- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:344.16-346.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
优斯特拉修注解了亚里士多德在1142a16中提出的论题,即为何少年能成为数学家却不能成为智者或自然哲学家;他阐明数学是通过从质料基体中抽象并由表象和思考来把握的,而自然哲学与神学(第一哲学)的原理则依赖经验,并详细剖析了数学各分支对象的特征以及抽象的运作机制。
" Ἐπεὶ καὶ τοῦτ’ ἄν τις σκέψαιτο, διὰ τί μαθηματικὸς μὲν παῖς γένοιτ’ ἄν, σοφὸς δὲ ἢ φυσικὸς οὔ. ἢ ὅτι μὲν δι’ ἀφαιρέσεώς ἐστι, τῶν δ’ αἱ ἀρχαὶ ἐξ ἐμπειρίας· καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσι, τῶν δὲ τὸ τί ἐστιν οὐκ ἄδηλον." Περὶ φρονήσεως λέγων καὶ ἀπαγορεύων τοῦ νέου αὐτὴν1 ὡς δεομένην χρόνου μακροῦ καὶ τῆς τῶν πραγμάτων πολυπειρίας, ὧν ὁ νέος οὔπω ἀπήλαυσε καὶ ὅτι τῷ νέῳ πρὸς μὲν τὸ μαθηματικῷ εἶναι ὁ χρόνος τῆς ζωῆς ἐξαρκεῖ, πρὸς δὲ φρόνησιν οὔ, διὰ τὸ πλείονος δεῖν χρόνου πρὸς τὴν κτῆσιν αὐτῆς, ἐπιφέρει καὶ ἕτερον τούτῳ ὅμοιον, καὶ φησι καὶ αὐτὸ εἶναι σκέψεως ἄξιον, ἵνα καὶ αὐτοῦ τὴν αἰτίαν τις ἀποδῷ. τοῦτο δέ ἐστι τὸ μαθηματικὸν μὲν παῖδα ἐνδέχεσθαι γενέσθαι, σοφὸν δὲ ἢ φυσικὸν οὔ. καὶ ἀποδίδωσι τούτου δύο αἰτίας· μίαν μέν, ὅτι τὰ μαθηματικὰ δι’ ἀφαιρέσεως καταλαμβάνονται, τῆς δὲ σοφίας καὶ τῆς φυσικῆς ἐξ ἐμπειρίας αἱ ἀρχαί. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι τὰ μὲν μαθηματικὰ φανταστικὰ καὶ διανοητὰ καὶ ἐν φαντασίᾳ καὶ διανοίᾳ ἔχει τὴν σύστασιν, ἐν μὲν τῇ φαντασίᾳ τυπούμενα, ὑπὸ δὲ τῆς διανοίας ἐξεταζόμενα· τὰ δὲ τοιαῦτα ἐξ ἀφαιρέσεως λαμβάνομεν, ἤτοι ἐκσπῶντες αὐτὰ καὶ ἀφαιροῦντες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ὑφεστήκασι καὶ τυποῦντες αὐτὰ ἐν τῇ φαντασίᾳ ἀύλως καὶ ἀσωμάτως δεχομένη ταῦτα ἀπὸ τῆς αἰσθήσεως, ἢ ἀμέσως ὡς αἰσθητοῖς οὖσι καὶ ἐν ὑποκειμένῳ αὐτοῖς ἐπιβάλλουσα, παραπέμπει τῇ φαντασίᾳ2 τοὺς τύπους αὐτῆς, ἡ δ’ ἐν ἑαυτῇ τούτους δεχομένη καὶ συντηροῦσα ὥσπερ τις πίναξ ὑποτίθησι τῇ διανοίᾳ αὐτούς, ἡ δ’ ὡς ὄμμα τῆς ψυχῆς αὐτοῖς ἐπιβάλλουσα ἐξετάζει περὶ αὐτῶν καὶ τῶν ἑπομένων αὐτοῖς καὶ εὑρίσκει ταῦτα καὶ τοὺς λόγους αὐτῶν ἀποδίδωσι. τοῦτο δὲ γίνεται ἐπὶ τῶν ἀριθμῶν καὶ μεγεθῶν, ἃ ὑποκείμενα ταῖς μαθηματικαῖς ἐπιστήμαις εἰσίν. ἥ τε γὰρ γεωμετρικὴ καὶ ἡ ἀστρονομικὴ περὶ μεγέθη ἔχει καὶ τὰ ἐν τούτοις σχήματα ἐπίπεδά τε καὶ στερεά (ἐπίπεδα μὲν τρίγωνα καὶ τετράγωνα καὶ κύκλους καὶ τὰ τοιαῦτα, στερεὰ δὲ σφαίρας κυλίνδρους κύβους κώνους τὰ ὅμοια), ἥ τε ἀστρονομία ὡσαύτως περὶ μεγέθη καὶ αὐτή· ἀλλ’ ἐκείνη μὲν περὶ ἀκίνητα μεγέθη, ἡ δὲ ἀστρονομία περὶ κινούμενα. ὅσα γὰρ σχήματα περὶ οὐρανὸν καὶ τὰ οὐράνια ἡ ἀστρονομία σκοπεῖ, ὡς μετὰ κινήσεως θεωρούμενα ἐξετάζει αὐτά. ὡς δὲ καὶ ἀριθμητικὴ περὶ ἀριθμοὺς καταγινομένη3 καὶ τὸ διωρισμένον ποσόν, ὡς καθ’ ἑαυτοὺς θεωρουμένους ἐξετάζει αὐτούς. ἡ δέ γε μουσικὴ περὶ ἀριθμοὺς μὲν καὶ αὐτή, ἀλλ’ ὡς ἐν σχέσει ὄντας τούτους λαμβάνει. ἐπ’ ὄγδοον γὰρ λόγον ἀριθμοῦ πρὸς ἀριθμὸν καὶ ἐπίτριτον καὶ ἡμιόλιον καὶ διπλάσιον καὶ τοιαῦτα ἕτερα ἔχει τὰ ἐξεταζόμενα παρ’ αὐτῆς, ὧν οὐδὲν μὲν ὑφέστηκεν ἄνευ ὑποκειμένου. χρῶνται δὲ αὐτοῖς αἱ ἐπιστῆμαι ἀφαιρούμεναι τὰ εἴδη ἀπὸ τῶν ὑποκειμένων αὐτοῖς, καὶ αὐτὰ καθ’ αὑτὰ ἐπινοητικῶς ἐξετάζουσαι καὶ τὰ ἑπόμενα αὐταῖς ἀνευρίσκουσαι. διὰ ταῦτ’ οὖν παῖς μαθηματικὸς μὲν γίνεται, ἀφαιρεῖν τὰ τῶν μεγεθῶν καὶ τῶν σχημάτων εἴδη ἀπὸ τῶν ὑποκειμένων δυνάμενος καὶ περὶ αὐτῶν τῶν ἑπομένων αὐτοῖς θεωρεῖν. σοφὸς δὲ ἢ φυσικὸς οὔ, διὰ τὸ ταύτας τὰς ἕξεις τὰς ἀρχὰς λαμβάνειν ἐξ ἐμπειρίας. πῶς δὲ τοῦτό ἐστι καὶ πῶς ὁ σοφὸς καὶ ὁ φυσικὸς ἐξ ἐμπειρίας λαμβάνουσι τὰς ἀρχάς, οὐκ ἄδηλον οἶμαι καὶ τοῖς