- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:353.4-354.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》卷六中对“优良审议”的探讨(1142a31–34),厘清了探究与审议的属种关系,并以三段论形式重构了优良审议何以不是科学知识的论证。
" Τὸ ζητεῖν δὲ καὶ τὸ βουλεύεσθαι διαφέρει· τὸ γὰρ βουλεύεσθαι ζητεῖν τί ἐστι." Διδάξας ἱκανῶς ἤδη περὶ τῶν πέντε ἕξεων, λέγω δὴ φρονήσεως τέχνης ἐπιστήμης σοφίας νοῦ, καθ’ ἃς τὸ ἀληθεύειν ἀνθρώποις ἐστί, προτίθεται καὶ περὶ ἑτέρων τινῶν ἕξεων διδάξειν, αἳ καὶ αὐταὶ τῇ φύσει θεωροῦνται τῶν ἀνθρώπων γινόμεναι ἐνεργούντων κατὰ λόγον.1 ἐχρῆν γάρ, ὡς ἐπὶ τῶν πρακτικῶν ἐνεργειῶν ἀνελλιπῆ τὴν διδασκαλίαν εἰργάσατο, οὕτω ποιῆσαι καὶ ἐπὶ τῶν διανοητικῶν, καὶ πρῶτον παραδίδωσι περὶ εὐβουλίας. ποιεῖται δὲ κἀνταῦθα τὴν διδασκαλίαν ὁμοιότροπον τῇ προτέρᾳ, διϊστῶν μὲν ἑκάστην τούτων τῶν ἕξεων ἀπὸ τῶν ἄλλων, πρὸς ἃς ἔχει τινὰ ὁμοιότητα, καὶ ἀποδιδοὺς τὸν λόγον αὐτῆς ἰδιάζοντα καὶ ἀντιστρέφοντα πρὸς αὐτήν.2 ἐπεὶ δὲ περὶ φρονήσεως ἔλεγε προσεχῶς, οἰκεῖον δὲ τῇ φρονήσει τὸ εὖ βουλεύεσθαι, διὰ τοῦτο καὶ περὶ εὐβουλίας πρῶτον τὸν λόγον ποιεῖται. ἀλλ’ ἐπεὶ τὸ ἁπλῶς βουλεύεσθαι περιεκτικὸν τοῦ εὖ τοῦτο ποιεῖν ἢ μή, τούτου ἕνεκα λέγει τι πρῶτον μικρὸν περὶ τοῦ βουλεύεσθαι. ἀλλὰ καὶ ζητητικὸς ὁ ἄνθρωπος ὡς καὶ βουλευτικός, καὶ ἐοίκασιν ἀλλήλαις ζήτησις καὶ βούλευσις. διὰ τοῦτο τίθησι πρότερον τὴν διαφορὰν τοῦ ζητεῖν τε καὶ τοῦ βουλεύεσθαι, καὶ λέγει καθολικώτερον εἶναι τὸ ζητεῖν τοῦ βουλεύεσθαι. πᾶς γὰρ ὁ βουλευόμενος ζητεῖ, οὐ μὴν καὶ πᾶς ὁ ζητῶν βουλεύεται. ἡ μὲν γὰρ βούλευσις περὶ τῶν πρακτέων ἐστὶ ζήτησις, ἔστι δὲ καὶ ζήτησις περὶ ἕτερα θεωρητά, οὐχὶ πρακτέα, τυγχάνοντα. τὸ γὰρ ζητεῖν εἰ σύμμετρος ἢ ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ ἢ εἰ σελήνη τῇ σκιᾷ ὑποπίπτει τῆς γῆς ἢ μή, οὐχὶ τῶν πρακτῶν εἰσὶν ἀλλὰ τῶν θεωρητῶν. διὰ τοῦτό τις ζήτησις ἡ βούλευσις, ὡς εἶδος οὖσα ζητήσεως, καί τι ζητεῖν τὸ βουλεύεσθαι.
