- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:356.5-357.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注疏了亚里士多德的论述,阐明优良审议并非意见或科学知识,而是某种正确性;他通过不良审议与优良审议的对立,以及科学知识与意见各自对正确性和既定对象的不同关联,分析了这三者的界限。
" Οὐδὲ δὴ δόξα ἡ εὐβουλία 〈οὐδεμία〉, ἀλλ’ ἐπεὶ ὁ μὲν κακῶς βουλευόμενος ἁμαρτάνει, ὁ δὲ εὖ ὀρθῶς βουλεύεται, δῆλον ὅτι ὀρθότης τις ἡ εὐβουλία ἐστίν, οὔτ’ ἐπιστήμης δὲ οὔτε δόξης. ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότης (οὐδὲ γὰρ ἁμαρτία), δόξης δ’ ὀρθότης ἀλήθεια· ἅμα δὲ καὶ διώρισται ἤδη πᾶν, οὗ δόξα ἐστίν.1" Δείκνυσι διὰ τούτων τὴν εὐβουλίαν δόξης οὖσαν καὶ ἐπιστήμης ἑτέραν. εἰπὼν δὲ ὅτι οὐκ ἔστι δόξα οὐδεμία ἡ εὐβουλία, καὶ μέλλων καὶ τὴν ἐπιστήμην τῇ δόξῃ συντάξαι, καὶ ἅμα τῶν δύο τούτων διαστῆσαι τὴν εὐβουλίαν, παρεισήγαγέ τι ἐν μέσῳ τῆς εὐβουλίας ἴδιον, οὗ ἡ δόξα καὶ ἡ ἐπιστήμη εἰσὶν ἀκοινώνητοι. τοῦτο δέ ἐστιν ὀρθότης, ἣν ἔδειξε τῇ εὐβουλίᾳ ὑπάρχουσαν ἐκ τοῦ ἐναντίου αὐτῇ, τῆς κακοβουλίας. κακοβουλία γὰρ καὶ εὐβουλία ἐναντία πρὸς ἄλληλα καὶ ἁμαρτία καὶ ὀρθότης. τοίνυν εἰ ἡ κακοβουλία ἁμαρτία, ὀρθότης ἡ εὐβουλία. εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον. ὅτι μὲν οὖν ὀρθότης ἡ εὐβουλία, δῆλον ἤδη γέγονεν, ὅτι δὲ οὔτε ἐπιστήμης οὔτε δόξης ἐστὶν ὀρθότης, δείκνυσιν οὕτως. ἐπιστήμης μέν, ὅτι οὐκ ἔστιν ἁμαρτία ἐπιστήμης, ὥστε οὐδὲ ὀρθότης. τὰ γὰρ ἐναντία περὶ τὸ αὐτὸ ὑποκείμενον ἢ εἴδει ἢ γένει· γένει μέν, ὡς λευκὸν καὶ μέλαν ἐν σώματι (ἅπαν γὰρ χρῶμα ἐν σώματι), εἴδει δέ, ὡς ὑγίεια καὶ νόσος ἐν ζῴου σώματι, ὥστε εἰ ἦν ἐπιστήμη δεκτικὴ ὀρθότητος, ἦν ἂν δεκτικὴ καὶ ἁμαρτίας. ἐπεὶ δὲ οὐκ ἔστιν ἁμαρτίας δεκτική, οὐδὲ ὀρθότητος ἄρα. αὐτὸ μὲν γὰρ τοῦτο ὀρθότητα εἶναι εἴποιμεν ἂν τὴν ἐπιστήμην ἐκ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος γνῶσιν οὖσαν, καὶ διὰ τοῦτο ἀναγκαίαν καὶ μὴ ἐνδεχομένην ἄλλως ἔχειν, δεκτικὴν δὲ ὀρθότητος οὔ.2 εἰ γὰρ τοῦτο δοίημεν, ἔσται ὀρθότης ὀρθότητος. καὶ οὕτως ἔσται καὶ κινήσεως κίνησις καὶ γενέσεως γένεσις, ἃ ἀδύνατα παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ἐν τοῖς Φυσικοῖς δέδεικται. ὀρθότης δὲ οὖσα οὐδὲ ἁμαρτίας ἔσται δεκτική, οὐ γὰρ ἐνδέχεται τὸ ἐναντίον ὑποκεῖσθαι τῷ ἐναντίῳ πρὸς ὕπαρξιν. ὅτι δὲ οὐδὲ ἡ δόξα οὕτως ὡς ἡ εὐβουλία ὀρθότητα δέχεται, δείκνυσιν οὕτως, ὅτι τῆς δόξης ὀρθότης ἡ ἀλήθειά ἐστιν. ὀρθοδοξαστικὸς γὰρ ὁ ἀληθῶς δοξάζων ἐστὶ καὶ λέγεται· ὥστε καὶ δόξα ὀρθὴ ἡ ἀλήθεια. ὁ δὲ εὖ βουλευόμενος οὐκ ἐξ ἀνάγκης ὁ ἀληθεύων ἐστίν. ἔστι γάρ ποτε τὸν ὀρθῶς βουλευόμενον καὶ περὶ αὐτοῦ τοῦ ψεύδους βουλεύσασθαι, ἵν’ ἐπίτηδες ψεύσηται πρός τινα ἢ ἐχθρὸν ὄντα, ἵνα σφάλῃ αὐτόν, ἢ φίλον, ἵν’ ἐκκόψῃ αὐτὸν ἀπὸ κακοῦ. καὶ τούτων τὰ παραδείγματα ἐν ταῖς ἱστορίαις πολλά, καὶ εἰσὶν αἱ τοιαῦται βουλαὶ ἄμφω εὐβουλίαι, ὡς εἰς ὠφέλειαν οὖσαι τῶν βουλευομένων καὶ ὀρθαὶ διὰ τοῦτο οὖσαι. ὀρθὴ δὲ δόξα ψευδὴς οὐδέποτε. εἰπὼν δὲ οὐδὲ δὴ δόξα ἡ εὐβουλία, ἐπήγαγε τὸ οὐδεμία, ὅτι διάφορα τὰ γένη τῶν δοξῶν. αἱ μὲν γὰρ αὐτῶν συμπεράσματα διανοίας εἰσίν, ἃ καὶ ἐξ ἀναγκαίων προτάσεων περαινόμενα ἀληθῆ καὶ ἀναγκαῖα ὑπάρχουσι, εἰσὶ δὲ καὶ ἐξ αἰσθήσεως καὶ φαντασίας ἀποτικτόμεναι, αἳ καὶ ψευδεῖς πολλάκις εἰσίν, ὡς τὸ δοξάζειν τὴν ἐν τῷ ὕδατι κώπην κεκλασμένην, ἄκλαστον οὖσαν καὶ ὑγιῆ, τῆς ὄψεως οὔσης κεκλασμένης τῷ σάλῳ τοῦ ὕδατος. πολλαὶ γὰρ πλάναι ταῖς φαντασίαις καὶ ταῖς αἰσθήσεσι γίνονται, καὶ αἱ ἐξ αὐτῶν πλανωμένων δόξαι ἀποτικτόμεναι πεπλανημέναι εἰσὶ καὶ αὐταὶ καὶ ψευδεῖς. διὰ τοῦτο δὲ τὴν ἐπιστήμην τῇ δόξῃ συνέταξεν, ἐν τῷ δεικνύναι αὐτὰς διαφερούσας τῆς εὐβουλίας, διότι πολλαὶ δόξαι ἐπιστημῶν εἰσι συμπεράσματα καὶ διὰ τοῦτο κοινωνοῦσαι ταῖς ἐπιστήμαις. ἅμα δὲ καὶ διώρισται ἤδη πᾶν, οὗ δόξα ἐστίν. ἑτέρα διαφορὰ τῆς δόξης πρὸς τὴν εὐβουλίαν. ἡ μὲν γὰρ δόξα ἢ κατάφασίς ἐστιν ἢ ἀπόφασις ἀπηρτισμένη ἤδη καὶ τεταγμένη. τοῦτο γὰρ δηλοῖ ἐνταῦθα τὸ διωρίσθαι τὸ ἀπηρτίσθαι καὶ τετάχθαι, ἤτοι ἐν ὅρῳ καταντῆσαι καὶ πέρατι. ἡ δὲ εὐβουλία ζήτησίς ἐστιν ὀρθῶς γενομένη καὶ ἐπί τι προβαίνουσα, οὔπω τι πρᾶγμα ἀπηρτισμένον.