τυχοῦσι. σοφὸν δὲ ἐνταῦθα τὸν θεολόγον φησί, τὸν περὶ τὰ θεῖα καὶ ἄυλα εἴδη καὶ αὐθυπόστατα τὴν σπουδὴν καὶ ζήτησιν ἔχοντα, φυσικὸν δὲ τὸν περὶ τὰ ἔνυλα καὶ ὧν ἡ ὕπαρξις οὐκ ἄνευ τῆς κατὰ τόπον κινήσεως ἢ ἐν διηνεκεῖ θεωρουμένων φορᾷ κατὰ μόρια· εἰ καὶ κατὰ τὰς ὁλότητας τοὺς τόπους οὐκ ἐξαλλάττουσιν, ἢ πῇ μὲν ἠρεμούντων πῇ δὲ κινουμένων καὶ κατ’ αὐτὰς τὰς ὁλότητας, καὶ διὰ τοῦτο λεγομένων φυσικῶν ἁπάντων, ὡς ἀρχὴν ἐχόντων ἠρεμίας τε καὶ κινήσεως, ἥτις ἡ φύσις ἐστί. πρῶτον τοίνυν εἴπωμεν διὰ τί καὶ πῶς δὴ ἡ μὲν μαθηματικὴ θεωρία περὶ τὰ ἐξ ἀφαιρέσεως καταγίνεται καὶ πόθεν ἀφαιροῦνται τὰ ἀφαιρούμενα· οὔτε δὲ τὰ τῇ φυσικῇ ὑποκείμενα ἐξ ἀφαιρέσεώς ἐστι. τούτων γὰρ ἐξετασθέντων καλῶς, ἴσως ἡμῖν φῶς ὑπαναφθήσεται πρὸς τὸ θεωρῆσαι ὀρθῶς τὰ ὑπ’ Ἀριστοτέλους λεγόμενα. ἐξ ἀφαιρέσεως μὲν οὖν τὰ μαθηματικὰ λέγονται, ἀριθμοὶ ὄντα καὶ μεγέθη ἤτοι σχήματα μεγεθῶν, ὅτι ποσὰ μέν εἰσι καὶ ποιά, καὶ ἐν ὑποκειμέναις οὐσίαις τὴν ὑπόστασιν ἔχουσι, χωρὶς τῶν ὑποκειμένων κατ’ ἐνέργειαν ὑφίστασθαι μὴ δυνάμενα, ἀφαιροῦνται δὲ κατ’ ἐπίνοιαν ἐκ τῶν ὑποκειμένων ἐν οἷς ὑφεστήκασι καὶ ὡς ἐν φαντασίᾳ ὑφεστηκότα περὶ τῆς διανοίας τὴν ἐξέτασιν δέχονται παρὰ τῶν ἑπομένων αὐτοῖς.
“因为人们也可以思考这一点:为什么少年可以成为数学家,却不能成为智者或自然哲学家。或者是因为前者是通过抽象而来的,而后者的原理来自经验;并且对于一者青年人并非真正相信而只是在口头上言说,对于另一者其‘是什么’则并非不清晰?” 在论及明智并将其从青年人身上排除时——因为明智需要漫长的时间和对事务的丰富经验,而青年人尚未享有这些;又因为对于青年人而言生命的岁月足以成为数学家,对于明智却不够,因为获得明智需要更多的时间——他又提出了一个与之相似的论点,并说这也值得思考,以便有人能为此提出原因。这就是:少年有可能成为数学家,却不可能成为智者或自然哲学家。为此他给出了两个原因:其一,数学之事是通过抽象被把握的,而智慧和自然科学的原理则源于经验。所说之意如下:数学之事属于表象和理智思考,且在表象与思考中具有其成立的基盘,在表象中被塑形,由思考加以考察;而我们乃是通过抽象把握这类事物的,即或是将它们从其所赖以成立的承载基体中抽离出来并抽象出来,在表象中非质料且无形体地塑造它们,从感觉中接收这些,或是[感觉]直接作用于作为可感觉且在基体中的它们,将其印模传递给表象,表象则在自身中接收并保存这些印模,如同一块图版般呈递给理智思考,而思考如同灵魂之眼作用于它们,考察它们自身以及伴随它们的事物,发现它们并给出其本质定义。