- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:339.4-340.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯就亚里士多德在《尼各马可伦理学》卷六中讨论的关涉个人的明智与政治学之间的区别(1141b33)展开注解,考订了抄本异读(“知识”抑或“明智”等),补明了“知道对自己”这一短语的省略,并阐释了世俗通念何以将私己思虑视为真正的明智而将从政者视作多管闲事。
" Εἶδος μὲν οὖν ἄν τι εἴη γνώσεως τὸ αὑτῷ εἰδέναι·1 ἀλλ’ ἔχει διαφορὰν πολλήν· καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες." Τὴν διαφορὰν διδάσκει διὰ τούτων τοῦ καθ’ ἑαυτὸν φρονίμου πρὸς οἰκονομικὸν καὶ πολιτικόν. καί φησιν, ὅτι ἑκάστῳ μὲν τούτων καὶ γνῶσίς ἐστι καὶ φρόνησις, πλὴν ἔχουσι διαφορὰς πρὸς ἄλληλα, τῷ γένει μὲν ἴσως ὄντα ταὐτά, διαφέροντα δὲ πολὺ τούτων πρὸς τὰ λοιπά, καὶ τοσοῦτον, ὥστε καὶ δοκεῖν τὸν εἰδότα τὰ περὶ αὑτὸν καὶ περὶ αὐτὰ διατρίβοντα φρόνιμον εἶναι, τὸν δὲ πολιτικὸν οὐ φρόνιμον ἀλλὰ πολυπράγμονα ὡς τὰ ἔξω ἑαυτοῦ ζητοῦντα καὶ ἐξετάζοντα. αὕτη μὲν τῶν ῥήσεων ἡ δύναμις. ἴδωμεν δὲ καὶ κατὰ μέρος τῶν εἰρημένων ἕκαστον. τοίνυν τὰ μὲν τῶν ἀντιγράφων, εἶδός τι ἂν εἴη ἔχουσι γνώσεως, τὰ δὲ εἶδός τι ἂν εἴη φρονήσεως. τὸ μὲν οὖν γνώσεως εἰπεῖν χωρίζοντός ἐστιν2 ἀπεντεῦθεν τὴν περὶ αὑτὸν καὶ ἕνα φρόνησιν τῶν ἄλλων, ὡς αὐτῇ ἁρμόττοντος μόνῃ τοῦ ὀνόματος τῆς φρονήσεως, κατὰ τὸ τῆς γνώσεως ὄνομα μόνον κοινωνουσῶν τῶν ἄλλων αὐτῇ. εἰ δὲ ἀντὶ τῆς γνώσεως φρονήσεως λάβωμεν, κοινὸν ἤδη τιθέμεθα πάσαις ταύταις τὸ ὄνομα τῆς φρονήσεως, λέγομεν δὲ διαφέρειν ἀλλήλων κατά τε τὰ ὑποκείμενα καὶ τἄλλα ἃ προϊὼν ὁ λόγος δηλώσει. τὸ δὲ τὸ αὑτῷ εἰδέναι ἐλλιπῶς εἴρηται, καὶ δεῖ ἐξακούεσθαι τὸ ὠφέλιμον ἢ τὸ συμφέρον ἢ τὸ ἄριστον, ὡς εἶναι τὸ ὅλον τὸ ἑαυτῷ εἰδέναι ὠφέλιμον ἢ συμφέρον ἢ ἄριστον. ἀλλ’ ἔχει διαφορὰν πολλήν, φησί. εἰ γὰρ καὶ εἶδος γνώσεως ἡ τοῦ ἑαυτῷ ὠφελίμου καὶ συμφέροντος γνῶσις, ἀλλ’ ἔχει διαφορὰν πολλὴν πρὸς τὴν οἰκονομικὴν καὶ πολιτικήν, καὶ μᾶλλον πρὸς τὴν πολιτικήν. ἡ γὰρ οἰκονομικὴ ἐγγίζει τῇ γνώσει τῇ τοῦ οἰκείου συμφέροντος ἑνός τινος. ὁ γὰρ οἴκου κύριος τῶν κατ’ οἶκον καὶ τοῦ οἰκείου συμφέροντος ἀντιποιούμενος τὸ κοινῇ συμφέρον πᾶσι τοῖς κατ’ οἶκον σκοπεῖ, ἅτε καὶ ἐντὸς ἑαυτοῦ πάντας ἔχων καὶ κοινὰ ποιούμενος τὰ ὠφέλιμα. καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς φρόνιμος