“优良审议也绝不是任何意见;但既然审议不善的人是在犯错,而审议良好的人是在正确地审议,显而易见优良审议是某种正确性,但它既不是科学知识的正确性,也不是意见的正确性。因为科学知识并没有正确性(因为科学知识也没有错误),而意见的正确性则是真理;同时,凡有意见的对象都已经被确定了。” 他借由这些表明优良审议不同于意见和科学知识。在说过优良审议不是任何意见之后,他又打算把科学知识也与意见并列,并同时使优良审议同这两者区分开,于是在中间引入了优良审议的某种特有属性,而意见与科学知识对此是不分有的。这便是正确性,他是从优良审议的对立面——不良审议——来说明正确性属于优良审议的。因为不良审议与优良审议彼此对立,错误与正确性也彼此对立。因此,如果不良审议是错误,那么优良审议就是正确性。因为如果一个对立面对应于另一个对立面,那么剩下的对立面也对应于剩下的对立面。优良审议确实是某种正确性,这如今已变得明了;但他进一步如下表明它既非科学知识的正确性,亦非意见的正确性。就科学知识而言,是因为科学知识没有错误,从而也没有正确性。因为对立的事物无论在种上还是在属上都关乎同一基体:在属上,如白与黑在物体中(因为一切颜色都在物体中);在种上,如健康与疾病在动物身体中;所以如果科学知识能接受正确性,它也能接受错误。但既然它不接受错误,因此也就不接受正确性。因为我们会说科学知识本身正是正确性,它是出于事物自身存在、依其自身、在先且作为结论原因的认识,并为此是必然的且不可能处于其他状态,但它并不接受正确性。因为如果我们承认这一点,就会出现正确性的正确性;这样也将出现运动的运动和生成的生成,而这些在亚里士多德本人的《物理学》中已被证明是不可能的。并且既然它是正确性本身,它也就不会接受错误;因为对立物不可能为了存在而作为基体承受其对立物。而意见也不像优良审议那样接受正确性,他如下表明这一点,因为意见的正确性乃是真理。因为真实地持有意见的人就是并且被称为持正见者;因此正确的意见就是真理。但审议良好的人并不必然是说出真理的人。因为正确审议的人有时甚至可以就虚假本身进行审议,以便有意对某人说谎,或者是对敌人说谎以将其击倒,或者是对朋友说谎以使其免受祸害。这些在史书中的例子很多,而这样的审议两者都是优良审议,因为它们有助于审议者的利益,并为此是正确的。但正确的意见绝不可能是虚假的。他在说了“优良审议也绝不是意见”之后,又添上了“任何……都不”,这是因为意见的种类是多样的。因为它们当中有些是推论理智的结论,由必然的前提推得,是真实且必然的;但也有由感觉和表象产生的意见,它们常常也是虚假的,例如把水中的桨当成是折断的,而它本未折断且完好无损,这只是因为视觉被水的晃动所折射。因为表象和感觉中会产生许多迷误,由这些迷误的能力所产生的意见自身也是迷误且虚假的。他之所以在表明它们与优良审议不同时把科学知识与意见并列,是因为许多意见是各门科学的结论,并为此分有于诸科学。“同时,凡有意见的对象都已经被确定了。”这是意见相对于优良审议的另一个差别。因为意见是已经完结且确定的肯定或否定。因为这里的“已被确定”表示已经被完结和确定,即达到了界限与终点。而优良审议则是正确进行并朝向某物前进的探求,尚非某种已完结的事情。
- 6.80ἅμα δὲ καὶ διώρισται ἤδη πᾶν, οὗ δόξα ἐστίν
关系代词 οὗ 为属格,作为 δόξα ἐστίν 的宾格性属格(“关于……的意见”)修饰先行词 πᾶν。完成时被动语态 διώρισται 强调意见所关涉的对象已经被划定、判断已经完结的状态,以对照审议作为未完结探求的过程。
- 6.80αὐτὸ μὲν γὰρ τοῦτο ὀρθότητα εἶναι εἴποιμεν ἂν τὴν ἐπιστήμην ... δεκτικὴν δὲ ὀρθότητος οὔ
在对比结构 εἴποιμεν ἂν A εἶναι B ... δεκτικὴν δὲ B οὔ 中,带有 ἄν 的希求法动词 εἴποιμεν ἂν 统摄带宾格的不定式结构。此处肯定科学知识本身同一于正确性(ὀρθότητα),但否定知识具有接受正确性作为偶性的可接受性(δεκτικήν)。
