的任何一个。而当它成为其中的某一个时,它就不再是审议(为此也不是优良审议,而凡优良审议皆是审议),而是必须已经朝向所审议的事情付诸行动了,所以它也不是意见。因为意见不是探求,而是已经为某种断言,即肯定或否定。为此,优良审议作为某种生成和运动,从而作为不完全的现实活动,不及推论理智,而推论理智就理性的现实活动而言拥有完满性。它也不是意见,因为意见就作出陈述而言也拥有完满性,而如屡次所述,这是优良审议所不具备的。

§6.82

"Ὁ δὲ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται." Ἀπὸ τῆς εὐβουλίας εἰς τὴν βουλὴν μετέβη, βουλόμενος γένος δεῖξαι τῆς εὐβουλίας τὴν βουλήν, οὗ προσθέμενος καὶ τὰς οὐσιώδεις διαφορὰς ἀπαρτίζει3 καὶ τῆς εὐβουλίας τὸν ὅρον. καὶ ἃ γὰρ ἔλεγε περὶ τῆς εὐβουλίας μέχρι καὶ τοῦδε ὡς τὸ γένος αὐτῆς ζητῶν ἔλεγεν, ἀπαγορεύων μὲν τὰ ἴσως δοξάζοντα γένη εἶναι αὐτῆς, οἷον τὴν εὐστοχίαν τὴν ἐπιστήμην τὴν δόξαν, ζητῶν δὲ εὑρεῖν ἀκριβῶς ὑφ’ ὃ ἀληθῶς ὡς ὑπὸ γένος ἀνάγεται· ποιεῖται δὲ τὸν λόγον συνεχῆ τοῖς εἰρημένοις, διϊστῶν καὶ τὸ γένος τῆς εὐβουλίας ἀπὸ τῆς δόξης. τῷ γὰρ εἰπεῖν, ὅτι ὁ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται ζητεῖ τι καὶ λογίζεται, τὴν βουλὴν ἀπὸ τῆς δόξης διίστησιν. ἅμα δὲ καὶ διαιρεῖ τὴν βουλὴν εἰς τὸ εὖ βουλεύεσθαι καὶ κακῶς, ἤτοι εὐβουλίαν καὶ κακοβουλίαν, καὶ λέγει κοινὸν εἶναι αὐταῖς τό τι ζητεῖν καὶ λογίζεσθαι, ἴδιον ὂν τοῦ γένους αὐτοῦ τῆς βουλῆς, ὃ δόξης ἀλλότριον, φάσεως οὔσης, ὡς εἴρηται, καὶ ἢ πεπερασμένης ἢ ἀπεράντου, ἀλλ’ οὐκ ἐν τῷ ζητεῖν ἔτι θεωρουμένης καὶ τῷ λογίζεσθαι. εἰσὶν οὖν διαιρεταὶ καὶ διαφοραὶ τῆς βουλῆς καὶ συστατικαὶ τῶν εἰδῶν αὐτῆς, εὐβουλία τε καὶ κακοβουλία, τὸ εὖ καὶ κακῶς βουλεύεσθαι· εἴρηται οὖν ἤδη τὸ γένος τῆς εὐβουλίας καθαρῶς καὶ ἀναμφιβόλως.

“而审议的人,无论审议得好还是审议得坏,都是在探求某物并在计算。” 他从优良审议过渡到了审议,意在表明审议是优良审议的属,通过给属加上本质差异,他也完结了优良审议的定义。因为直至此时他关于优良审议所说的一切,也是作为探求其属而说的,他排除了那些或许被认为可能是其属的事物,例如敏捷猜度、科学知识、意见,并试图精确找出它真正被归入作为属的何者之下。他使论述与前述内容保持连贯,将优良审议的属也与意见区分开来。因为借由说审议的人无论审议得好还是审议得坏,都是在探求某物并在计算,他便将审议与意见区分开来。同时,他也将审议区分为良好审议和不良审议,即优良审议与不良审议,并说探求某物与计算对于它们是共通的,是审议这一属自身的特有属性,而这与意见是无涉的,因为如前所述,意见是断言,无论是有界限的还是无界限的,但不再是在探求与计算中被考察的。因此,审议得好与审议得坏,即优良审议与不良审议,是审议的划分者和差异,且构成其种;所以,优良审议的属如今已被清晰且无可置疑地说明了。

语法注3 条
  1. 6.81διανοίας ἄρα λείπεται

    亚里士多德原文中的 λείπεται 在语法上本可作无人称动词理解(“因此剩下的唯有属于推论理智”),但注疏者厄斯特拉齐奥明确以 εὐβουλία 为主语,并将 διανοίας 视作表示比较/不及的属格,释为“不及推论理智”;后文的推论化改写(“ἡ εὐβουλία ἄρα οὐκ ἔστι διάνοια”)及“λείπεται μὲν τῆς διανοίας ἡ εὐβουλία ὡς... ἀτελὴς ἐνέργεια”印证了这一解读。各语言译文均遵循厄斯特拉齐奥本人的句法判定。

  2. 6.81αὕτη δὲ οὔπω φάσις

    指示代词 αὕτη 被理解为指代讨论的核心主题 εὐβουλία,而非紧邻的阴性名词 διάνοια。厄斯特拉齐奥紧接着的解释(“ἡ δὲ εὐβουλία ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, διὰ τοῦτο οὔπω φάσις ἡ εὐβουλία”)明确补出 εὐβουλία 作为主语,确证了这一指涉关系。

  3. 6.82οὗ προσθέμενος καὶ τὰς οὐσιώδεις διαφορὰς ἀπαρτίζει

    关系代词 οὗ 以在先的 γένος(审议)为先行词,作为复合动词 προστίθημι(中动语态)所支配的属格补足语(“在其上添加……”)。分词 προσθέμενος 为主格阳性单数,与主语(亚里士多德)一致,表示主动词 ἀπαρτίζει 的伴随状况或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:357.23-358.27