- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:340.6-341.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对欧里庇得斯《菲洛克忒忒斯》中的引文(1142a2)进行注解,论证个人明智、家政学与政治学的区分不仅停留在诗句字面上的呼应,更根植于它们所关涉的具体对象(个人的身心照料、家庭维持、立法、军事与虔敬)及其种的本质差异。
" Πῶς δ’ ἄν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσου μετασχεῖν; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον." Ἐκ τούτων τῶν ἰαμβείων τοῦ Εὐριπίδου λέξεις μόνας εὑρίσκομεν διϊστώσας τὴν φρόνησιν ἀπὸ τῆς οἰκονομικῆς καὶ πολιτικῆς, πράγματα δὲ ἢ οὐδ’ ὅλως ἢ ἀμυδρῶς. τὸ γὰρ πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσου μετασχεῖν δεικνύει τὸν λέγοντα ἑαυτὸν διαστέλλοντα τοῦ φρονίμου, ὅτι ἐξὸν ὂν αὐτῷ χωρὶς πραγμάτων τὰ ἑαυτοῦ ἐξετάζοντα1 καὶ περὶ τοῦ οἰκείου μελετῶντα συμφέροντος ζῆν καὶ οὕτω φρόνιμον εἶναι, ὁ δ’ εἰσενεγκὼν ἑαυτὸν εἰς τὰ κοινὰ καὶ πολιτικὰ περισσὸς ἀντὶ τοῦ φρονίμου γεγένηται, περισσὸς δὲ διὰ τὸ πλῆθος τῶν φροντίδων, ὧν ἀναδέχεται ἄνθρωπος τὸ πολιτεύεσθαι ὑποδύς, ἤγουν τὸ πράττειν τὰ κοινά. ὡς οὖν εἴρηται, ἐκ τῶν Εὐριπίδου ἰαμβείων τοῦτο μόνον σχεδὸν ἐμάθομεν, ὅτι ἄλλος ὁ φρόνιμος καὶ ἄλλος ὁ πολιτικός. εἰ δέ τις καὶ τὰ πράγματα εἰς μέσον παράξει περὶ ἃ τούτων ἑκάτερος καταγίνεται, εἴσεται ἐξ αὐτῶν τὴν τελείαν τούτων διαφοράν, διαφέρει δὲ ἡ φρόνησις τῆς οἰκονομικῆς καὶ πολιτικῆς οὐ μόνον κατὰ τὰ ὑποκείμενα, ὅτι ἐκείνη μὲν τὰ ἑνὶ ὄντα τῷ φρονίμῳ σκοπεῖ ἐφαρμόζοντα, ἡ δὲ οἰκονομικὴ τὰ τῷ οἴκῳ καὶ πᾶσι τοῖς ἐν αὐτῷ, ἡ δὲ πολιτικὴ τὰ τῇ πόλει καὶ τοῖς ἐν αὐτῇ πολιτευομένοις ἅπασι, καθὸ συμπολῖταί εἰσι καὶ κοινὰ κατὰ τὴν πολιτείαν τὰ συμφέροντα ἔχουσιν, ἀλλὰ δὴ καὶ κατ’ εἶδος, ὅτι καὶ τῷ εἴδει διαφέρουσιν ἀλλήλων τὰ ἑνὶ ἰδίως ἁρμόζοντα καὶ τὰ οἴκῳ καὶ τοῖς κατ’ οἶκον καὶ τὰ τῇ πόλει καὶ τοῖς συμπολιτευομένοις. ὁ μὲν γὰρ φρόνιμος περὶ τῶν οἰκείων φροντίζων ἰδίᾳ περί τε τοῦ οἰκείου σώματος φροντίσει καὶ τῆς ψυχῆς, πῶς ἕξει αὐτῷ καλῶς ἀμφότερα κατὰ φύσιν ἔχον ἑκάτερον, ὥστε τὸ σῶμα συνίστασθαι καὶ ὑγιαίνειν καὶ τὴν ψυχὴν εὖ ἔχειν λογισμοῦ καὶ πράξεων καὶ παθῶν, ἡ δὲ οἰκονομική, πῶς ἕξει ἡ οἰκία οὐ μόνον ὀχυρότητος καὶ μονίμου συστάσεως ἀλλὰ καὶ εὐπνοίας καὶ εὐαερίας εὖ διακειμένη πρὸς ψύχη καὶ θάλπη κατά τι τῶν ἐνοικούντων ὠφέλιμον καὶ πῶς αὐτῇ περιέσται φυλακὴ καὶ ἀσφάλεια εἰς ἔργα