- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:350.14-351.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯注解亚里士多德《尼各马可伦理学》1142a25,阐明实践智慧如何与把握最初限界的理智相对立,并通过感觉关涉个别的终极者。他分析了理智与实践智慧对其对象皆不具科学知识的原因、其对象单复数用法的用意,以及类比于数学直观的“感觉”的性质。
" Ἀντίκειται μὲν δὴ τῷ νῷ. ὁ μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστι λόγος.1 ἡ δὲ τοῦ ἐσχάτου οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλ’ αἴσθησις, οὐχ ἡ τῶν ἰδίων, ἀλλ’ οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἐν τοῖς μαθηματικοῖς ἔσχατον τρίγωνον· στήσεται γὰρ κἀκεῖ. ἀλλ’ αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις, ἐκείνης δὲ ἄλλο εἶδος." Ὥσπερ τῆς ἐπιστήμης διὰ τοῦ ῥηθέντος πορίσματος διάφορον τὴν φρόνησιν ἔδειξε, προσθήκην τοῦτο ποιησάμενος ἐπὶ τοῖς πρότερον περὶ τῆς διαφορᾶς αὐτῶν εἰρημένοις, οὕτω καὶ ταῦτα προστίθησιν, ἐφ’ οἷς πρότερον περὶ φρονήσεως εἴρηκε καὶ τοῦ νοῦ, δεικνύων καὶ αὐτοῦ τὴν φρόνησιν, διαφέρουσαν. ἀντικεῖσθαι γάρ φησι τὴν φρόνησιν τῷ νῷ κατὰ τὸ ὑποκείμενον, ὡς καὶ τὴν ἐπιστήμην. καὶ γὰρ τῆς ἐπιστήμης περὶ τὰ καθόλου καταγινομένης, διαφέρει αὐτῆς ἡ φρόνησις, ὅτι περὶ τὰ καθ’ ἕκαστα, οὕτω καὶ τοῦ νοῦ διαφέρει ἡ φρόνησις, ὅτι ὁ μὲν τῶν ὅρων ἐστὶ γνωστικός, ὧν οὐκ ἔστι λόγος. ὅρους δέ φησιν ἢ τοὺς ὁριστικοὺς λόγους, οἷς χρῶνται οἱ μαθηματικοί, ἕκαστος κατὰ τὴν ἑαυτῶν ἐπιστήμην, οἷον ὁ μὲν ἀριθμητικός, τί ἐστιν ἀριθμὸς ἁπλῶς ἢ τί ἐστι περιττὸς ἀριθμὸς ἢ τί ἄρτιος καὶ τοὺς λοιπούς, ὁ δὲ γεωμέτρης τί 〈ἐστι〉 στιγμή, τί ἐστι γραμμή, τί ἐστιν ἐπιφάνεια, τί σῶμα, τί κύκλος, τί τρίγωνον καὶ τῶν σχημάτων ἕκαστον καὶ ὅσα ἕτερα ὁριστικῶς ἐκεῖσε λαμβάνονται ἢ ἁπλῶς τὰς πρώτας ἀρχάς. πᾶσαι γὰρ αἱ ἀρχαὶ τῶν ἐπιστημῶν ὅροι πώς εἰσιν, ἐπεὶ ἀναλύσει χρώμενοι, μέχρις αὐτῶν ἀνιόντες, παυόμεθα, ζητοῦντές τι τῶν ἀρχῶν ἰδικώτερον. ἐπεὶ τοίνυν τοῦθ’ οὕτω καὶ διττῶς ἐξείληπται, καὶ τὸ ὧν οὐκ ἔστι λόγος διττῶς νοηθήσεται, ἢ λόγος ὁ τὸ τί ἦν