- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:33.12-34.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥将赫西俄德关于自知最善者、听从善言者以及二者皆非的无用之人的区分,与德性训练及本原的把握联系起来,并对灵魂三分法中“激情”一词的词源作了说明。随后他重新接续关于幸福的探究,将享乐生活、政治生活与观想生活分别阐释为充满情念、适度情念以及净化情念(无情念)的灵魂状态。
" Ὧι δὲ μηδέτερον ὑπάρχει τούτων." Ὅς, φησί, μήτε ἀρχὰς ἔχει 〈ἐκ τοῦ ἐπὶ μακρὸν ἐνεθισθῆναι ταῖς ἀγαθαῖς πράξεσιν ἢ καὶ δι’ εὐφυίαν ῥᾷον ἑαυτῇ προσοικειουμένην τὰ ἀγαθά, μήτε πρὸς λῆψιν τῶν ἀρχῶν ἑτοιμότατα διὰ τὸ φύσεως πρὸς τὸ ἀγαθὸν ἐπίρροπον, ἀλλὰ βαρέως ἔχει〉 καὶ ἀργῶς πρὸς τὴν τῶν κρειττόνων ἕξεων αἵρεσιν ἢ διὰ βραχύτητα χρόνου τοῦ ἐν γυμνασίᾳ ἢ διὰ τὸ πρὸς ταῦτα σχολαῖον τῆς φύσεως ἢ διὰ τὸ περὶ ταῦτα ἄηθες καὶ ἀπείραστον, ἀκουσάτω1 τῶν Ἡσιόδου ἐπῶν, ἐν οἷς ἄριστον μὲν λέγει τὸν ἀφ’ ἑαυτοῦ τὰ βέλτιστα εἰδότα καὶ αἱρούμενον (οὗτος δέ ἐστιν ὁ ἔχων ἤδη ἀρχάς), ἀγαθὸν δὲ καὶ οὐ καθ’ ὑπεροχὴν ἄριστον καὶ τὸν ἄλλου λέγοντος καλῶς πειθόμενον (οὗτος δέ ἐστιν ὁ μήπω μὲν ἔχων ἀρχάς, ῥᾳδίως δὲ λαβεῖν δυνάμενος διὰ τὸ τοῖς ἐχέφροσι πείθεσθαι), ὃς δὲ μηδέτερον τούτων, ἀχρεῖος οὗτος ἀνήρ, ἤτοι χρείαν ἔν τινι ὠφελίμῳ ὡς ἄνθρωπος πληροῦν μὴ δυνάμενος, ἤγουν ἄχρηστος. τριμεροῦς δὲ τῆς ἀνθρώπου ψυχῆς οὔσης, ἤγουν ὡς μέρη ἐχούσης λογισμὸν θυμὸν ἐπιθυμίαν, πολλάκις οἱ ποιηταὶ θυμὸν αὐτὴν ἐκ μέρους καλοῦσιν, ἐκ τοῦ μέσου δηλοῦντες καὶ τὰ παρ’ ἑκάτερα·2 ἢ θυμὸν κατ’ ἰδίαν ὀνομάσαντες ἀπὸ τοῦ θύω, ὃ δηλοῖ τὸ ὁρμῶ ὡς αὐθόρμητον καὶ αὐτοκίνητον ἢ ὡς αἴτιον τῷ σώματι τῆς κατὰ τόπον κινήσεως, ἀμεταβάτῳ ὄντι καὶ ἀκινήτῳ καθ’ ἑαυτό.
