- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:347.28-349.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉修通过愤怒的定义证明自然形式包含质料与形式因而并非来自抽象,进而阐明自然科学与第一哲学的原理如何从个别可感事物的经验中获得,并解释了为何年轻人对此类事物缺乏真正确信而只能理解数学。
ἐνδέχεται γάρ τινα ὀρεγόμενον ἀντιλυπῆσαι κατὰ τὸ θυμικὸν ἠρεμεῖν, μὴ ἐνδιδόντα τῷ πάθει. εἰ δὲ μέλλει ἀντιστρέφειν ὁ ὅρος καὶ λαμβάνειν τὸ τέλειον, δεῖ οὕτως ὁρίζεσθαι τὸν θυμόν, ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. 〈ἔστι γὰρ τὸ μὲν ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐκ τῆς ὕλης λαμβανόμενον, τὸ δὲ δι’ ὄρεξιν ἀντιλυπήσεως〉 ἐκ τοῦ εἴδους, τὸ γὰρ ἐν τῇ καρδίᾳ αἷμα ὑπόκειται μὲν καὶ τῷ πυρετῷ παρὰ φύσιν ὄντι θερμῷ νοσήματι, ὑπόκειται δὲ καὶ τῷ θυμῷ, πάθει ὄντι ὀρεκτῷ καὶ φύσει τῷ ζῴῳ ὑπάρχοντι. διὰ ταῦτα δὴ τὰ εἰρημένα τὰ οὐσιώδη εἴδη, εἴτε τέλεια εἴτε ἀτελῆ εἰσιν, οὔτε εἰσὶν ἐξ ἀφαιρέσεως ποτε οὔτε λέγονται. ταῦτα μὲν εἴρηται πρὸς γνῶσιν τοῦ τῇ μὲν μαθηματικῇ ἐπιστήμῃ ἐξ ἀφαιρέσεώς εἶναι τὰ ὑποκείμενα, τῇ δὲ φυσικῇ καὶ πρώτῃ φιλοσοφίᾳ, ἣ καὶ κατ’ ἐξαίρετον σοφία καλεῖται, οὐχί. πῶς δ’ ἐξ ἐμπειρίας αἱ ἀρχαὶ τῇ σοφίᾳ καὶ τῇ φυσικῇ, ἔτι μαθεῖν λείπεται. οἶμαι δὴ ἡ ἐμπειρία ἐνταῦθα οὐ κατὰ τὸ σύνηθες σημαινόμενον εἴληπται, ἵνα τὴν ἄλογον σημαίνῃ τριβήν, ἀλλ’ ἀντὶ τῆς πραγματειώδους καὶ κατ’ ἐπιβολὴν γνώσεως.1 τοῦτο γὰρ τὸ εἶδος τῆς γνώσεως καὶ πρὸς τὴν μαθηματικὴν γνῶσιν ἀντιδιῄρηται, περὶ τὰ ἐξ ἀφαιρέσεως οὖσαν, ὡς εἴρηται. ὁ τοίνυν παρὰ τὴν τῶν φυσικῶν εἰδῶν γνῶσιν ἐνεργῆσαι βουλόμενος, ἵν’ ἐντεῦθεν ἀρξώμεθα, παρὰ τὰ ὑπὸ τῆς φύσεως γινόμενα τὴν σπουδὴν ἐνδείξασθαι βούλεται. ταῦτα δέ εἰσι τὰ ἔνυλα καὶ καθ’ ἕκαστα. οὐ γὰρ τὸν ἁπλῶς ἄνθρωπον ἡ φύσις ποιεῖ, ἀλλὰ τὸν τινὰ καὶ τὸν ἵππον ὡσαύτως καὶ τῶν φυσικῶν