εἶναι, ἢ αἰτίας ἀπόδοσις καὶ συλλογισμός. καθ’ ἑκάτερον γὰρ οὐκ ἔσονται ἀρχαὶ αἱ ἀρχαί, ὥστε καὶ εἰς ἄπειρον ἀνιοῦσι μηδὲ ἐπιστήμας εἶναι τὰς ἐπιστήμας συμβήσεται. δείκνυσι δὲ ἐνταῦθα ἑτέραν τοῦ νοῦ τὴν φρόνησιν διὰ τὸ τὸν μὲν νοῦν τῶν πρώτων εἶναι, ἅ εἰσιν οἱ ὅροι, τὴν δὲ φρόνησιν τῶν ἐσχάτων, ἅ εἰσι τὰ αἰσθητὰ καὶ καθ’ ἕκαστα. ὥστε καὶ ταύτῃ διαφέρει κατὰ τὰ ὑποκείμενα, ὡς ἀδύνατον εἶναι ἓν ὑπάρχειν καὶ τὸ αὐτὸ κατ’ εἶδος τό τε περὶ τὰ πρῶτα γινόμενον καὶ τὸ περὶ τὰ ἔσχατα. ὅρα δὲ ὅτι τὰ ἀμφοῖν ὑποκείμενα, φρονήσει καὶ νῷ, κοινωνοῦσι κατὰ τὸ ἀνεπίστημον. οὔτε γὰρ τῶν ὅρων ἐπιστήμη οὔτε τῶν αἰσθητῶν καθ’ ἕκαστα, ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ὑπερκεῖσθαι τῆς ἐπιστήμης τοὺς ὅρους, ἐνταῦθα δὲ διὰ τὸ λείπεσθαι ἐπιστήμης τὰ ὑποκείμενα τῇ φρονήσει, αἴσθησιν δὲ εἶναι τὴν ταῦτα γινώσκουσαν. πῶς δὲ ἐπὶ μὲν τοῦ ὑποκειμένου τῷ νῷ τῷ πληθυντικῷ ἐχρήσατο ἀριθμῷ, ἐπὶ δὲ τοῦ ὑποκειμένου τῇ φρονήσει τῷ ἑνικῷ.2 καίτοι τὰ καθ’ ἕκαστα πλείω τῶν καθόλου τῷ ἀριθμῷ· τὸ μὲν γὰρ καθόλου ἕκαστον ἕν, τὰ δὲ καθ’ ἕκαστα πλείω ὄντα εἰς ἓν τὸ προσεχὲς καθόλου ἀνάγονται, ὡς ὁμοῦ περιεχόμενα ὑπ’ αὐτοῦ; ἢ ὅτι ἡ μὲν φρόνησις ἐν ταῖς ἐνεργείαις αἰεὶ ἕν τι λαμβάνει τῷ ἀριθμῷ περὶ οὗ σκοπεῖ καὶ μελετᾷ τὴν κατόρθωσιν, ὁ δὲ νοῦς καθόλου αἰεί, τὸ δὲ καθόλου περιεκτικὸν πολλῶν, ὥστε τὸ ἓν τοῦ νοῦ πολλὰ τῇ περιοχῇ. διὰ τοῦτο ἐκεῖ μὲν πληθυντικῶς εἶπεν, ὧδε δὲ ἑνικῶς. αἴσθησις δέ φησιν οὐχ ἡ τῶν ἰδίων, ἀλλ’ οἵᾳ αἰσθανόμεθα. οὐχ οὕτω, φησίν, αἴσθησιν λέγομεν τὴν ἐνεργοῦσαν περὶ τὸ ὑποκείμενον τῇ φρονήσει, ὡς λέγομεν ἐφ’ ἑκάστου γένους τῶν αἰσθητῶν, ἰδίαν εἶναι αἴσθησιν τὴν ἐνεργοῦσαν περὶ αὐτό, ὡς περὶ μὲν τὰ χρώματα τὴν ὅρασιν, περὶ δὲ τοὺς ψόφους τὴν ἀκοήν, περὶ δὲ τὰς ὀσμὰς τὴν ὄσφρησιν, περὶ δὲ τοὺς χυμοὺς τὴν γεῦσιν, καὶ τὴν ἁφὴν περὶ τὰ ἁπτά, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα καὶ ἐν οἷς ἡ αἰσθητικὴ γνῶσις ἐνεργεῖν πέφυκεν.
