- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:351.29-353.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯释读亚里士多德将实践智慧的对象类比为数学中终极三角形的可感物之处(1142a25),通过感觉传导的过程阐明关涉个别行为的认知并非各别固有感觉,而是判别对立物与异类物的共同感觉,并进而阐释伴随实践智慧的感觉因具备理性说明和专注意识而与一般感觉属种相异。
εἰ γάρ τις περὶ τῆσδε τῆς εἰρήνης ἢ τοῦδε τοῦ πολέμου βουλεύοιτο, εἰ δεῖ ἔσεσθαι ἢ μή, καὶ εἰ ἔσται, πῶς ἔσται καὶ διὰ τί ἔσται, καὶ εἰ οὐκ ἔσται ὡσαύτως, οὐχ ὡς περὶ ἰδίου μιᾷ τινι τῶν αἰσθήσεων βουλεύεται,1 ἀλλὰ περὶ τοῦ ἁπλῶς καὶ καθ’ ἕκαστα αἰσθητοῦ. τίθησι δὲ καὶ παράδειγμα τοῦ εἰρημένου τὸ τοῖς μαθηματικοῖς ἔσχατον. εἰ γὰρ καὶ μαθηματικῆς ἐπιστήμης ἐστὶ τὸ ἀποδεῖξαι περὶ τῶν καθ’ αὐτὸ ὑπαρχόντων τῷ τριγώνῳ, καὶ καθόλου ἡ ἀπόδειξις γίνεται, ἀλλὰ τὸ ἔσχατον τρίγωνον ἤτοι τὸ ἄτομον καὶ καθ’ ἕκαστον ᾗ τοιοῦτόν ἐστιν οὐκ ἐπιστήμῃ ἀλλ’ αἰσθήσει ὑπόκειται, οὐχ ὡς χρῶμα οὐδ’ ὡς ψόφος οὐδ’ ὡς ἄλλο τι, ὃ παρά τινος μιᾶς τῶν αἰσθήσεων κρίνεται, ἀλλ’ ὅτι καθ’ ἕκαστον. ὅτι δὲ αἰσθητὸν τοῦτο, ἔδειξεν ἐκ τοῦ εἰπεῖν στήσεται γὰρ κἀκεῖ. ὅτι γάρ, φησίν, αἰσθητὸν τὸ ἔσχατον τρίγωνον, δῆλον ἐντεῦθεν. κατιὼν γὰρ ἄν τις ἀπὸ τῶν καθόλου καὶ περιεχόντων εἰς τὰ μερικὰ καὶ περιεχόμενα, στήσεται εἰς τὸ ἔσχατον, ὡς καὶ ἐπὶ τῶν ἄλλων γίνεται, ὁπότε τις ἀπὸ τῶν καθόλου κάτεισιν. ἵσταται γὰρ ὁ κατιών, ἐλθὼν εἰς τὰ ἔσχατα. δύο γὰρ ἕξεις τῶν γνωστικῶν δυνάμεων αἱ ἀκρότητες, πρῶται καὶ ἔσχαται· κάτωθεν μὲν ἀνιόντων ἡμῶν ὁ νοῦς ἔσχατος, ὅτι μέχρις αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ γινωσκομένων ἡ ἄνοδος, ἡ δὲ αἴσθησις πρώτη, ὅτι ἀπὸ ταύτης τῆς ἀνόδου ἀρχόμεθα· εἰ δ’ ἄνωθεν τὴν ὁρμὴν ποιούμεθα καὶ τὴν κίνησιν ἀπὸ τοῦ νοῦ πρώτου ἀπὸ τῶν γνωστικῶν ἀρχόμεθα ἕξεων, καὶ πρῶτα καὶ ἀρχὰς τὰ παρ’ αὐτοῦ γινωσκόμενα τίθεμεν, εἰς ἐσχάτην δὲ καταντῶμεν τὴν αἴσθησιν, καὶ ἃ ὑπ’ αὐτῆς γινώσκεσθαι πέφυκε· ταῦτα δὲ τὰ μερικὰ καὶ καθ’ ἕκαστα. καὶ ὅταν οὕτω λέγωμεν, οὐ μίαν τινὰ λαμβάνομεν τῶν κατὰ μέρος αἰσθήσεων, οἷον ὅρασιν ἢ ἀκοὴν ἢ ἄλλην τινὰ τῶν συστοίχων ἀλλ’ ἁπλῶς τὴν κοινήν. δεῖ γὰρ ἀμερῶς ἐσχάτου τινός, ὃ κρίνει τἀναντία ἐπὶ τῶν αἰσθητῶν καὶ τὰ ἑτερογενῆ. οἷον 〈ἵν’〉 ὡς ἐπὶ παραδείγματος εἴπωμεν τῆς ὁράσεως, τὸ μὲν γὰρ φῶς δρᾷ εἰς τὸν ἀέρα καὶ αὐτὸν κατὰ τὰ εἴδη τῶν ὁρατῶν διατίθησιν, ὁ δὲ παραπέμπει ταῦτα τῇ κόρῃ, ἡ δὲ τῷ αἰσθητῷ πνεύματι, τὸ δὲ τῇ ἁπλῶς αἰσθήσει ἣ ἀμερὴς οὖσα καὶ τἀναντία καταλαμβάνει καὶ τί ἀλλήλων διαφέρουσι κρίνειν δύναται. οὕτως ἐπὶ ἀκουστῶν, οὕτως ἐπὶ ὀσφραντῶν, οὕτως ἐπὶ πάντων τῶν αἰσθητῶν γίνεται, ὡς δύνασθαι τὴν κοινὴν αἴσθησιν, ἀμερῆ οὖσαν, καὶ τἀναντία καὶ τὰ ἑτερογενῆ κρίνειν πρὸς ἄλληλα τί διαφέρουσιν. ἀλλ’ αὕτη μᾶλλον ἡ αἴσθησις ἢ φρόνησις, ἐκείνη δὲ ἄλλο εἶδος. ἐπεὶ περὶ τῶν πρακτῶν καὶ βουλευτῶν εἴρηκε καὶ ταῦτα εἶναι καθ’ ἕκαστα καὶ αἰσθητά, καὶ περὶ ταῦτα τὴν φρόνησιν καταγίνεσθαι, ὡς εἶναι τὸ λογιζόμενον προσεχῶς αὐτῶν ἐφαπτόμενον, ὥσπερ σύγκρισιν ποιεῖται τοῦ μετὰ φρονήσεως αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα καὶ τοῦ ἁπλῶς, ἤτοι κατὰ τὴν κοινὴν αἴσθησιν. τὸ γὰρ οἷα αἰσθανόμεθα τοῦτο δηλοῖ, ἤτοι τῇ κοινῇ αἰσθήσει καθ’ ἣν ἡμῖν προσγίνεται τὸ αἰσθάνεσθαι, ἥτις μία τέ ἐστι καὶ κοινῇ πρὸς πάντα ἐνεργοῦσα τὰ αἰσθητά. ἡ γὰρ εἰς πέντε διαίρεσις κατὰ τὰ αἰσθητὰ γίνεται, ὧν δεῖ τῇ κοινῇ αἰσθήσει, ἵν’ ὡς ὀργάνοις χρωμένη αὐτοῖς τοῖς διαφόροις κατὰ γένος προσβάλλῃ δι’ αὐτῶν αἰσθητοῖς. ἐκείνη δὲ μία καὶ ἡ αὐτή ἐστι, καὶ ὥσπερ ποιότητά τινα ταυτηνὶ τὴν κοινότητα τῇ ἁπλῶς προσάπτων αἰσθήσει.2 οὐ λέγομεν, φησίν, αἴσθησιν τὴν τῶν ἰδίων αἰσθητῶν τῇδε ἢ τῇδε, ὃ δι’ αἰσθητηρίου τινὸς ἐνεργεῖ, ἀλλὰ τοιαύτην λέγομεν ὁποίᾳ αἰσθήσει ἁπλῶς καὶ κοινῶς αἰσθανόμεθα. φησὶ δὲ ταύτην μᾶλλον εἶναι αἴσθησιν, τὴν μετὰ φρονήσεως, ὅτι σὺν λόγῳ καὶ ἐπιστασίᾳ, ἐκείνη δὲ ἄλογός τε καὶ ἀνεπίστατος.3 ὅσον οὖν τὸ μετὰ λόγου κρεῖττον τοῦ ἄνευ λόγου, τοσοῦτον κρεῖττον αἰσθήσεως ἡ φρόνησις τῆς τοῦ αἰσθητοῦ ἰδίας αἰσθήσεως· διὸ καὶ ἄλλο εἶδος ἐκείνη ἡ αἴσθησις ταύτης τῆς αἰσθήσεως, ὡς καὶ τὸ λογικὸν τοῦ ἀλόγου ἕτερον.
