- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:343.7-344.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯探讨了青年人虽能成为数学家却不能成为明智之人这一证据,解释了不同于普遍且概念性的数学,明智必然需要通过人类共同体和长久岁月所积累的个别事务经验。
" Σημεῖον δ’ ἐστὶ τοῦ εἰρημένου καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δ’ οὐ δοκεῖ γίνεσθαι." Πιστοῦται τὸ λεγόμενον καὶ ἀπὸ σημείου, μαρτύριον ποιούμενος τὴν ἐνέργειαν. ὅτι γάρ φησιν ἀληθές, ὃ λέγομεν, ὅτι οὐκ ἔστι φρόνιμον γενέσθαι τινὰ τὸ ἑαυτοῦ ἀγαθὸν σκοποῦντα καὶ τοῦτο εὑρίσκοντα, εἰ μὴ ἀνθρώποις ἔμφροσι συναναστραφῇ καὶ κοινωνὸς αὐτοῖς γένηται πράξεων καὶ ἐμπειρίαν σχοίη τῶν ἀνθρωπίνων, δῆλον καὶ ἀπὸ τούτου, ὅτι τοὺς νέους τῶν ἀνθρώπων φρονίμους εἶναι οὐ δυνατόν, ἐπειδὴ μὴ χρόνος αὐτοῖς ἱκανὸς δεδαψίλευται πρὸς τὸ πεῖραν εἰληφέναι τῶν καθ’ ἕκαστα πράξεων, αἳ ἐν τῇ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίᾳ καὶ συναναστροφῇ ἐνεργεῖσθαι πεφύκασιν. ἵνα δὲ μή τις τῷ χρόνῳ μόνῳ τὴν αἰτίαν ἐπιγράψηται τοῦ μὴ εἶναι φρονίμους νέους, οὐχὶ δὲ καὶ τῇ ἀπειρίᾳ τῶν πραγμάτων, ὡς μήπω πεφυκότων τῶν νέων φρονεῖν διὰ τὴν ἡλικίαν, τὴν κατὰ τὰς ἐπιστήμας προφέρει ἐνέργειαν, ὅτι γεωμέτρας καὶ ἁπλῶς μαθηματικοὺς νέους εἶναι ἐνδέχεται, ἐντρέχειαν ἐχούσης τῆς φύσεως κἂν τῇ τῆς ἡλικίας νεότητι, ὡς καὶ δυσχερῆ κατορθοῦν αὐτοὺς θεωρίαν τὴν ἐν μαθήμασι, καὶ εἶναι δῆλον, ὡς τὸ τῆς ἡλικίας ὀλιγοχρόνιον αὐτὸ καθ’ αὑτὸ οὐκ ἔστι τῇ ψυχικῇ ἐντρεχείᾳ ἐμπόδιον, ἀλλ’ ὅτι ἡ φρόνησις ἐκ πείρας πολλῆς τῶν καθ’ ἕκαστα καὶ αἰσθήσει ὑποκειμένων ἡμῖν περιγίνεται ἐνεργοῦσι πολλὰ καὶ πάσχουσιν ἐν οἷς τὰ καθ’ ἕκαστα μεταχειριζόμεθα, καὶ οὕτως ἐκ τοῦ ὁρᾶν πολλὰ καὶ ἀκούειν πραττόμενα καὶ λεγόμενα καὶ ἁπλῶς ἐνεργούμενα καὶ λύπας φέρειν καὶ ἀτυχίας ἀκολουθούσας ἐν ταῖς τῶν πραγμάτων μεταχειρίσεσιν, εἰς ἕξιν ἥκομεν τοῦ φρονεῖν καὶ εὑρίσκειν τὰ ἑαυτοῖς ἀγαθά, καὶ ταῦθ’ αἱρεῖσθαι καὶ πορίζειν ἑαυτοῖς διὰ τρόπων ἁρμοδιωτάτων τοῖς πράγμασιν εὐμεταχειρίστως μετερχόμενοι αὐτά. ταῦτα δὲ οὐκ ἄλλως ἡμῖν περιέσται, εἰ μὴ διὰ χρόνου μακροῦ καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας καὶ συναναστροφῆς καὶ συμπράξεως, προσέχοντας1 ἀεί τινι πραχθέντι ἢ [τινὶ ἐνεργηθέντι ἢ] ἁπλῶς ἐνεργηθέντι, τί ἠκολούθησεν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ ἑτέροις, οὓς ὁρῶμεν πράττοντας ἢ λεγόντων ἀκούομεν.