“它确实与理智相对立;因为理智是关涉限界的,对这些限界是没有说明的,而[实践智慧]是关涉终极者的,对它而言不是科学而是感觉——不是关于固有感觉对象的感觉,而是如同我们借以感知数学中的终极图形是三角形那样的感觉;因为在那里也会停下来。但这更是感觉而非实践智慧,然而又是那[固有感觉]的另一物种。” 正如他通过上述系论指明了实践智慧与科学的区别,将此作为对先前关于它们区别的论述的补充一样,他也将这些内容添加到他先前关于实践智慧和理智所说的话中,表明实践智慧也与它相异。因为他说,实践智慧在底层基底[对象]上与理智相对立,正如它与科学相对立一样。因为正如科学致力于普遍者,实践智慧因关涉个别者而与它相异,同样实践智慧也与理智相异,因为理智能够认识那些不存在说明的限界。他所说的限界,要么是指数学家各自根据自己的科学所使用的定义性说明——例如算术家使用什么是单纯的数,或者什么是奇数,什么是偶数以及其余等等,几何学家使用什么是点,什么是线,什么是面,什么是体,什么是圆,什么是三角形以及各个图形,以及在那里以定义方式所采纳的其他一切——要么单纯是指第一原理。因为科学的一切原理在某种意义上都是限界,既然借助分析,当我们上升到它们时便停止下来,寻找比原理更个别的某物。因此,既然这是以这种双重方式被理解的,那么“对它们没有说明”也将按双重方式被理解:要么是指表达本质的说明[定义],要么是指原因的给出与推论[证明]。因为无论依哪一种方式,原理都不再是原理,以至于对于上升到无限的人来说,其结果将是科学甚至都不再是科学。他在这里表明实践智慧与理智是不同的,这是因为理智关涉第一者(即那些限界),而实践智慧关涉终极者(即可感事物和个别事物)。因此,依其底层基底而言,实践智慧在此也相异,因为关涉第一者之物与关涉终极者之物在形式上不可能是一且相同的。还要看到,实践智慧与理智这两者的基底在非科学性上是相通的。因为关于限界既没有科学,关于可感的个别事物也没有科学;但是在那一端[理智],是因为限界超越了科学,而在此一端[实践智慧],是因为实践智慧的基底不及科学,而认识这些事物的是感觉。那么,为什么关于理智的基底他使用了复数,而关于实践智慧的基底却使用了单数呢?尽管个别事物在数量上多于普遍事物——因为每个普遍事物都是单一的,而个别事物虽多,却被归结为邻近的单一普遍事物,如同被它一同包容一样?或者是因为实践智慧在现实活动中总是把握在数量上单一的某物,围绕它进行审视并谋求其成功,而理智则始终是普遍的,且普遍包容着众多事物,以至于理智的这单一之物通过包容而成为众多?正是由于这个原因,他在那里用了复数,而在此处用了单数。他说:“感觉,不是关于固有感觉对象的感觉,而是如同我们借以感知的那样”。他说:我们称关涉实践智慧之基底而活动的感觉为感觉,并非如同我们在每一类可感事物上所说的那样,即存在关涉它的固有活动感觉——如视觉关涉颜色,听觉关涉声音,嗅觉关涉气味,味觉关涉滋味,触觉关涉可触之物——而是单纯〔说它关涉〕个别事物,以及感觉认知本性上适于在其中活动的那些事物。
- 6.74ὧν οὐκ ἔστι λόγος
关系代词 ὧν 的先行词为 οἱ ὅροι。注解者指出 λόγος 具有双重含义(表达本质的定义性陈述,或是给出原因的证明/推论),并据此分析了作为限界的最初原理在何种意义上皆无更高级的解释依据,因而属于“无说明”的句法与逻辑结论。
- 6.74πῶς δὲ ἐπὶ μὲν τοῦ ὑποκειμένου τῷ νῷ τῷ πληθυντικῷ ἐχρήσατο ἀριθμῷ, ἐπὶ δὲ τοῦ ὑποκειμένου τῇ φρονήσει τῷ ἑνικῷ.
由 πῶς 引出的提出疑难(为何理智之基底用复数而实践智慧用单数)的问句结构,随后紧接 ἢ ὅτι(“还是因为……?”),构成了注解者提出问题并给出解答(aporia 及其解决)的典型修辞与论辩句式。
