- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:354.23-356.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》卷六第九章(1142b2–1142b5)中将优良审议与中靶般的猜测及机敏区分开来的论证,依据所需时间以及将机敏定义为不假思索地把握中项展开剖析。
" Ἀλλὰ μὴν οὐδ’ εὐστοχία· ἄνευ γὰρ λόγου καὶ ταχύ τι ἡ εὐστοχία, βουλεύεται δὲ πολὺν χρόνον, καί φασι πράττειν μὲν δεῖν ταχὺ τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως." Ἐπεὶ τὸ στοχάζεσθαι ἔχει τινὰ κοινωνίαν πρὸς τὸ βουλεύεσθαι, καθὸ ἀμφότερα πρὸ τοῦ πράγματος γίνονται, πρὸς ὃ ἀφορῶσιν ὅ τε βουλευόμενος καὶ ὁ στοχαζόμενος, εἰκὸς ἦν δόξαι τινὰ ταὐτὸν εἶναι τὸ στοχάζεσθαι καὶ βουλεύεσθαι, καὶ διὰ τοῦτο ταὐτὸν καὶ τὸ εὖ ἐνεργεῖν καθ’ ἑκάτερον. διαστέλλει τοίνυν καὶ ἀπὸ τῆς εὐστοχίας τὴν εὐβουλίαν· ἡ δὲ διαστολὴ κατὰ τὸν χρόνον, καί φησι τὴν μὲν εὐστοχίαν ἄνευ λόγου εἶναι, ἤτοι τῆς κατὰ τὸν λόγον μελέτης καὶ σκέψεως καὶ ἐπὶ χρόνον βραχύν. ὁ δὲ βουλευόμενος μελετᾷ καὶ πολὺν χρόνον βουλεύεται, ἐνδεὴς ὢν τῆς συμβαλλομένης πρὸς τὸ πρᾶγμα φρονήσεως καὶ ἀγνοῶν ἐξ ἀρχῆς, ὅπως αὐτῷ τὸ βουλευόμενον ἀνυσθήσεται. ταῦτα δ’ ἀλλήλων διάφορα. φέρει δὲ καὶ τὴν δημώδη παροιμίαν εἰς μαρτυρίαν, συμβουλεύουσαν ἐπὶ μακρὸν μὲν βουλεύεσθαι, ταχέως δὲ πράττειν τὸ βουλευόμενον, ὡς τῆς μὲν βουλῆς μακροῦ τινος δεομένης χρόνου, ὥστε τὸν τρόπον συστήσασθαι τῆς ἐπιτυχίας τοῦ πράγματος, τῆς δὲ πράξεως ταχύτητος, ἵνα μὴ ἐναλλαγέντος τοῦ βουλευτοῦ ἀνοικείως ἕξει πρὸς αὐτὸ ὁ μελετηθεὶς τρόπος τῆς ἐπιτεύξεως, ὅ ἔστι τῆς τῶν ἐνδεχομένων ἀβεβαιότητος.1 χρῆται δὲ τῇ παροιμίᾳ ταύτῃ καὶ Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις. τὸ δὲ βουλεύεται δὲ πολὺν χρόνον ἐλλιπῶς εἴρηται, καὶ δέον προσκεῖσθαι τὸ ὁ βουλόμενος.2
“然而它也绝非中靶般的猜测;因为猜测不带推理且是某种快捷之物,但人们审议要花很长时间,人们说应当迅速践行经审议之事,审议却要从缓。” 既然猜测与审议有某种共通之处,因为两者都发生在审议者与猜测者所注视的事情之前,因此有人认为猜测与审议是同一回事,并为此认为依照这两者各自去良好地活动也是同一回事,这是很自然的。于是他也把优良审议与中靶般的猜测区分开来;这种区分是依时间而作的,他说猜测是不带推理的,也就是不带有循理的推敲与思考,并且历时短暂。而审议的人则在推敲并审议很长时间,因为他缺少有助于该事的实践智慧,并且一开始不知所审议之事如何才能为自己达成。这两者是互不相同的。他还引世俗谚语为证,该谚语劝人长时间审议,而迅速践行所审议之事,这是因为审议需要某种很长的时间,以便确立在该事上获致成功的方式,而实践则需要快捷,免得在所审议之事发生变化时,经推敲的获致方式与之不相适应——这属于偶然事物的不确定性。伊索克拉底在《致尼科克勒斯》中也使用了这条谚语。而“但人们审议要花很长时间”这句话在表述上是有所缺漏的,本应添上“审议的人”作为主语。