因为如果有人审议这特定的和平或这特定的战争,审议它是否应当发生,如果发生将如何发生以及为何发生,如果不发生同样又如何,他并不是把它作为某种单一感觉所固有的对象来审议,而是作为单纯且个别的感觉对象来审议。他也把数学中的终极图形作为所说内容的一个例证。因为即使证明三角形的本性属性属于数学科学,且证明是就普遍者而言作出的,但终极的三角形,即个别的、单件的三角形,就其是这样而言,并不从属于科学,而是从属于感觉——并不是作为颜色,也不是作为声音,也不是作为由某一单一感觉所判断的任何其他东西,而是因为它是个别的。至于说这是感觉对象,他通过说“因为在那里也会停下来”指明了这一点。因为他说,终极三角形是感觉对象,由此显而易见:因为任何人若从普遍的、包容的事物下降到部分的、被包容的事物,都会在终极事物处停下来,正如在其他事情上,每当有人从普遍事物下降时所发生的那样。因为下降者在到达终极事物时便停了下来。因为在认知能力的品质中,两极是两种,即最初的和终极的:当我们从下往上攀登时,理智是终极的,因为上升是直至它以及由它所认知的事物,而感觉是最初的,因为我们从这种感觉开始上升;但如果我们从上往下发起冲动与运动,我们便以理智为认知品质之首开始,把由它所认知的事物确立为第一者和原理,并到达作为终极者的感觉,以及本性上适于由感觉所认知的事物;而这些就是部分的、个别的事物。当我们这样说时,我们并不是指部分感觉中的某一种,例如视觉、听觉或与其并列的某一种,而是单纯指共同感觉。因为必须存在某种不可分的终极之物,它能够判断感觉对象中的对立物和异类物。例如以视觉为例来说,光作用于空气,并按照可见事物的形式规定空气,空气又将这些传递给瞳孔,瞳孔传递给感觉精气,精气再传递给单纯的感觉,而这单纯的感觉虽是不可分的,却既能把握对立物,又能判断它们彼此有何不同。在可听之物上是如此,在可嗅之物上是如此,在一切感觉对象上都是如此,以至于共同感觉虽是不可分的,却能够将对立物和异类物彼此对照来判断它们有何不同。“但这更是感觉而非实践智慧,而那[固有感觉]是另一物种。”既然他谈论了可实行的和可审议的事物,并且谈论了这些事物是个别的和可感的,以及实践智慧关涉这些事物,以至于推论部分是直接接触它们的,他似乎是在将伴随实践智慧感知个别事物与单纯感知(即按照共同感觉感知)进行比较。因为“如同我们借以感知的那样”就表示这一点,即借助于共同感觉(根据它,感知才降临于我们),它是单一的,且共同向着一切感觉对象活动。因为划分为五种是根据感觉对象而产生的,共同感觉需要这些感觉器官,以便将它们作为工具使用,从而通过它们触及在属上互异的感觉对象。但共同感觉本身是一且相同的,[亚里士多德]仿佛是将这种共同性作为某种性质附加于单纯的感觉。他说:我们所说的感觉,并不是指借助于某种感官而活动的在这一方面或那一方面的固有感觉对象之感觉,而是指我们借以单纯且共同地感知的那种感觉。他说这种伴随实践智慧的感觉更是感觉,因为它带有理性说明和专注意识,而那一种[固有感觉]既是非理性的又缺乏专注意识。因此,带有理性说明之物比较缺乏理性说明之物优越多少,实践智慧比感觉(即比感觉对象的固有感觉)就优越多少;因此那一种感觉也是与这一种感觉不同的物种,正如合乎理性的事物与非理性的事物不同一样。
- 6.74εἰ γάρ τις περὶ τῆσδε τῆς εἰρήνης ἢ τοῦδε τοῦ πολέμου βουλεύοιτο, ... οὐχ ὡς περὶ ἰδίου μιᾷ τινι τῶν αἰσθήσεων βουλεύεται
条件句的从句使用祈愿语气(βουλεύοιτο),主句使用现在直陈式(βουλεύεται),构成混合条件句,通过设定假设性的审议事例来陈述一般性的事实结论。
- 6.74καὶ ὥσπερ ποιότητά τινα ταυτηνὶ τὴν κοινότητα τῇ ἁπλῶς προσάπτων αἰσθήσει
主格分词 προσάπτων 缺少明确限定动词与之呼应,构成破格句(anacoluthon),其逻辑主语由前文承继亚里士多德(或注疏者自身)。
- 6.74φησὶ δὲ ταύτην μᾶλλον εἶναι αἴσθησιν, τὴν μετὰ φρονήσεως, ὅτι σὺν λόγῳ καὶ ἐπιστασίᾳ, ἐκείνη δὲ ἄλογός τε καὶ ἀνεπίστατος
此处是对亚里士多德原文1142a27(ἀλλ’ αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις)的阐释。厄斯特拉齐奥斯将 ταύτην(伴随实践智慧的感觉)与 ἐκείνη(固有感觉)相对照,解释说前者由于具备理性说明和反思性专注,从而在属种上高于单纯的固有感觉。
