← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§346.5-347.28

通过抽象把握的数学对象与包含基体的自然学定义

欧斯特拉提奥斯论证了数学对象之所以能被抽象并在脱离基体的情况下被定义,是因为它们能在多样的基体中生成而非限定于单一属的基体;与此相对,自立的非质料实体与不可分离的自然质料形式则不依赖于抽象,因而自然科学的定义必须包含质料(基体)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.71#2

ἀφαιροῦνται δέ, ὅτι μὴ ἕν τι τῷ γένει ὑποκείμενον ἔχουσιν ἀλλ’ ἐν διαφόροις ὑποκειμένοις δύνανται γίνεσθαι. ἕκαστός τε γὰρ ἀριθμὸς ἐν διαφόροις ὑποκειμένοις ὑφίστασθαι δύναται, σώμασί τε καὶ ἀσωμάτοις, οἷον ὁ ι̅ ἀριθμὸς ὁ μετρῶν καὶ ἐν ι̅ σώμασι καὶ ἐν ι̅ ψυχαῖς δύναται ἐπιγίνεσθαι, καὶ τῶν ἀριθμῶν ἕκαστος ὡσαύτως, εἴπερ καὶ ἓν σῶμα δύναται εἶναι καὶ πολλὰ καὶ μία ψυχὴ καὶ πολλαὶ καὶ νοῦς καὶ νόες ὡσαύτως εἷς τε καὶ πολλοὶ καὶ ἁπλῶς τὸ πλῆθος οὐχ ὥρισται, ἀλλὰ καὶ ἐπ’ ἐλαττόνων δύναται καὶ πλειόνων λαμβάνεσθαι. καὶ τὰ σχήματα δὲ ὡσαύτως· οὐδὲ αὐτῶν γὰρ ἕκαστον ὡρισμένον ἔχει τῷ γένει τὸ ὑποκείμενον. ἥ τε γὰρ σφαῖρα οὐ μόνον ἐν τῷ τοῦ παντὸς ὑφισταμένῳ τεθεώρηται σώματι, ὡς μὴ ἐν ἄλλῳ τῳ δυναμένη ὑφίστασθαι, ἀλλὰ δύναται ταύτην καὶ ξύλον καὶ λίθος καὶ χρυσὸς καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος δέχεσθαι καὶ ὁ κύκλος οὐκ ἐν οὐρανῷ διαγράφεσθαι μόνον ἀλλὰ καὶ παντοίοις σώμασιν. ὁμοίως καὶ τὰ ἕτερα σχήματα, στερεά τε ὁμοῦ καὶ ἐπίπεδα. διὰ τοῦτο ὥσπερ ἀφ’ ἑνός τινος εἴδους σωματικοῦ τῶν σχημάτων ὁτιοῦν ἀφαιρούμενον ἐν ἑτέρῳ δύναται γίνεσθαι, οὕτω καὶ ἐκ πάντων ἀφαιρεθὲν κατ’ ἐπίνοιαν ἐν φαντασίᾳ τε ὡς ἐν ὑποκειμένῳ τινὶ γράφεται καὶ κατὰ τὴν διάνοιαν ἐξετάζεται καὶ μαθηματικὰ ταῦτα λέγεται, διότι κατὰ μάθησιν καὶ ἐπίνοιαν ἡ τούτων ἀφαίρεσις γίνεται, μὴ δυναμένων ἐνεργείᾳ χωρὶς ὑποκειμένου τινὸς ὑφίστασθαι. ὥστε καὶ ὁρίζονται ἅπαντα ὑποκειμένου χωρίς, μὴ συλλαμβανομένου τινὸς ἐν τοῖς λόγοις αὐτῶν. ἐν γὰρ τῷ λέγειν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν, οὐδὲν προσλαμβάνεται ὑποκείμενον, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ τὸ σχῆμα ὁρίζεται χωρὶς παντὸς ὑποκειμένου. οὕτω καὶ τὰ λοιπὰ σχήματα καὶ οἱ ἀριθμοὶ ὡσαύτως. ὅ τε γὰρ ἀριθμὸς ὁ μετρῶν σωρεία μονάδων λέγεται, τοῦ ὁρισμοῦ μηδὲν προσλαμβάνοντος ὑποκείμενον, καὶ ἕκαστος ἀριθμὸς ὁμοίως, οἷον ὁ ι̅ μονάδων δέκα σωρεία, καὶ οὕτως ἅπαντες, ὡς μόνον ἀριθμοὶ λαμβανόμενοι χωρὶς ὑποκειμένων λαμβάνονται καὶ παντοίοις ἀριθμητοῖς ἐφαρμόζεσθαι δύνανται, τὰ δὲ οὐσιώδη εἴδη οὐχ οὕτως ἔχουσιν, ἀλλ’ ἄυλα ὄντα καὶ αὐθυπόστατα οὐσίαι εἰσὶν ἄυλοι καὶ οὐδενὸς ὑποκειμένου εἰσὶ χωριζόμενα κατ’ ἐπίνοιαν, ὅτι μηδὲ ἔν τινι ὑποκειμένῳ ἑδράζονται ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσιν ἕδραι, ὡς οἵ τε καθαροὶ νόες καὶ αἱ λογικαὶ ψυχαί. καὶ αὗται γάρ, ὅταν μετὰ σωμάτων λαμβάνωνται, οὐκ ἐν σώμασιν ἑδράζονται, ἀλλὰ μᾶλλον ἐν ἑαυταῖς ἐκεῖνα ἑδράζουσι καὶ ἐκεῖναι αὐτὰ συνέχουσιν, ὡς καὶ ἐξ αὐτῶν χωριζόμενα1 ἀκίνητα εἶναι καὶ ἀνενέργητα, καὶ μηδὲν τὸν οἰκεῖον ὅρον δυνάμενα δέχεσθαι, ὃς αὐτοῖς ἥρμοττε, συνεζευγμένοις ἐκείναις οὐχ ὡς σώμασιν ἁπλῶς ἀλλ’ ὡς τοιοῖσδε σώμασιν, ἤτοι οἰκείως ἔχουσι ταῖς ψυχαῖς, αἷς συνεζευγμένα ἐτύγχανεν, ἢ ἔνυλα ὑπάρχοντα2 ἀτελῆ μέν εἰσιν ὡς ἐν εἴδεσιν, ἅτε ὑποκειμένων δεόμενα, οἷς ἐνιδρυνθήσονται, τελειοῦντα δ’ ὅμως τὰ ὑποκείμενα διὰ τὸ δράσεώς τινος αὐτοῖς ἀξιολόγου γίνεσθαι αἴτια, ἧς ἐστέρητο πρὸ τοῦ τὰ εἴδη αὐτὰ παραδέξασθαι. διὰ τοῦτο καὶ οὐσιώδη ἐστὶ καὶ φυσικά, ὡς τὴν φύσιν ἀρχὴν ἔχοντα, ἣ τά τε ὑποκείμενα τοῖς εἴδεσι προσήρμοσε καὶ τὰ εἴδη τοῖς ὑποκειμένοις οἰκεῖα εἰργάσατο. ταῦτα δέ εἰσιν αἱ ἄλογοι ζωαὶ καὶ αἱ φυσικαί, καὶ εἴ τι ταύταις ἀνάλογον ἕτερον, ἀλλὰ καὶ ἡ φύσις οὕτως ἔχει αὐτή, εἶδος ἔνυλον οὖσα καὶ αὐτὴ καὶ τοῦ ὑποκειμένου ἀχώριστον καὶ μετὰ τῆς ὕλης ὁριζομένη. διὰ τοῦτο οὔτε αὐτοτελῆ εἰσι καὶ αὐθέδραστα καὶ μὴ ὑποκειμένου τινὸς πρὸς τὸ ἑδρασθῆναι δεόμενα, ἵν’ ἐξ ἐκείνου ἀφαιρεθήσονται κατ’ ἐπίνοιαν.3 ταῦτα δ’ ὅτι ἐν ὑποκειμένῳ θεωρούμενα τοῦ ὑποκειμένου εἰσὶν ἀχώριστα καὶ συνηρτημένως τῷ ὑποκειμένῳ τὸν ὁρισμὸν ἐπιδέχονται. ζῷον γὰρ ἄλογον χρεμετιστικὸν ὁ ἵππος ὢν καὶ τὸ ὑποκείμενον ἐν τῷ λόγῳ ἔχει συλλαμβανόμενον, καὶ ὁ ἄνθρωπος κατὰ τὸ συναμφότερον λαμβανόμενος, καθὰ δὴ καὶ φυσικῶς ὁρίζεται, καὶ τὸ ὑποκείμενον ἔχει κατὰ τὴν ἀπόδοσιν συναιρούμενον· ζῷον γὰρ λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστι. καὶ τό τε ζῷον ὑπὸ τὸ σῶμα τὸ ἔμψυχον, ὃ ὡς ὕλη τῇ ψυχῇ ὑποτίθεται, τό τε θνητὸν τῆς τοῦ σώματος φύσεως. καὶ οἱ φυσικοὶ πάντες ὁρισμοὶ συνῃρημένα τὰ ὑποκείμενα τοῖς εἴδεσιν ἔχουσι φυσικῶς ἀποδιδόμενοι, ὡς τῶν ὑποκειμένων χωρίς, ἀτελεῖς εἶναι λαμβανομένους αὐτούς, ὥσπερ ὁ λέγων ὅρος, τὸν θυμὸν ὄρεξιν εἶναι ἀντιλυπήσεως, καὶ μέχρι τούτου ἱστάμενος ἀτελής ἐστιν, ὅτι μὴ συμπεριλαμβάνει τὸ ὑποκείμενον. καὶ δῆλον ὅτι οὐδ’ ἀντιστρέφει, ὅπερ ἀναγκαίως τῷ ὁρισμῷ ἐποφείλεται.