τε καὶ λόγους καὶ πῶς τοῖς συζῶσιν ἱκανῶς ἕξει τὰ πρὸς ζωήν, μήτε βλαπτομένοις παρά του μήτε μήν τινα βλάπτουσι, καὶ πῶς τῶν συνοικούντων ἕκαστος τὸ οἰκεῖον ἕξει ἑαυτῷ κατὰ τὴν οἰκείαν ποιότητα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ κατὰ ἡλικίαν καὶ κατὰ γένος, λέγω δὲ ἄρρεν καὶ θῆλυ καὶ κατὰ τὸ ἄρχειν καὶ ἄρχεσθαι καὶ ὅσα τοιαῦτα ἐν ταῖς οἰκίαις ὁρῶμεν πρὸς ἄλληλα διαφέροντα, καὶ μέχρις ἐπιτηδευμάτων αὐτῶν περιβολῆς τε καὶ βρώσεως καὶ πόσεως. ἡ δὲ πολιτικὴ περὶ νόμον τε σκοπήσει, ὅπως ἔσονται ἄριστοι καὶ ὠφέλιμοι κατά τε τὰ ἤθη τῶν συμπολιτευομένων ἀλλήλοις καὶ τὴν θέσιν τῆς γῆς, ἐν ᾗ ἡ πόλις διάκειται, καὶ κατὰ τοὺς πλησιάζοντας καὶ κατὰ τοὺς πόρρω μέν, ἐχθρωδῶς δὲ ἢ φιλικῶς τῇ πόλει διακειμένους καὶ κατὰ τὰ χρειώδη, πόθεν τε καὶ κατὰ ποίους τρόπους συγκομισθήσονται, πῶς ἕξει τὰ τείχη τῆς πόλεως, πῶς ἔσται ἡ καθαριότης ἐντός, οὐ μόνον εἰς ὑγίειαν τοῖς πολίταις συμβαλλομένη, ἀλλὰ καὶ πρὸς τὸ μὴ χραίνεσθαι καὶ μολύνεσθαι, καὶ περὶ ὑδάτων δὲ οὐχ ἧττον καὶ λουτρῶν καὶ τοῦ καθ’ ἕκαστα πορισμοῦ τῶν ὠνίων καὶ τῶν πρὸς βρῶσιν καὶ πόσιν οὐκ ἔλαττον φροντίσει τινός. καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρὸς τίνας καὶ ἀπὸ τίνων ἔχθραν καὶ φιλίαν προσδέξεται καὶ ὅσα τοιαῦθ’ ἕτερα τοῖς πολιτευομένοις συμβουλὰς καὶ συζητήσεις παρέχουσι, καὶ περὶ δικαίων καὶ ἀδίκων καὶ κολάσεων καὶ τιμῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν, τίνας οἱ πολῖται μαθήσονται καὶ τίνων ἀφέξονται καὶ ἐν τίσι καὶ μέχρι τίνων ἑκάστῃ χρήσονται καὶ τοιούτων ἑτέρων, καὶ πρὸ πάντων περὶ ὁσιότητος καὶ τῆς εἰς θεὸν καὶ τὰ θεῖα τιμῆς. σκόπει οὖν ταῦτα πάντα, ἃ ταῖς τρισὶν ὑπόκειται ταύταις, καὶ γνῶθι ὅτι διαφόρου κατ’ εἶδος δέονται καὶ πείρας καὶ φροντίδος καὶ γνώσεως καὶ τρόπου μετελεύσεως. εἰ δὲ ταῦτα τῷ εἴδει διάφορα, πῶς οὐχὶ καὶ αὗται κατ’ εἶδος; καθόλου γὰρ ὧν τεχνῶν καὶ ἐπιστημῶν διάφορα κατ’ εἶδος τὰ ὑποκείμενα, καὶ αὐταὶ2 ἀλλήλων κατ’ εἶδος διάφοροι, εἰ δὲ καί τινα εὕρηνται δοκοῦντα κοινὰ ταῖς τρισίν, ἀλλ’ ὁ τρόπος τῆς μετελεύσεως τοῦ ἰδίως καὶ κοινῶς διάφορος παρ’ αὐτοῖς, καὶ αὐτὰ διατίθησιν ὁποῖα καὶ ἡ ὁσιότης ἐστί. λέγω δὲ ὁσιότητα τὴν τῷ θεῷ καὶ τοῖς θείοις ἕξιν ἀνήκουσαν. δεῖ γὰρ πάντως πάντας ἀνθρώπους εὐσεβεῖν ἰδίᾳ τε καὶ κοινῇ.