这种情况发生在数与大小之上,它们是数学诸科学的承载基体。因为几何学和天文学关乎大小以及其中的平面与立体图形(平面图形如三角形、正方形、圆等,立体图形如球体、圆柱体、立方体、圆锥体等);天文学自身同样也关乎大小,但前者关乎不动的大小,天文学则关乎运动的大小。因为凡是天文学关于天体和天界事物所考察的图形,它都是将其作为伴随运动而被观照之物加以考察的。同样地,算术虽然关乎数和离散的量,却是把它们作为就其自身被观照之物来考察的。而音乐学虽然自身也关乎数,却是将它们作为处于关系之中的东西来把握的。因为八分之九比、三分之四比、二分之三比、倍比等诸如此类的数与数的比例,乃是由它所考察的对象,其中没有任何一种能脱离基体而成立。诸科学正是通过将形式从其基体中抽象出来,在观念上就其自身考察它们并发现伴随它们的属性,来运用它们的。因此,少年能成为数学家,是因为他能够将大小和图形的形式从基体中抽象出来,并就它们自身及伴随它们的属性进行理论观照。但他不能成为智者或自然哲学家,因为这些品质是从经验中获得原理的。而这究竟是如何的,智者和自然哲学家又是如何从经验中获得原理的,我认为即便是对于普通人也并非不清楚。在此他将智者称为神学者,即对于神圣的、非质料的、自立的形式抱有专注与探究之人;而将自然哲学家称为关乎质料性事物之人,这些事物的存在并非没有位置移动,或者就其部分而言处于连续的位移观照之中——即便它们作为整体并不改变位置——或者作为整体在某一方面静止而在另一方面运动,并且由于拥有静止和运动的原理(这便是自然),所有这些都被称为自然事物。因此,首先让我们阐述为什么以及究竟怎样数学理论关乎经由抽象之物,被抽象之物是从何处被抽象出来的,以及为什么属于自然科学的基体并不出于抽象。因为当这些被很好地考察之后,我们或许就能微泛光芒以正确地观照亚里士多德所言之事。数学之物被称为出于抽象——它们作为数和大小即大小的图形——是因为它们是量和质,在作为基体的实体中具有其实存,无法在现实中脱离基体而实存,而是通过概念从其赖以成立的基体中被抽象出来,并在作为于表象中成立之物时,接受理智思考从伴随它们的属性方面所作的考察。
- 6.71ἀπαγορεύων τοῦ νέου αὐτὴν
动词 ἀπαγορεύω 支配人的属格和事物的宾格,意为“从……排除、剥夺或否定某物”。此处表示从 τοῦ νέου(青年人)身上排除 αὐτήν(明智)。
- 6.71δεχομένη ταῦτα ἀπὸ τῆς αἰσθήσεως, ἢ ἀμέσως ὡς αἰσθητοῖς οὖσι καὶ ἐν ὑποκειμένῳ αὐτοῖς ἐπιβάλλουσα, παραπέμπει τῇ φαντασίᾳ
主句前半部分以第一人称复数开始(τὰ δὲ τοιαῦτα ἐξ ἀφαιρέσεως λαμβάνομεν, ἤτοι ἐκσπῶντες... καὶ τυποῦντες...),但在后面的选择从句中句式发生了转折(破格语法),变为阴性单数的分词与限定动词(δεχομένη ... ἐπιβάλλουσα ... παραπέμπει),其意义上的逻辑主语为前文提及的 αἴσθησις(“感觉”),用以描述感觉直接作用于基体并将印模传递给表象(φαντασία)的过程。
- 6.71ὡς δὲ καὶ ἀριθμητικὴ περὶ ἀριθμοὺς καταγινομένη
与前句关于天文学的表述(ὅσα γὰρ σχήματα... ὡς μετὰ κινήσεως θεωρούμενα ἐξετάζει αὐτά)相呼应,句首的 ὡς 起到连接词作用以引出平行的算术情况,其主句主要动词位于后半句的 ὡς καθ’ ἑαυτοὺς θεωρουμένους ἐξετάζει αὐτούς 中。