它们之所以被抽象出来,是因为它们在属上并非拥有某一个单独的承载基体,而是能够在不同的基体中生成。因为每一个数都能够在不同的基体中成立,无论是在物体中还是在非物体中;例如作为度量者的数目10,既能够在10个物体中生成,也能够在10个灵魂中生成,每一个数同样如此,既然确实可以有一个物体和多个物体,一个灵魂和多个灵魂,同样也可以有一个智性和多个智性,并且一般而言多数性是不受限定的,而是既可在较少者之上也可在较多者之上被把握。图形也是同样;因为它们中的每一个在属上也都没有受到限定的基体。因为球体不仅在整个宇宙的实存物体中被观照(仿佛无法在任何其他事物中实存),而且木头、石头、黄金、白银、青铜和铁也都能够接受它,并且圆也不仅在天空上被画出,而且也在各种各样的物体上被画出。立体与平面诸图形中的其余图形同样如此。因此,正如任何图形从某一种物体性的种中被抽象出来后能够在另一种中生成一样,同样在概念上从一切事物中被抽象出来之后,它在表象中作为在某种基体中那样被描画出来,并由理智思考加以考察,这些之所以被称为数学对象,是因为它们的抽象是通过学习和概念思维而发生的,尽管它们无法脱离某种基体而在现实活动中实存。因此,它们也全都是在脱离基体的情况下被定义的,没有任何基体被一同包含在其定义说明中。因为在说“圆是由一条线所包围的平面图形,从位于图形内部的一点向其引出的所有直线都彼此相等”时,并未附带包含任何基体,而是图形本身在脱离一切基体的情况下就其自身被定义。其余的图形如此,数也是同样。因为作为度量者的数被称为“单位的聚集”,其定义不附带包含任何基体;每一个数同样如此,例如10是“十个单位的聚集”,一切数都是如此,当仅作为数被把握时,乃是脱离基体被把握的,并能适用于各种各样被计数的事物。但实体性的形式却并非如此,相反,它们由于是非质料的且自立的,因而属于非质料的实体,在概念上并不脱离任何基体,因为它们甚至不座落于任何基体之中,而是自身即为自身的基座,正如纯粹的诸智性和理性灵魂那样。因为即便是这些,当它们伴随物体被把握时,也并不是座落于物体之中,倒不如说是它们将那些[物体]安座于自身之中,且由它们维系着物体,以至于物体脱离了它们便成为不动且无现实活动的,丝毫不能接受那曾经适合于它们的固有定义;它们与那些[灵魂]相结合,并非仅仅作为一般的物体,而是作为如此这般的物体,即与碰巧与之结合的灵魂具有相适应的倾向。或者,[如果形式]作为具质料者,它们作为形式是不完满的,因为它们需要其赖以安立的基体,然而它们却使基体达致完满,因为它们成为基体某种值得称道的作用的原因,而在接受这些形式本身之前基体是缺乏这种作用的。因此,作为以自然为原理者,它们既是实体性的也是自然性的;正是这一自然使基体适合于形式,并使形式适应于基体。这些就是非理性的生命和自然的生命,以及任何与此类似的事物;但自然本身也是如此,它自身作为具质料的形式,与基体不可分离,并与质料一同被定义。因此,它们既非自足自立、不需要任何基体来安立(以至于能在概念上从基体中被抽象出来);相反,这些事物由于是在基体中被观照的,因而与基体不可分离,并在与基体相联系中接受定义。因为马作为“非理性的能嘶鸣的动物”,在其定义说明中包含有基体;而作为复合体被把握的人——正如他实际上在自然学上被定义的那样——在定义的给出中也一同包含了基体;因为他是“理性的、必死的、能够接受智性与知识的动物”。而“动物”属于有灵魂的物体,该物体作为质料被置于灵魂之下,而“必死”则属于物体的自然本性。所有的自然学定义在自然学地被给出时,都把基体与形式结合在一起来包含,以至于脱离了基体,它们被把握时便是不完满的,正如同那说“愤怒是报复的欲望”的定义,仅停留在这一点上的定义便是不完满的,因为它没有将基体一同包含在内。显然它甚至不能换位,而换位是定义所必然要求的。