“然而我怎能算是明智,我本可以无事闲居地列于军中大众之中,分得平等的份额?因为人们[称赞]那些非凡并多有作为的人……” 从欧里庇得斯的这些抑扬格诗句中,我们只发现将明智同家政与政治区分开来的言辞,而实际事物要么完全没有,要么十分模糊。因为“然而我怎能算是明智,我本可以无事闲居地列于军中大众之中,分得平等的份额”这一说法,表明说话者将自身与明智者区分开来,因为他本可以免于繁杂事务,只省察自身之事,专注于自身固有的利益而生活,并以此方式保持明智,但他却投身于公共和政治事务,从而成了非凡之人而非明智之人;说他非凡,乃是由于一个人承担起从事政治、即处理公共事务时所承受的大量操心劳神。因此正如所说,从欧里庇得斯的抑扬格诗句中,我们几乎仅仅得知:明智者是一回事,政治家是另一回事。但如果有人也将他们各自所从事的实际事物呈现在众人面前,他就会从这些事物中得知他们之间的完全差异。明智与家政及政治的差异,不仅在于其所关涉的基体——即前者考察适合作为单独一人的明智者之事,家政考察适合家以及其中所有人之事,政治则考察适合城邦以及其中所有参与政事之人,只要他们是同邦公民并且在政制下享有共同的利益——而且确实也在于种,因为单独适合于一人的事物、适合于家和家中成员的事物,以及适合于城邦和同邦公民的事物,彼此在种上也互不相同。因为明智者在私下关心自身事务时,将关心自身的身体与灵魂,使两者各自按照本性处于对他而言良好的状态,从而身体得以健全稳固并保持健康,灵魂在推理、行为与激情方面处于良好状态;而家政学则将考察,房屋不仅在坚固与耐久构造方面,而且在通风与优良空气方面如何良好地抵御寒暑以有利于居住者,它如何在行为与言论上具有防护与安全,同住者维持生活所需之物如何充足,既不受任何人伤害也不伤害任何人,以及同住的每个人如何根据自身灵魂与身体的固有品质、根据年龄、根据性别——我指的是男性与女性——根据统治与被统治,以及我们在家中所见彼此不同的所有此类事项,乃至他们自身的日常操持、穿戴、饮食,而拥有适合于自身之物。而政治学将考察法律:根据同邦公民彼此之间的品性、城邦所处的地理位置、相邻的人群以及远方但对城邦抱有敌意或友好的人群,并且根据所需物资来自何处以及以何种方式筹集,法律如何成为至善且有益的;城邦的城墙将处于何种状态;内部的清洁将如何——这不仅有助于公民的健康,也有助于不被玷污与污染;对于水源亦同样不会少加关照,对于浴场、每种货物的供应以及饮食之物,其操心也不亚于任何人。它还将考察战争与和平,将针对何人、自何人处接纳敌意与友谊,以及向施政者提供建言和商讨的其他所有此类事项;关于正义与非正义之事、惩罚、荣誉、技术与知识——公民将学习哪些、戒除哪些,以及在哪些事务中、在何种限度内运用每一门类,以及其他此类事项;而在所有这些之上,它将关涉神圣性以及对神和神圣事物的尊崇。因此,请考察奠定在这三者之下的所有这些事物,并认识到它们需要按种而不同的经验、操心、知识和追求方式。如果这些事物在种上是不同的,这些[学问]又怎能不在种上相异呢?因为一般而言,凡是其基体在种上相异的技术与知识,其自身彼此在种上也是相异的;即便发现某些事物看似为这三者所共有,但在它们之中,按个别方式还是按共有方式追求的途径是不同的,并对这些事物作出安排,神圣性亦属此类。而我所说的神圣性,是指属于神和神圣事物的品质;因为所有人无论在私下还是在共同体中,都完全有必要虔敬行事。
- 6.66ὅτι ἐξὸν ὂν αὐτῷ χωρὶς πραγμάτων τὰ ἑαυτοῦ ἐξετάζοντα
这里的 ἐξὸν ὄν 是非人称动词 ἔξεστι 的绝对宾格 ἐξόν 与分词 ὄν 叠用的结构,构成表示让步或原因的独立分词短语(“尽管对他而言是可能的”)。紧随其后的分句以主格的 ὁ δ’ εἰσενεγκὼν ἑαυτόν ... γεγένηται 承接,形成了破格句(anacoluthon)结构。
- 6.66ὧν τεχνῶν καὶ ἐπιστημῶν διάφορα κατ’ εἶδος τὰ ὑποκείμενα, καὶ αὐταὶ
先行词短语 τεχνῶν καὶ ἐπιστημῶν 被吸纳并并入到由关系词 ὧν 引导的关系从句内部(先行词内化)。主句的主语代词 αὐταί 指代“这些技术和科学本身”,全句骨干为:“那些其基体在种上相异的技术与科学,它们自身在种上也是彼此相异的”。