ἕκαστον, ὥστε ὁ μὴ λογικῶς ἀλλὰ φυσικῶς ἐξετάζειν τὰ φυσικὰ προτιθέμενος ἐκ τῶν καθ’ ἕκαστα τὰς ἀρχὰς τῆς γνώσεως λήψεται. ταῦτα δὲ αἰσθητά, ὥστε καὶ ὁ λόγος τῷ φυσικῷ ἐντεῦθεν ἀρξάμενος, τὴν οἰκείαν θεωρίαν καὶ ἐπιστήμην ἐνύλως ἐνεργῶν καὶ μετὰ τῆς ὕλης τὴν περὶ τῶν εἰδῶν ποιούμενος διανόησιν καὶ ταῖς λογικαῖς μεθόδοις παρὰ τὰ ἔνυλα χρώμενος, ὡς εἶναι αὐτῷ τὰς ἐπιβολὰς περὶ τὰ ἔνυλα καὶ αἰσθητὰ πρώτιστα, οἷς ἐπιφέρειν τὸ καθόλου οὕτως ἔχειν τὴν οἰκείαν τέχνην ἢ ἐπιστήμην συνίστησιν.2 ἐκ γὰρ τοῦδε τοῦ ἀνθρώπου ἀρχόμενος καὶ ἕκαστον οὕτως ἔχειν ὑπολαμβάνων τὸ ἐπὶ πάντων κοινῶς θεωρούμενον καθόλου τε ἀπεργάζεται καὶ τεχνικὸν ἀποτελεῖ τὸ αἰσθητὸν καὶ ἐπιστημονικόν, οἰκειουμένου τοῦ λόγου θεωρητικῶς, ἃ αὐτῷ ἐμπειρικῶς ἐκ τῆς αἰσθήσεως ὑποβέβληται. ἐπὶ μὲν οὖν τῆς φυσικῆς οὕτως· ἐπὶ δὲ τῆς σοφίας πῶς εἴπωμεν, οὐκ ὄντων αἰσθητῶν τῶν ὑποκειμένων αὐτῇ ἀλλὰ θείων καὶ ἀύλων καὶ ὑπὲρ αἴσθησιν; ἢ καὶ ἐπὶ ταύτης τὰ πρὸς ἡμᾶς πρῶτα ἀρχαὶ τῆς καταλήψεως γίνονται, οὐχὶ τὰ φύσει ὑπάρχοντα πρότερον. τὰ μὲν γὰρ φύσει πρότερον ἐν τοῖς θείοις ἢ τὸ παράγον τοῦ παραγομένου ἐστὶν ἢ τὸ τελεσιουργὸν τοῦ τελεσιουργουμένου ἢ τὸ φρουρητικὸν τοῦ φρουρουμένου ἢ τὸ καθαρτικὸν τοῦ καθαιρουμένου ἢ τὸ φωτιστικὸν τοῦ φωτιζομένου καὶ ἁπλῶς τὸ ὑπερέχον τοῦ ὑπερεχομένου. ἀλλ’ ἡμῖν οὐκ ἔστιν εὐθὺς ἐξ ἀρχῆς κατειληφέναι τὰ πρότερον, κἀκ τῆς πρὸς ἐκεῖνα ἐπιβολῆς τοὺς περὶ τῶν δευτέρων λόγους ἀποδιδόναι, ἀλλὰ δῆλα πρώτως ἡμῖν τὰ ἐσχάτως ἐκεῖθεν ἀποτελούμενα. ταῦτα δὲ τὰ ἐν σώμασι θεωρούμενα, ἅ ἐστιν αἰσθητὰ καὶ καθ’ ἕκαστα, οἷς ἐπιβάλλοντες καὶ τὴν τούτων ποικιλίαν καὶ σύστασιν καὶ συνοχὴν καὶ διεξαγωγὴν ἐκπληττόμενοι ἀεὶ πρὸς τὸ προσεχὲς διὰ τῆς λογικῆς καὶ νοερᾶς θεωρίας