语法注3 条
  1. 6.71ἐξ αὐτῶν χωριζόμενα

    分词 χωριζόμενα 的逻辑主语是中性复数名词 σώματα(指代前文的 ἐκεῖνα / αὐτά),而介词短语 ἐξ αὐτῶν 中的代词 αὐτῶν 则指代阴性复数的灵魂(αἱ λογικαὶ ψυχαί / ἐκεῖναι)。此处表述的是物体在脱离了维系它们的灵魂时便变得静止且缺乏现实活动。

  2. 6.71ἢ ἔνυλα ὑπάρχοντα

    连词 ἢ 引入了与前文自立的非质料形式(ἄυλα ὄντα καὶ αὐθυπόστατα)相对照的第二种情况,即“或者[形式]属于具质料者”。中性复数分词 ὑπάρχοντα 与泛指的形式(εἴδη)一致,并引领后面的主干结构 ἀτελῆ μέν εἰσιν ὡς ἐν εἴδεσιν(“作为形式是不完满的”)。

  3. 6.71ἵν’ ἐξ ἐκείνου ἀφαιρεθήσονται κατ’ ἐπίνοιαν

    目的从句 ἵνα 搭配了将来时陈述语气动词(ἀφαιρεθήσονται),这是后古典希腊语中用将来时代替连接语气的常见用法。该从句表示目的(“以便在概念上从基体中被抽象出来”),依附于前文带有否定的分词短语(οὔτε αὐτοτελῆ εἰσι ... καὶ μὴ ... δεόμενα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:346.5-347.28