"Ἔτι ἡ ἀγχίνοια ἕτερον καὶ ἡ εὐβουλία· ἔστι δὲ εὐστοχία τις ἡ ἀγχίνοια." Ἕτερον ἐπιχείρημα ἕτερα δεικνύον πρὸς ἄλληλα εὐβουλίαν καὶ εὐστοχίαν, ἐκ μέρους ἢ ἐξ εἴδους τῆς εὐστοχίας ἔχον τὴν σύστασιν. ὁμολογούμενον γὰρ λαβὼν τὸ τὴν ἀγχίνοιαν εὐστοχίαν εἶναί τινα, δείκνυσι διὰ τούτου, ὡς οὐ ταὐτὸν εὐβουλία καὶ εὐστοχία. εἰ γὰρ ἦν τὸ αὐτό, ἔδει καὶ τὴν ἀγχίνοιαν, ἐπεὶ εὐστοχία τίς ἐστιν, εἶναι καὶ εὐβουλίαν τινά. ἀλλὰ μὴν οὐκ ἔστιν εὐβουλία τις ἡ ἀγχίνοια, οὐκ ἄρα ταὐτὸν εὐβουλία καὶ εὐστοχία. ὅτι δὲ οὐκ ἔστιν ἡ ἀγχίνοια εὐβουλία, δῆλον ἐκ τοῦ ὅρου τῆς ἀγχινοίας. ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπόδοσις τοῦ μέσου· μέσον δὲ λέγομεν τὴν αἰτίαν, δι’ ἣν ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος ὑπάρχει τῷ ὑποκειμένῳ, ὅταν ἐρωτώμενός τις, διὰ τί τόδε τῷδε ὑπάρχει, ἀσκέπτως καὶ ἀμελετήτως ἀποδῷ τὴν αἰτίαν, ὡς ἀγχίνους τοῦτο ποιεῖν λέγεται, οἷον εἰ τύχῃ, εἴ τις ἐρωτηθείη, διὰ τί τὸ διὰ τῆς τοιᾶσδε καταγραφῆς τῶν κύκλων ἀποτελούμενον τρίγωνον ἰσόπλευρόν ἐστιν, εἴποι ἀσκέπτως, διότι αἱ δύο πλευραὶ τῇ μιᾷ εἰσιν ἴσαι. οὕτω γὰρ λέγων κατὰ ἀγχίνοιαν ἀποδέδωκεν. ἡ δὲ ἄσκεπτος ἀπόδοσις ἀμελέτητος· ἡ δὲ εὐβουλία βούλευσις ἀγαθή· πᾶσα δὲ βούλευσις μελέτη καὶ σκέψις ἐστί, πᾶσα δὲ μελέτη καὶ σκέψις διὰ μακροῦ τινος τὴν γένεσιν δέχεται· ὥστε καὶ ἡ εὐβουλία διὰ μακροῦ. πῶς οὖν τὸ ἄσκεπτον καὶ ἀβούλευτον ὑπὸ τὴν σκέψιν ἀναχθῇ καὶ τὴν βούλευσιν,3 ὅτι δὲ ἡ ἀγχίνοια εὐστοχία, δῆλον. συντόμως γὰρ ἡ ἀγχίνοια μετὰ ὀρθοῦ στοχασμοῦ τὸ μέσον ἀποδίδωσιν. οὐ γὰρ ὁ τὸ τυχὸν ἀποδοὺς οὗτος ἀγχίνους ἐστίν, ἀλλ’ ὃς τὸ κυρίως αἴτιον τοῦ πράγματος ἀσκέπτως ἀποδιδῷ. οὐκ ἐπὶ μόνων δὲ θεωρεῖται τῶν θεωρητῶν ἡ ἀγχίνοια, ἀλλ’ οὐδὲν ἧττον καὶ ἐπὶ τῶν πρακτῶν. ὁ γὰρ λογοθετούμενος ἐπὶ πράξεσι λόγους ἀπαιτεῖται τῶν πεπραγμένων. εἰ γοῦν ἔχει τούτους ἑτοίμους καὶ καλῶς αὐτοὺς ἀποδίδωσιν, ἀγχίνους ὀνομάζεται. διὰ τοῦτο χρὴ τὸν μετὰ λόγου διάγειν ἐν τῷ βίῳ αἱρούμενον λόγους ἔχειν ἀεὶ τῶν πραττομένων εὖ ἔχοντας, καὶ ἕτοιμον εἶναι, εἴ τις αὐτὸν εὐθύνας ἀπαιτοίη τῶν πράξεων, ἀποδιδόναι τοὺς λόγους αὐτῶν, ὡς ἑαυτὸν φυλάττειν ἀνεύθυνον. ἄλλως γὰρ σπουδαῖον εἶναι ἀδύνατον.