εἶναι. τὸ δοκεῖ ἐνταῦθα ὡς κοινὸν δοξαζόμενον εἴληπται· δηλοῖ δὲ τὸ ῥητόν, ὅτι καὶ ἀνωτέρω γνώσεως οἰκειότερον λέγειν παρὰ φρονήσεως. ἴδε γὰρ τὸν τὰ περὶ αὑτὸν εἰδότα καὶ περὶ αὐτὰ διακρίνοντα τοῦτον εἶναι φρόνιμον λέγων κατὰ τὴν ὑπόληψιν κοινήν. οἱ δὲ πολιτικοὶ πολυπράγμονες, ἢ φιλοπράγμονες, τουτέστι δοκοῦσι· διττῶς γὰρ ἐν τοῖς ἀντιγράφοις λαμβάνεται. πιστοῖ δὲ τοῦτο, λέγω δὲ τὸ φρόνιμον εἶναι τὸν περὶ τὰ ἑαυτῷ ὠφέλιμα καταγινόμενον, τὸν δὲ περὶ τὰ πολιτικὰ πολυπράγμονα καὶ φιλοπράγμονα ὡς φιλοῦντα τὰ πράγματα καὶ περὶ πολλὰ πράγματα καταγινόμενον, καὶ οὐχ ἓν ὡς ὁ φρόνιμος· πολλὰ γὰρ καὶ ποικίλα τὰ τῇ πόλει ἁρμόζοντα. καὶ τὸν τραγικὸν Εὐριπίδην παράγων εἰς μαρτυρίαν3 οὑτωσὶ λέγοντα ἐν τῷ Φιλοκτήτῃ
“因此,知道对自己[有利的事]会是知识的一种;然而它有着极大的差异;并且那知晓关于自身之事并从事于此的人似乎是明智的,而政界人士则似乎是多管闲事者。” 通过这些话,他指明了关涉自身的明智者与家政管理者和政治家之间的差异。并且他说,在这些之中的每一者中既有知识也有明智,只是它们相互之间具有差异:它们在属上或许是同一的,但与其余各项相比差异极大,以至于知晓关于自身之事并致力于这些事的人似乎是明智的,而政治家似乎不是明智的,反而是多管闲事者,因为他是寻求和考察自己身外之事的人。这就是这些言述的意旨。但让我们也逐一考察所说的每一事项。在各抄本中,有些作“会是知识的一种”,另一些则作“会是明智的一种”。因此,说“知识的”,是属于借此将关涉自身和单独一人的明智从其余各项中分离开来的人,其理由在于明智之名唯独适合于它,而其余各项仅在知识之名上与它共有。然而,如果我们不用“知识的”而取“明智的”,我们便已经将明智之名确立为对所有这些都是共通的,并且我们主张它们根据所关涉的对象以及随着论述进展将表明的其他方面而彼此区分。而“知道对自己”这一表述是带有省略地说的,应当补充听出“有利之事”或“有益之事”或“至善之事”,从而整句话是“知道对自己有利、有益或至善之事”。“然而它有着极大的差异”,他说。因为纵使对自身有利且有益之事的知识是知识的一种,但它相对于家政学和政治学(尤其是相对于政治学)却有着极大的差异。因为家政学接近于关于某一个人的固有利益的知识。因为家主在过问家内事务以及自身的利益时,考量的是家内所有人共同的利益,因为他把所有人都纳入自己之内,并将有利之物变为共通的。“并且知晓关于自身之事的人似乎是明智的。”这里的“似乎”被理解为人们普遍所持的意见;而这一句表明,在前面说“知识的”比起说“明智的”更为贴切。因为请看,他是依照普遍的看法说,知晓关于自身之事并对此做出决断的人是明智的。“而政界人士则是多管闲事者”,或“好管闲事者”——也就是似乎如此;因为在各抄本中存在这两种读法。并且他确立了这一点——我指的是,明智者是致力于对自己有益之事的人,而致力于政治事务的人则是多管闲事且好管闲事者,因为他喜欢事务并致力于众多事务,而不像明智者那样只致力于一件事;因为适合于城邦的事物是繁多而多样的——并且引出悲剧诗人欧里庇得斯作为见证,他在《菲洛克忒忒斯》中如此说道……
- 6.65τὸ αὑτῷ εἰδέναι
定冠词加不定式短语 τὸ εἰδέναι 搭配利益与格 αὑτῷ。直接宾语在构词上被省略;如注疏者指出,需补出 τὸ ὠφέλιμον(有利之事)或 τὸ συμφέρον(有益之事)作为宾语,解作“知道对自己[有利/有益之事]”。
- 6.65τὸ μὲν οὖν γνώσεως εἰπεῖν χωρίζοντός ἐστιν
冠词化不定式 τὸ εἰπεῖν 作主语,谓语使用表示所有或特征的属格分词 χωρίζοντός ἐστιν(“说……乃是属于将……区分开来之人的做法”)。
- 6.65καὶ τὸν τραγικὸν Εὐριπίδην παράγων εἰς μαρτυρίαν
句末缺乏独立的限定动词,而以阳性主格现在分词 παράγων 悬空截断。该分词承接前述主语(亚里士多德),作为引入引文的悬垂/先行分词短语,引出接下来的悲剧诗句。