ἀνατρέχομεν αἴτιον, ἔστ’ ἂν διὰ τῶν μέσων διακόσμων εἰς τὴν πρώτην καὶ μίαν ἀρχὴν καταντήσωμεν. ὡς εἶναι κἀνταῦθα τὴν ἀρχὴν τῆς γνώσεως ἐκ τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ἐξ ἐμπειρίας ἀπαρχομένων. τὸ δὲ καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσι τοιαύτην ἔχει ἔννοιαν, ὡς οἱ νέοι περὶ τῶν φυσικῶν καὶ τῶν θείων ἀκούοντες, ἐπεὶ μήπω τῆς προσηκούσης αὐτοῖς ἐμπειρίας ἀπήλαυσαν, χρόνου δεόμενοι πλείονος καὶ τριβῆς, λέγειν μὲν καὶ διὰ στόματος προφέρειν ἃ ἐν ταῖς οἰκείαις ἀκοαῖς περὶ αὐτῶν ὑπεδέξαντο δύνανται, κατάληψιν δὲ ἔχειν ἀδυνατοῦσιν ἐν πράγμασιν. ἐπὶ δὲ τῶν μαθηματικῶν οὐ μόνον λόγους προφέρουσιν ἀλλὰ καὶ τὸ τί ἐστιν οἴδασι διὰ τὸ μὴ πολλοῦ δεῖσθαι χρόνου πρὸς τῷ καὶ τοὺς ὅρους αὐτῶν ἐπίστασθαι.3 τὸ γὰρ οὐ πιστεύουσι τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν πίστει καὶ πληροφορίᾳ τῶν πραγμάτων καθίστανται. νέους δὲ ὀνομάζει ἐνταῦθα τοὺς παῖδας, ἐπεὶ καὶ ἐξ ἀρχῆς περὶ παιδὸς τὴν ζήτησιν προὔθετο, διότι μαθηματικὸς μὲν παῖς γένοιτ’ ἄν, σοφὸς δὲ ἢ φυσικὸς οὔ, παῖδα ὀνομάζων ἴσως τὸν ἐγγὺς τῆς ἥβης ἢ τὸν ἤδη ἡβάσκοντα ἢ καὶ μετὰ τὴν ἥβην μικρόν.
因为一个渴望报复的人完全可能在血气方面保持平静,而不屈从于这种激情。但如果定义要能够换位并达到完满,就必须这样来定义愤怒:“因报复的欲望而产生的围绕心脏的血液的沸腾”。〈因为“围绕心脏的血液的沸腾”是从质料中抽取的,而“因报复的欲望”则是〉从形式中抽取的。因为心脏中的血液既是反自然的炽热疾病即发烧的承载基体,也是愤怒这种属于欲望性的、天然存在于动物身上的激情的承载基体。正是由于上述这些理由,实体性的形式,无论完满与否,既从来不是来自抽象,也不被称为来自抽象。 说这些是为了让人认识到:对于数学知识而言基体是来自抽象的,但对于自然科学和第一哲学——它也被特别地称为智慧——则不然。但是,对于智慧和自然科学而言,原理究竟如何来自经验,仍有待了解。我认为,这里的“经验”并不是按照通常的含义被把握以表示盲目的实践,而是用来代替通过直接注视而获得的切实的知识。因为正是这种知识与前述关于来自抽象之物的数学知识相对立。因此,为了从这里开始,凡希望按照自然形式的知识进行现实活动的人,都希望在自然所生成的事物上展现其用心。而这些事物就是具质料的和个别的事物。因为自然并不生成一般的“人”,而是生成某个具体的人,马也是同样,每一个自然事物亦然;因此,凡主张不是按逻辑[抽象]地而是按自然学方式考察自然事物的人,都将从个别事物中获取认识的原理。