← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§349.11-350.13

谋划中关涉普遍与个别的过误与明智的对象

注解家根据亚里士多德的文本(1142a20–1142a23),阐明了在谋划中关涉普遍与个别的过误,以及对自身之善与对共同之善的认识之间的关联,并推论出实践智慧不同于关涉普遍者的科学,而是关涉终极与个别的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.72

" Ἔτι ἡ ἁμαρτία ἢ περὶ τὸ καθόλου ἐν τῷ βουλεύεσθαι ἢ περὶ τὸ καθ’ ἕκαστα. ἢ γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ἢ ὅτι τοδὶ βαρύσταθμον." Τοῦτο πρὸς τὰ ἀνωτέρω ἐστίν, ὅτι δεῖ τῇ εἰδήσει τοῦ οἰκείου ἀγαθοῦ τῆς τοῦ κοινοῦ ἀγαθοῦ γνώσεως,1 ὡς δεῖσθαι τὸν ἑαυτῷ φρόνιμον τοῦ οἰκονομικοῦ ἢ καὶ αὐτοῦ τοῦ πολιτικοῦ. ὁ γὰρ βουλευσάμενος ἢ ἥμαρτε περὶ τὴν βούλευσιν ἢ ηὐστόχησε. τὸ δὲ εὐστοχῆσαι καὶ ἁμαρτεῖν ἐν ἑκατέρῳ γενέσθαι δύναται, ἔν τε τῷ καθόλου καὶ τῷ καθ’ ἕκαστα· ὥστε ἄμφω δεῖ τὸν φρόνιμον ἔχειν, καὶ τὴν τοῦ καθόλου ἀγαθοῦ γνῶσιν καὶ τὴν τοῦ καθ’ ἕκαστα. καθόλου δὲ ἀγαθὸν λέγει καὶ καθ’ ἕκαστα τὸ κοινὸν καὶ ἰδικόν. ἔστι δὲ τὸ μὲν ἰδικὸν τοῦ ἰδίως φρονίμου, τὸ δὲ κοινὸν τοῦ οἰκονομικοῦ καὶ ἔτι τοῦ πολιτικοῦ, ὥστε δεῖ τῷ ἰδίως φρονίμῳ τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ, ἵνα μὴ μόνον τοῦ ἰδίως ἀγαθοῦ ἔχῃ τὴν εἴδησιν ἀλλὰ καὶ τοῦ κοινοῦ, ἵν’ εὖ βουλεύοιτο καθ’ ἑκάτερον. παράδειγμα δὲ ἔθηκε τοῦ μὲν καθόλου καὶ κοινοῦ ἀγαθοῦ τὸ πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα εἶναι, τοῦ δὲ μερικοῦ καὶ καθ’ ἕκαστα τὸ ὅτι τοδὶ τὸ ὕδωρ βαρύσταθμον. ὁ δὲ ἁμαρτάνων περὶ τὴν χρῆσιν τῶν ὑδάτων ἀδιαφόρως τοῖς ὕδασι χρήσεται καὶ προσήσεται τὰ φαῦλα ὡς μὴ μετέχοντα τῆς φαυλότητος ἢ ἁπλῶς ἢ καθ’ ἕκαστα. ὡς οὖν ὁ κακῶς βουλευόμενος περὶ τῶν ὑδάτων καὶ καθόλου καὶ ἐν μέρει καὶ τὰ φαῦλα καὶ τὸ φαῦλον προσήσεται καὶ ἁμαρτητικῶς αὐτοῖς χρήσεται, οὕτω καὶ ὁ περὶ τἀγαθοῦ βουλευσάμενος ἢ καθόλου ἁμαρτήσεται ἢ καθ’ ἕκαστον. καὶ ἐπεὶ τελειότερον τὸ κοινὸν τοῦ καθ’ ἕκαστα ὡς περιεκτικὸν αὐτοῦ, τελειότερος ἔσται ὁ φρόνιμος, ὁ τοῦ κοινοῦ κεκτημένος εἴδησιν. δεῖ ἄρα τῷ ἰδικῶς φρονίμῳ τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ, ὡς τῶν κοινῶς ὠφελίμων ἐχόντων κατάληψιν.

“此外,谋划中的错误要么关涉普遍者,要么关涉个别者;因为要么是由于[判断]所有重水都是坏的,要么是由于[判断]这一特定[水]是重的。” 这是针对上文所说的内容,即对自身之善的知悉需要对共同之善的知识,从而使为自己而明智的人需要家政管理者或甚至城邦治理者本人。因为谋划过的人要么在谋划中犯了错,要么命中了目标。而命中目标与犯错这两者在每一种情形中都可能发生,无论是在普遍者上还是在个别者上;因此明智者必须兼备这两者,即对普遍之善的知识和对个别之善的知识。而他所说的普遍之善与个别之善,指的就是共同之善与特有之善。特有之善属于就个别而言明智的人,而共同之善则属于家政管理者乃至城邦治理者;因此,就个别而言明智的人需要家政管理者和城邦治理者,以便不仅拥有对特有之善的知悉,而且拥有对共同之善的知悉,从而在两方面都能良好地谋划。他举出的普遍且共同之善的例子是“所有重水都是坏的”,而部分且个别之善的例子则是“这一特定水是重的”。在水的利用上犯错的人会无差别地利用水,并无论在一般意义上还是在个别意义上,都将坏水当作不分有劣质之物而加以接受。正如关于水在普遍和部分层面上谋划不善的人会接受那些坏水和这坏水并错误地利用它们一样,关于善进行谋划的人也同样要么在普遍上犯错,要么在个别上犯错。既然共同者因包容个别者而比个别者更为完满,那么获得了对共同者之知悉的明智者也将更为完满。因此,就个别而言明智的人需要家政管理者和城邦治理者,因为他们具有对普遍有益之事的领悟。

