← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§341.31-343.6

追求自身之善与对家政及政治的依赖

厄斯特拉条斯注疏了亚里士多德批判性审视将仅追求自身之善者视为明智之俗见的文本(1142a7–8)。他探讨了为何即便是对私人善的认知与管理,也必然需要以家政或政治这种共同体关系为前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.67

" Ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται δεῖν πράττειν." Περὶ τῶν φρονίμων καὶ τοῦτό φησι πληθυντικῶς οὕτω λέγων, εἰ καὶ ἄνωθεν ἑνικῶς τὸν φρόνιμον ἔλαβε. τὸ γὰρ ἑαυτῷ ἀγαθὸν ζητεῖν καὶ οἴεσθαι δεῖν ἐκεῖνο πράττειν μηδὲν περιττὸν ἐπιτηδεύοντα μηδὲ πράγμασι πολλοῖς ἑαυτὸν ἐμβιβάζοντα φρονίμου εἴρηται ἴδιον, ὥστε κἂν πολλοὶ εἶεν οἱ τηροῦντες τοῦτο τὸ ἴδιον, φρόνιμοι ἂν εἶεν, οὐ μέντοι πολιτικοί, ἀλλ’ ἴσως πολῖται, ὡς καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας εἴρηται. καὶ ἠθικὴ αὕτη ὠνόμασται, καθ’ ἣν εἷς τις ὢν ἕκαστος ἑαυτὸν μόνον τηρήσει ἐν τῷ βελτίονι ἢ πειθόμενος τοῖς ἐμφρονεστέροις ἢ καὶ αὐτὸς παιδείας μεταλαβὼν καὶ ἀφ’ ἑαυτοῦ τοὺς λόγους τῶν πραγμάτων εἰδώς, οὐ μὴν ἱκανὸς ὢν πόλεως προΐστασθαι καὶ κοινῶν ἀντιποιεῖσθαι πραγμάτων ὥστε καὶ πολιτικὸς ὀνομάζεσθαι.

“因为他们追求自身的善,并认为应当付诸实行。” 关于明智之人他也以此方式用复数形式说了这番话,尽管在前面他是以单数形式看待明智者的。因为追求自身的善并认为应当付诸实行,既不操持任何多余之事,也不使自身卷入繁杂事务之中,这被称为明智者的固有特征;所以即使有许多人保持这种固有特征,他们也只是明智之人,但绝非政治家,而或许仅仅是公民,正如在本书的第一卷中所说的那样。而这种[明智]被称为“伦理的”,根据它,每个人作为单独的一人,要么顺从更具智虑的人,要么自身领受了教育并凭自身知晓事物的理据,从而仅仅使自己保持在更优良的状态,但并不足以主管城邦并主持公共事务以致也被称为政治家。

§6.68

"Ἐκ ταύτης οὖν τῆς δόξης ἐλήλυθε τὸ περὶ τούτους φρονίμους εἶναι· καίτοι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ ἄνευ οἰκονομίας οὐδ’ ἄνευ πολιτείας." Λέγει καὶ ἔτι πόθεν ἐλήλυθε τὸ φρονίμους ἐκείνους λέγεσθαι τοὺς ζητοῦντας τὸ ἑαυτοῖς ἀγαθὸν μόνον, ὅτι ἐκ τῆς εἰρημένης δόξης τῆς κοινῆς. οἱ γὰρ ἐξ ἀρχῆς τοῦτο δοξάσαντες παραπέμπουσι τὴν δόξαν τοῖς ἐφεξῆς, ᾧ δὲ ἐπιφέρει, δόξειεν ἂν ἐμφαίνειν ἑαυτὸν μὴ ἀρεσκόμενον ταύτῃ τῇ δόξῃ.1 τῷ γὰρ λέγειν ὅτι ἴσως οὐκ ἔστι τὸ αὑτοῦ ἄνευ οἰκονομίας οὐδὲ ἄνευ πολιτείας φανερός ἐστι παραπέμπων τὸν σκοποῦντα τὸ ἑαυτοῦ μόνον ἀγαθὸν τῷ οἰκονομικῷ καὶ πολιτικῷ, ὡς μὴ δυνάμενον ἀφ’ ἑαυτοῦ τὸ εἰδέναι, ἀλλὰ δεόμενον ἐκείνων τινός, ἵνα ἐξ ἐκείνου τοῦτο μαθήσεται. ἐμφρονέστερος γὰρ ὢν ὁ οἰκονομικὸς ἑκάστου τῶν ἐν τῷ οἴκῳ διδάξει ἕκαστον αὐτῶν, τί τὸ ὠφέλιμον αὐτῷ. τοῦτο δὲ ποιήσει καὶ ὁ πολιτικὸς πρὸς ἕκαστον τῶν ἐν τῇ πόλει. διὰ τοῦτο ἔφη, ὅτι ἄνευ οἰκονομίας ἢ ἄνευ πολιτείας οὐκ ἔστι τὸ ἑαυτοῦ ἀγαθὸν ἑκάστῳ, ὡς δεομένου ἑκάστου πρὸς τὴν εἴδησιν τοῦ ἰδίου ἀγαθοῦ, τῆς τε οἰκονομικῆς τέχνης ἢ τῆς πολιτικῆς ἐπικρατεστέρων οὐσῶν ἀμφοῖν τῆς ἠθικῆς, καὶ σκοπουσῶν τὸ ἑαυτοῦ ἑκάστου ὄντος ἑνός,2 καίτοι ἐξ ἀρχῆς μὲν ἴσως τοῦτ’ ἀναγκαῖον, οὐκ ἀδύνατον δὲ διὰ χρόνου τινὸς μαθόντα καὶ παιδευθέντα αὐτάρκη εἶναι ὥστε αὑτῷ περιποιεῖσθαι τὰ δέοντα. ἢ οὖν οὕτως ἢ ὅτι ἐπεὶ κοινωνικὸν ὁ ἄνθρωπος φύσει καὶ συναγελαστικόν, ἑπόμενος ὁ φιλόσοφος τῇ τοιαύτῃ φύσει τοῦ ἀνθρώπου φησίν, ὡς οὐκ ἂν ἐροῦμεν τὸν φρόνιμον καθ’ ἑαυτὸν τὴν ἀρετὴν κατορθοῦν τὸ οἰκεῖον μετερχόμενον ἀγαθόν, μήτε ἐν οἴκῳ ποιούμενον τὴν κατόρθωσιν μήτε ἐν πόλει, ἀλλὰ καθ’ ἑαυτὸν διάγοντα καὶ ἀκοινώνητον ἀνθρώποις ὑπάρχοντα. τὸ γὰρ οὕτως ζῆν ἢ θεῖον ὡς ὑπὲρ ἄνθρωπον ἢ λειπόμενον ἀνθρώπου ὡς θηριῶδες καὶ ἄγριον. ἔτι δὲ τὸ αὑτοῦ πῶς δεῖ διοικεῖν ἄδηλον καὶ σκεπτέον. καὶ τοῦτο τὸ ἐπιχείρημα δεικτικόν ἐστι τοῦ ἐξ ἀνάγκης δεῖσθαι ἐν κοινωνίᾳ εἶναι τὸν φρόνιμον. ἐπεὶ γὰρ δεῖ αὐτὸν διοικεῖν τὸ ἑαυτοῦ ἀγαθόν, ἤτοι διευθετεῖν καὶ διεξάγειν καὶ κατορθοῦν, πῶς δὲ δεῖ τοῦτο ποιεῖν, ἄδηλον, ὥστε δεῖν σκέψεως ἵν’ εὑρίσκοιτο τὸ ἄδηλον. τῇ δὲ σκέψει δεῖ κοινωνοῦ, ἡ δὲ κοινωνία ἢ οἰκονομικὴ ἢ πολιτική. καλῶς ἄρα εἴρηται ὅτι ἄνευ οἰκονομίας ἢ ἄνευ πολιτείας οὐ δυνατὸν εἰδέναι τὸν φρόνιμον τὸ ἑαυτοῦ ἀγαθόν.