“探究与审议不同;因为审议是某种探究。” 在已经充分讲授了人们借以达至真理的五种品质——我指实践智慧、技艺、科学知识、智慧与理智——之后,他又打算讲授在循理活动的人的本性中也被观察到产生的其他某些品质。因为正如他在实践活动上完成了完备的讲授一样,在理智活动上也必须同样进行,于是他首先传授关于优良审议的学说。他在这里也以与前者相同的方式进行讲授,将这些品质中的每一种与同它有某种相似之处的其他品质区分开来,并给出特属于它且与它可相互换位的定义。既然他刚才论述了实践智慧,而良好地审议是特属于实践智慧的,为此他也首先就优良审议展开论述。但由于单纯的审议包容了这件事情做得好还是不好,为此他首先对审议稍作说明。然而人既是善于审议的,同样也是善于探究的,探究与审议彼此相似。为此,他首先确立探究与审议的区别,并说探究比审议更为普遍。因为每一个审议的人都在探究,但并非每一个探究的人都在审议。因为审议是关涉可实践之事的探究,但也有关涉恰好是理论性的而非可实践的其他事物的探究。因为探究对角线与边是可通约还是不可通约,或者月亮是否落入地球的阴影之中,这些并不属于可实践之事,而是属于理论性之事。因此,审议作为探究的一个物种是某种探究,审议也就是探究某事。
"Δεῖ δὲ διαλαβεῖν καὶ περὶ εὐβουλίας τί ἐστι, πότερον ἐπιστήμη τις ἢ δόξα ἤ τι ἄλλο γένος." Τῷ περὶ φρονήσεως διδάξαντι ἀναγκαῖον ἦν καὶ περὶ εὐβουλίας εἰπεῖν, διότι τῇ φρονήσει ἀναγκαῖόν ἐστι τὸ ὀρθῶς βουλεύεσθαι. διὰ τοῦτο περὶ φρονήσεως διδάξας ἀκολούθως καὶ τὴν εὐβουλίαν τί ἐστι παραδίδωσι, πρῶτον μὲν τί οὐκ ἔστι λέγων καὶ διαστέλλων αὐτὴν ἀπὸ τῶν ἕξεων, ὧν εἰκὸς δόξαι μίαν αὐτὴν τοῖς μὴ σὺν ἀκριβείᾳ σκοποῦσιν, ἃς καὶ ἐκτίθεται.
“还必须辨明优良审议是什么,是某种科学知识,还是意见,亦或是某种其他的类。” 对于讲授了实践智慧的人来说,谈论优良审议也是必然的,因为正确地审议对于实践智慧是必然的。为此,在讲授了实践智慧之后,他接着传授优良审议是什么,首先通过说明它不是什么,并将它与那些在未作审慎考察的人看来它可能显得是其中之一的品质区分开来,他也列举了这些品质。
"Ἐπιστήμη μὲν δὴ οὐκ ἔστιν· οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασιν, ἡ δ’ εὐβουλία βουλή τις, ὁ δὲ βουλευόμενος ζητεῖ καὶ λογίζεται." Πρὸ τῶν ἄλλων τῆς ἐπιστήμης τὴν εὐβουλίαν διίστησιν, οὕτω συλλογιζόμενος· ἡ ἐπιστήμη οὐ ζητεῖ, ἡ εὐβουλία ζητεῖ, ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι καὶ κατασκευάζει τὴν μὲν μείζω πρότασιν οὕτως. ὁ ἐπιστήμων ἴσησι τὰ ἐπιστητά, περὶ ὧν τις ἴσησιν οὐ ζητεῖ, ὁ ἐπιστήμων ἄρα οὐ ζητεῖ περὶ τῶν ἐπιστητῶν. καὶ ἔστιν οὗτος ὁ λόγος ἐν πρώτῳ σχήματι. τὴν δὲ ἐλάττω πρότασιν οὕτως· ἡ εὐβουλία βουλή τις, ὁ βουλευόμενος ζητεῖ, ἡ εὐβουλία ἄρα ζητεῖ. βουλὴ γὰρ καὶ βούλευσις τὸ αὐτό. ἕτερον δὲ ἡ βούλησις παρὰ τὴν βουλὴν καὶ τὴν βούλευσιν. ἐκεῖ γὰρ οὐκ ἔστι ζήτησις, ἀλλὰ μόνον ὄρεξις τοῦ βουλητοῦ πράγματος. τὸ δὲ καὶ λογίζεται μέσος ὅρος ἐστὶ πρὸς τὸ δεῖξαι ζητοῦντα τὸν βουλευόμενον,3 ἵνα τοιοῦτος ὁ λόγος γένηται· ὁ βουλευόμενος λογίζεται, ὁ λογιζόμενος ζητεῖ, ὁ βουλευόμενος ἄρα ζητεῖ. εἶπε δὲ οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασι πρὸς τοὺς ἐπιστήμονας ἀναπέμπων τὸν λόγον, ἵν’ εἴη οὕτω νοούμενον τὸ λεγόμενον, ὅτι δὲ οὐκ ἔστιν ἡ ἐπιστήμη ἡ εὐβουλία, δῆλον ἀπὸ τοῦ τοὺς ἐπιστήμονας μὴ ζητεῖν περὶ ὧν εἰσιν ἐπιστήμονες. μετέλαβε δὲ τὸν λόγον ἀπὸ τῆς ἐπιστήμης ἐπὶ τοὺς ἐπιστήμονας4 διὰ τὸ τὴν ἐπιστήμην μὲν κεκρύφθαι ἐν τῇ ψυχῇ, τοὺς ἐπιστήμονας δὲ εἶναι τοὺς ἐναργῶς ἐνεργοῦντας ἐκτός.