这些是可感之物,因此自然科学家的理性探究也是从这里开始,在具质料的方式下使其固有的观照和科学活动运作起来,伴随着质料来对形式进行思考,并结合具质料之物来运用逻辑方法,从而使他的直接注视首先关涉于具质料的和可感的事物,向其归附普遍者具有此种性质,从而构成了其固有的技艺或科学。因为从这个特定的人出发,并设定每一个也是如此,他便产生了在所有人身上被共同观照的普遍者,并将可感之物造就为合乎技艺与科学的对象,因为理性在观照上把感觉经验性地提供给它的东西据为己有。 关于自然科学的情况固然如此;但是关于智慧我们又该怎么说呢,既然作为其承载基体的并不是可感之物,而是神的、非质料的、超越感觉的事物?抑或在智慧中,对我们而言最先者也成了领悟的原理,而不是在自然本性上先在者?因为在神圣事物中本性上先在者,要么是产生者相对于被产生者,要么是完善者相对于被完善者,要么是守护者相对于被守护者,要么是净化者相对于被净化者,要么是照亮者相对于被照亮者,简言之即优胜者相对于从属者。但是我们无法从一开始就直接把握在先者,并从对那些事物的注视出发给出关于居次者的说明;相反,最先向我们显明的是从那里最终产生出来的产物。而这些是在物体中被观照的事物,是可感的和个别的事物;我们对这些事物进行注视,并对其多样性、构造、凝聚和运行感到惊叹,通过逻辑的和理智的观照不断追溯到其直接的原因,直到通过中间的诸等级秩序达致最原初和单一的原理。因此在这里,认识的原理同样来自可感的和个别的事物,发端于经验。 至于“年轻人对这些并不确信,而只是在说”这句话,其含义如下:年轻人在听到关于自然和神圣事物时,由于尚未享受到适合于它们的经验,需要更多的时间和熟习,因而能够说出并用嘴表达他们在自己的耳朵里所听到的关于这些事物的言辞,却无法在实际事物中拥有领悟。但在数学事物上,他们不仅能说出言辞,而且由于不需要很多时间,加上通晓它们的定义,因而也知道“是什么”。因为“不确信”所表明的是:他们并未确立对事物的坚信和完全确定。他在这里把“少年”称为年轻人,因为他最初提出的探究就是关于少年的——即为什么少年可以成为数学家,却不能成为智者或自然科学家——他所称的“少年”,大概是指接近青春期的人,或是正值青春期的人,亦或是刚过青春期不久的人。
- 6.71ἀντὶ τῆς πραγματειώδους καὶ κατ’ ἐπιβολὴν γνώσεως
ἀντί 意为“代替”,表明通常指盲目实践或熟习(ἄλογος τριβή)的“经验”(ἐμπειρία)一词,在此处被借用来指代通过切近注视事物而获得的切实、系统的知识(πραγματειώδης καὶ κατ’ ἐπιβολὴν γνῶσις)。
- 6.71ὡς εἶναι αὐτῷ τὰς ἐπιβολὰς περὶ τὰ ἔνυλα καὶ αἰσθητὰ πρώτιστα, οἷς ἐπιφέρειν τὸ καθόλου οὕτως ἔχειν τὴν οἰκείαν τέχνην ἢ ἐπιστήμην συνίστησιν
此句为以 ὡς(相当于 ὥστε)引导不定式 εἶναι 的结果句构架。关系代词 οἷς 指代前行词 τὰ ἔνυλα καὶ αἰσθητά;不定式短语 ἐπιφέρειν τὸ καθόλου οὕτως ἔχειν(“向[它们]归附普遍者具有此种性质”)充当限定动词 συνίστησιν 的主语,其宾语为 τὴν οἰκείαν τέχνην ἢ ἐπιστήμην。
- 6.71πρὸς τῷ καὶ τοὺς ὅρους αὐτῶν ἐπίστασθαι
介词 πρός 搭配与格定冠词不定式(τῷ ... ἐπίστασθαι),表示递进或附加(“加上知晓其定义……”)。它与前面的原因短语 διὰ τὸ μὴ πολλοῦ δεῖσθαι χρόνου(“由于不需要很多时间”)并列,构成了年轻人能够在数学中把握“是什么”(τὸ τί ἐστι)的第二个根据。