§6.73

"Ὅτι δ’ ἡ φρόνησις οὐκ ἐπιστήμη, φανερόν. τοῦ γὰρ ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται. τὸ γὰρ πρακτὸν τοιοῦτον." Τοῦτο ὡς πόρισμα τοῖς προσεχῶς εἰρημένοις ἠκολούθησεν. ἔδειξε μὲν γὰρ καὶ ἀνωτέρω τὸ διάφορον ἐπιστήμης καὶ φρονήσεως. ἐπεὶ δὲ καὶ νῦν ἀδύνατον, ἔδειξε διὰ τῶν προσεχῶς εἰρημένων φρόνιμον εἶναι τὸν νέον,2 διότι ἐμπειρίας δεῖ πρὸς τὴν φρόνησιν, ἧς ὁ νέος ἀμέτοχος, τὰ δὲ πρακτὰ περὶ ἃ ἡ φρόνησις καθ’ ἕκαστά ἐστι, τὰ δὲ καθ’ ἕκαστα ἐκ πείρας καὶ ἐμπειρίας καταλαμβάνεται, τοῦτο μὲν αὐτῷ συνετέλεσεν εἰς τὸ δεῖξαι, μὴ δύνασθαι εἶναι τὸν νέον φρόνιμον. ἠκολούθησε δὲ ἐξ ἀνάγκης ἐντεῦθεν καὶ τὸ δῆλον γενέσθαι τὸ εἶναι ἑτέρας ἀλλήλων ἐπιστήμην καὶ φρόνησιν, εἴ γε ἡ μὲν ἐπιστήμη περὶ τὰ καθόλου, ἡ δὲ φρόνησις περὶ τὰ καθ’ ἕκαστα καὶ ἄλλως, ὅτι ὁ νέος ἐπιστήμων εἶναι δύναται, νέος μὲν ὤν, φρόνιμος δὲ οὔ, διὰ τὸ δεῖσθαι μακροῦ χρόνου καὶ πολλῆς ἐμπειρίας τὴν φρόνησιν.

“实践智慧不是科学,这是显而易见的;因为如前所述,它是关涉终极者的。因为可实践之事即是如此性质。” 这是作为系论紧随刚刚所说的事情而得出的。因为他在上文也已经表明了科学与实践智慧的区别。当他现在也通过刚刚所说的内容表明年轻人不可能具有实践智慧时——因为实践智慧需要经验,而年轻人未曾分有经验,实践智慧所关涉的可实践之事是个别事物,而个别事物是通过尝试与经验而被把握的——这有助于他表明年轻人不可能具有实践智慧。而由此必然得出的结论还在于,科学与实践智慧彼此相异这一事实变得明显,因为科学关涉普遍者,而实践智慧关涉个别者;另外还在于,年轻人虽身为年轻人却可以拥有科学知识,但不能具有实践智慧,这是由于实践智慧需要长久的时间和丰富的经验。

语法注2 条
  1. 6.72δεῖ τῇ εἰδήσει τοῦ οἰκείου ἀγαθοῦ τῆς τοῦ κοινοῦ ἀγαθοῦ γνώσεως

    无人称动词 δεῖ 支配与格(τῇ εἰδήσει,“对于知悉而言”)和属格(τῆς ... γνώσεως,“……的知识”)的结构。虽然 δεῖ 通常接宾格加属格或宾格加不定式,但此处带有表示关涉或目的的与格,指明需要某物所针对的对象,而所需之物则用属格表示。紧随其后的 ὡς δεῖσθαι τὸν ἑαυτῷ φρόνιμον τοῦ οἰκονομικοῦ 则换用“宾格主语+属格”的结构来进行表述。

  2. 6.73ἐπεὶ δὲ καὶ νῦν ἀδύνατον, ἔδειξε διὰ τῶν προσεχῶς εἰρημένων φρόνιμον εἶναι τὸν νέον

    动词 ἔδειξε 的宾语从句中出现的语序倒置(hyperbaton)。谓语形容词 ἀδύνατον 被提前至主要动词 ἔδειξε 之前,而不定式短语的主语与补足语(φρόνιμον εἶναι τὸν νέον)则紧随其后。整个结构构成从属句:“当他通过刚刚所说的内容表明年轻人不可能具有实践智慧时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:349.11-350.13