“它绝不是科学知识;因为人们并不探究他们所知晓的事物,而优良审议是某种审议,审议的人在探究并推论。” 他在其他品质之前先将优良审议与科学知识区分开来,作如下推论:科学知识不探究,优良审议探究,因此优良审议不是科学知识。这个三段论属于第二格,他如下证明大前提:拥有科学知识的人知晓可认知之物,对于某人所知晓的事物他并不探究,因此拥有科学知识的人并不探究可认知之物。这个论证属于第一格。而小前提则如下证明:优良审议是某种审议,审议的人探究,因此优良审议探究。因为谋划与审议是同一回事。但意愿不同于谋划和审议。因为在那里没有探究,而只有对所意愿之物的欲求。而“并且推论”这一句,是用于表明审议者是在探究的中项,以便论证成为这样:审议的人在推论,推论的人在探究,因此审议的人在探究。他说“因为人们并不探究他们所知晓的事物”,将论述转向了拥有科学知识的人们,以便所说的话能够被这样理解:优良审议不是科学知识,这从拥有科学知识的人们并不探究他们对其拥有科学知识的事物这一事实中显而易见。而他将论述从科学知识转移到拥有科学知识的人们身上,是因为科学知识隐藏在灵魂之中,而拥有科学知识的人们则是在外明显活动的人。
- 6.75αἳ καὶ αὐταὶ τῇ φύσει θεωροῦνται τῶν ἀνθρώπων γινόμεναι ἐνεργούντων κατὰ λόγον
γινόμεναι 是感知动词 θεωροῦνται 的补充主格分词,与关系代词 αἵ(先行词为 ἕξεις)在性数格上一致。属格短语 τῶν ἀνθρώπων ... ἐνεργούντων 作为领属属格修饰名词短语 τῇ φύσει(“在循理活动的人的本性中”)。
- 6.75ἀποδιδοὺς τὸν λόγον αὐτῆς ἰδιάζοντα καὶ ἀντιστρέφοντα πρὸς αὐτήν
ἰδιάζοντα 与 ἀντιστρέφοντα 为宾格分词,作名词 τὸν λόγον(定义)的修饰/谓词性成分。它们表明了逻辑学上的要求:定义必须是特属于被定义项(αὐτήν)的,并且与其外延相等(可相互换位)。
- 6.77τὸ δὲ καὶ λογίζεται μέσος ὅρος ἐστὶ πρὸς τὸ δεῖξαι ζητοῦντα τὸν βουλευόμενον
带冠词的引用短语 τὸ καὶ λογίζεται 为句子的主语,μέσος ὅρος(中项)为表语。πρὸς τὸ δεῖξαι 是表示目的的介词加带冠词不定词结构,其不定词支配由宾格主语 τὸν βουλευόμενον 和补充宾格分词 ζητοῦντα 构成的结构(“为了指明审议者是在探究”)。
- 6.77μετέλαβε δὲ τὸν λόγον ἀπὸ τῆς ἐπιστήμης ἐπὶ τοὺς ἐπιστήμονας
动词 μεταλαμβάνω 在此意为“将论述/论证从……转移至……”。注疏者在解释亚里士多德为何将论述的主体从抽象名词 ἐπιστήμη(第三人称单数)转移到具体的人 τοὺς ἐπιστήμονας(第三人称复数动词 ζητοῦσι 与 ἴσασι 的主语)。