“所说之事的证据还在于,青年人虽能成为几何学者和数学家,并在这些事上成为智者,却似乎不可能成为明智之人。” 他也从证据中证实了所论之事,将现实活动作为佐证。因为他说,我们所说的——若不与明智之人交往并成为其行动的共同参与者、不获取人类事务的经验,任何人都不可能成为明智者以审度并发现自身的善——是真实的,这一点从以下事实中也是显而易见的:人类的青年人不可能明智,因为他们尚未被丰裕地赋予足够的时间去取得个别行为的经验,而这些行为天然地是在人与人的相互共同体与交往中得以实施的。但是,为了避免有人将青年不明智的原因仅仅归咎于时间,而没有也归咎于对事务的不经验,就好像青年人因为年龄尚无天然的智虑能力一样,他提出了依据科学的活动:青年人有可能成为几何学者以及一般的数学家,因为其天性即使在年轻之时也具有机敏性,以至于他们甚至能顺利成就数学中艰难的理论思考;并且显而易见的是,年龄短暂本身对于灵魂的机敏性而言并不是阻碍,而是因为明智乃是源于对个别事物和感知对象的丰富经验而产生于我们之中的,只要我们在处理个别事物时付诸行动并承受诸多遭遇,并由此通过耳闻目睹诸多被实行、被言说和一般被施行的事,承受处理事务时伴随的痛苦与挫折,我们便进入了运用明智并发现自身之善的品质,并以最适合事务的途径简便地从事这些事务,从而选择并为自身筹措这些善。而若非通过漫长的时间以及与人的共同体、交往和协作,这些便不会属于我们,只要我们对于已经实行或一般已被施行的事,始终留意其不仅对我们自己、而且对我们所见其行事或所听其言说的他人带来了怎样的后果。
"Αἴτιον δ’ ὅτι καὶ τῶν καθ’ ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας." Αἴτιόν φησι τοῦ μαθηματικὸν μὲν γίνεσθαι νέον, φρόνιμον δὲ μή, τὸ τὰ μὲν μαθηματικὰ ἐπιστημονικὰ εἶναι, τὰ δὲ ἐπιστημονικὰ καθόλου καὶ ἐννοηματικά, τὰ δὲ τοιαῦτα ῥᾷον τῷ λόγῳ τῆς ψυχῆς προσγίνεσθαι καὶ μὴ δεῖσθαι χρόνου μακροῦ τὴν ψυχὴν εἰς τὴν τούτων περίληψιν. ἡ δὲ φρόνησις περὶ τὰ καθ’ ἕκαστα, ἃ γίνεται φρόνιμα ἐξ ἐμπειρίας,2 τουτέστιν ἃ φρονίμως καθ’ ἕκαστα ἀποτελεῖται, ἐκ τοῦ πεῖραν ἔχειν πολλὴν τὸν ἄνθρωπον τῶν καθ’ ἕκαστα πράξεων. διὰ τοῦτο νέος φρονίμως κατορθοῦν τὰ τοιαῦτα οὐ δύναται, μήπω ἐσχηκὼς ἐμπειρίαν, διὰ τὸ μήπω χρόνον ἀνῦσαι κατὰ τὸν βίον τοσοῦτον, δι’ ὅσου ἱκανὸν ἐν πείρᾳ γενέσθαι πολλῶν πραττομένων καθ’ ἕκαστα. πλῆθος γὰρ χρόνου ποιήσει, φησίν, ἐμπειρίαν. τὸ ποιήσει κατὰ τὸν μέλλοντα χρόνον εἴρηκεν, ὡσπερεὶ τὸν νέον πρὸς κτῆσιν τῆς φρονήσεως προτρεπόμενος, ὥστε σπουδάσαι αὐτὸν διὰ χρόνου πεῖράν τε πολλῶν πραγμάτων λαβεῖν καὶ ἀφικέσθαι εἰς ἕξιν φρονήσεως.
“原因还在于,明智也关乎个别事物,而这些事物是从经验中得知的。” 他说,青年人能成为数学家却不能成为明智之人的原因在于,数学之事是科学性的,而科学之事是普遍的、概念性的,这类事物更容易被灵魂的理性所领会,灵魂也不需要漫长的时间来把握它们。然而明智是关于个别事物的,它们从经验中成为明智的——也就是在个别事物上明智地得以成就,这是由于人对个别行为拥有丰富的经验。因此,青年人尚不能明智地成就此类事物,因为他们尚未拥有经验,未能在生活中度过足够的时间去获得对众多分别付诸实行的事务的经验。因为他说,“时间的积累将产生经验”。他以将来时态说“将产生”,就好像是在勉励青年人去获取明智,从而使他们努力在时光中取得对诸多事务的经验,并达到明智的品质。
- 6.69προσέχοντας
接在与格代词 ἡμῖν(“对我们”)之后的宾格分词。此处并未与前面的与格配合使用 προσέχουσιν,而是在隐含的不定式意义结构中,采取了代表一般人类行动主体的宾格形式。
- 6.70ἃ γίνεται φρόνιμα ἐξ ἐμπειρίας
不同于亚里士多德引文原文中的 ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας(“从经验中得知的”),注疏者在此读作 φρόνιμα(或基于某种异文)。紧随其后的解释 τουτέστιν ἃ φρονίμως καθ’ ἕκαστα ἀποτελεῖται(“即在个别事务上明智地得以成就之事”)表明,他是将其解读为通过明智而在实践中得以达成的客体。