“此外机敏与优良审议不同;而机敏是某种中靶般的猜测。” 这是表明优良审议与猜测互不相同的另一个论证,其立论依据来自猜测的一个部分或一个物种。因为他把“机敏是某种中靶般的猜测”作为公认的前提,借此表明优良审议与猜测不是同一回事。因为如果它们是同一回事,既然机敏是某种猜测,那么机敏也必然应当是某种优良审议。然而机敏绝非某种优良审议,因此优良审议与猜测不是同一回事。机敏不是优良审议,这从机敏的定义中显而易见。因为机敏是不假思索地给出中项;而我们所说的中项,就是结论中的谓项据以属于主项的原因,当某人被问及为何这个属于这个时,不假思索且未经推敲地给出原因,他就被说成是以机敏做到这一点的,例如假如有谁被问及为何由如此这般作圆所作成的三角形是等边的,他不假思索地说是因为两边等于一边。因为他这样说就是依照机敏给出了中项。而不假思索的给出是未经推敲的;而优良审议是良好的审议。凡审议皆是推敲与思考,凡推敲与思考都历经某种很长的时间方得以生成;因此优良审议也是历经很长时间的。那么,不假思索且不经审议之物又怎能被归入思考与审议之下呢?至于机敏是猜测,这也是显然的。因为机敏凭借正确的揣测而简短地给出中项。因为并非随便给出某种说法的人就是机敏的,而是不假思索地给出事情真正原因的人才是机敏的。机敏不仅在理论性事物中被观察到,在实践性事物中也同样被观察到。因为在行为上受到查问的人会被要求给出所行之事的说明。如果他随手备有这些说明并能很好地给出它们,他就被称为是机敏的。为此,选择在生活中依循理性度日的人,必须对所行之事始终持有完备的说明,并且必须准备好在有人就其行为向其问责时给出它们的说明,以便使自己免受责难。因为若非如此,成为优秀的人是不可能的。
- 6.78ἵνα μὴ ἐναλλαγέντος τοῦ βουλευτοῦ ἀνοικείως ἕξει πρὸς αὐτὸ ὁ μελετηθεὶς τρόπος τῆς ἐπιτεύξεως, ὅ ἔστι τῆς τῶν ἐνδεχομένων ἀβεβαιότητος
在 ἵνα μή 引导的否定目的从句中,使用了将来时直陈式 ἕξει 而非虚拟式。此外,关系代词 ὅ 引导的补充从句 ὅ ἔστι... 指代前述整个情境(即所审议之事发生变化),其中 τῆς τῶν ἐνδεχομένων ἀβεβαιότητος 为属性/从属属格,表示该现象根源于偶然事物的不确定性。
- 6.78τὸ δὲ βουλεύεται δὲ πολὺν χρόνον ἐλλιπῶς εἴρηται, καὶ δέον προσκεῖσθαι τὸ ὁ βουλόμενος
注解者指出亚里士多德原文中的 βουλεύεται δὲ πολὺν χρόνον 缺少明确的主语。写本中作 τὸ ὁ βουλόμενος,但在语境中指代“审议者”(即 ὁ βουλευόμενος)或“意图审议之人”。δέον 在此充当无人称独立宾格分词结构(“本应当添上……”)。
- 6.79πῶς οὖν τὸ ἄσκεπτον καὶ ἀβούλευτον ὑπὸ τὴν σκέψιν ἀναχθῇ καὶ τὴν βούλευσιν
带疑问词 πῶς 的虚拟式 ἀναχθῇ 为审议/修辞性虚拟式,表达强烈的反问否定(“不假思索且未经审议之物怎能被归入思考与审议之下呢?”)。宾格名词 τὴν σκέψιν 和 τὴν βούλευσιν 均受支配宾格的前置词 ὑπό 管辖。