“因此,正是出于这种意见,才产生了就这些人而言的身为明智;然而,或许没有家政也没有政制,自身的[善]便不可能存在。” 他还进一步说明,那些仅仅追求自身的善的人被称为明智是源自何处:乃是源自上述的共同意见。因为最初持有这一意见的人将该意见传递给后继者;但他紧接着补充的内容,似乎表明他自身并不赞同这一意见。因为通过说“或许没有家政也没有政制,自身的[善]便不可能存在”,他显然是在把仅仅考察自身之善的人引向家政管理者和政治家,因为他不能凭自己知晓,而是需要他们中的某一方以便从中学习这一点。因为家政管理者比家中的每个人都更具智虑,将教导他们之中的每个人何为对自身有益之物;而政治家对城邦中的每个人也将如此行事。为此他说,没有家政或没有政制,对于每个人而言便没有自身的善,这是由于每个人为了认知自身的善都需要家政术或政治术,而这两门技艺都优于伦理[品质],并且考察作为单独一人的每个人的自身之善——尽管在一开始这或许是必要的,但在经过一段时间的学习和受教之后,变得自足从而能为自己谋取必要之物也并非不可能。因此,要么是这样,要么是因为人依本性是具社会性与合群性的,哲学家顺应人的这种本性而指出,我们不能说明智者能够独自成就德性、追求自身的善,既不在家中也不在城邦中实现这一成就,而是离群索居、不与他人交往。因为这样生活要么作为超越于人而属于神圣,要么作为野兽般残暴而低于人类。此外,如何应当管理自身之事并不明了,必须加以考察。这一论证也证明了明智者必然需要处于共同体之中。因为既然他必须管理自身的善——即安排、贯彻并成就它——而如何应当这样做又并不明了,所以需要考察以发现这不明了之事。而考察需要同伴,共同体要么是家政的,要么是政治的。因此,说没有家政或没有政制明智者便不可能知晓自身的善,确实是言之有理的。

语法注2 条
  1. 6.68ᾧ δὲ ἐπιφέρει, δόξειεν ἂν ἐμφαίνειν ἑαυτὸν μὴ ἀρεσκόμενον ταύτῃ τῇ δόξῃ

    与格关系代词 ᾧ 作为表示手段或依据的与格修饰主句(δόξειεν ἄν...),意为“通过他随后补充的内容”。其先行词在语境中即指紧随其后引述的亚里士多德的补充论断(καίτοι ἴσως οὐκ ἔστι...)。

  2. 6.68ὡς δεομένου ἑκάστου πρὸς τὴν εἴδησιν τοῦ ἰδίου ἀγαθοῦ, τῆς τε οἰκονομικῆς τέχνης ἢ τῆς πολιτικῆς ἐπικρατεστέρων οὐσῶν ἀμφοῖν τῆς ἠθικῆς, καὶ σκοπουσῶν τὸ ἑαυτοῦ ἑκάστου ὄντος ἑνός

    由 ὡς 引导的属格独立结构。核心骨架 ὡς δεομένου ἑκάστου(“鉴于每个人都需要”)以属格 τῆς τε οἰκονομικῆς τέχνης ἢ τῆς πολιτικῆς(“家政术或政治术”)为宾语,其后由分词短语补充说明理由:ἐπικρατεστέρων οὐσῶν ἀμφοῖν... καὶ σκοπουσῶν...(“这两者都更具主导性……并且考察……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:341.31-343.6