“而对于二者皆不具备的人。” 他说,凡是既未因长期习惯于善的实践、或未因更容易使善的事物归于自身的优良天赋而拥有本原,又未因本性对善的倾斜而最敏捷地准备好获得本原,反而由于在锻炼中度过的时间过短、或由于本性对此类事物的迟钝、或由于对此类事物缺乏习惯与经验,从而对选择更优越的性向感到沉重和迟缓的人,让他听听赫西俄德的诗句。诗人在其中说,最优秀的人是凭自己懂得并选择最善事物的人(这就是已经拥有本原的人);而听从他人善加教诲的人则是好的,尽管并非以卓越的方式达到最优秀(这就是尚未拥有本原,但因听从通达之士而能轻易获得本原的人);而对于这两者皆不具备的人,诗人称之为“无用之人”,即作为人无法在任何有益之事上满足需要,也就是毫无用处。人的灵魂由三部分构成,即具有理性、激情与欲望作为部分,诗人们常常借由中间部分来指代两端,从而以部分指称整体而称之为“激情”;或者是从表示“奔涌”的动词中单独将其命名为“激情”,该动词表示“冲出”,意指它是自发的和自我运动的,或者作为在自身上不可改变且不动的肉体在空间中运动的原因。
"Ἡμεῖς δὲ λέγομεν ὅθεν παρεξέβημεν· τὸ γὰρ ἀγαθόν." Περὶ τῆς εὐδαιμονίας εἰπεῖν ἀρξάμενος καὶ μεταξὺ παρεμβαλὼν τὸν τρόπον τῆς διδασκαλίας ὁποῖος ἔσται καὶ ὁποῖον δεῖ εἶναι τὸν ταύτης ἀκροατὴν ἐπαναλαμβάνει πάλιν τὸν λόγον, πῶς ἔχουσι δόξης φάσκων οἱ ἄνθρωποι περὶ εὐδαιμονίας κατὰ τὰς τῶν βίων διαφορὰς καὶ τῶν προαιρέσεων· καί φησιν ὅτι οὐκ ἄνευ λόγου καὶ ἀκολουθίας τῆς πρὸς τὸν οἰκεῖον ἕκαστος βίον τόδε εἶναι τὴν εὐδαιμονίαν ἢ τόδε ὑπολαμβάνουσιν· οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν. ἐπικρατεῖ γὰρ τῶν πλειόνων τὸ ῥᾷον τῆς ζωῆς καὶ ἄπονον, ὃ τῇ ἡδονῇ παρακολουθεῖ. διὰ τοῦτο καὶ βαρεῖς εἰσι καὶ καθ’ Ὅμηρον “ἐτώσιον ἄχθος ἀρούρης”, καὶ θέλουσι μηδέν τι συντελοῦντες κατὰ βίον μήθ’ ἑαυτοῖς μήθ’ ἑτέροις τῶν τῆς σαρκὸς ἀπολαύειν ἡδέων ἄτερ πόνου παντός. διό φησι καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν· τὴν ἡδονὴν γὰρ τὸ ἀγαθὸν ἡγούμενοι τὸ ἀνθρώπινον τὴν αὐτῆς ἀγαπῶσιν ἀπόλαυσιν. ὀφείλων δὲ ἀποδοῦναι τὸ σχῆμα τοῦ μερισμοῦ μεταξὺ περιέβαλε3 τοὺς ἐμφανεστέρους τῶν βίων ἀπαριθμούμενος καὶ φάσκων τρεῖς γάρ εἰσι μάλιστα οἱ προέχοντες. ἐπείπερ οἱ πολλοὶ πρὸς ἡδονὰς ἀφορῶσι μάλιστα καὶ ταύτην κρίνουσι τέλος τῆς οἰκείας ζωῆς, διὰ τοῦτο καὶ ὡς ἕνα βίον αὐτοῖς τὸν ἀπολαυστικὸν ἀποδέδωκεν, τοὺς πάντας τούτων συνελὼν ἐν αὐτῷ· ἐξ οὗ ἐπὶ τὸν πολιτικὸν ἄνεισιν, ἐκ τοῦ ἐμπαθοῦς εἰς τὸν μετριοπαθῆ, ἐνδιδόντα μέν πῃ τοῖς πάθεσι, πλὴν κανόνι τοῦ λόγου, μέτρῳ τε καὶ σταθμῷ, ὡς αὐτοκράτορα μὲν εἶναι τὸν λόγον, ἐπιτάττειν δὲ τοῖς πάθεσιν ὡς ὑπηρέταις οὖσι καὶ χρῆσθαι αὐτοῖς ὡς βούλεται· τρίτον δέ φησι καὶ κορυφαιότατον τὸν θεωρητικόν, τὸν ἀπαθῆ καὶ καθόλου πᾶσαν ἄλογον ἀπηρνημένον ἐνέργειαν. οὐ γὰρ τὸν φυσιολογικὸν ἐνταῦθά φησι θεωρητικὸν ἢ τὸν μαθηματικὸν ἢ θεολογικὸν ἀλλὰ τὸν διὰ καθάρσεως τῆς τῶν παθῶν κηλῖδος πρὸς θεωρίαν κατεπειγόμενον, ὃς διακόπτων τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο νέφος καὶ προκάλυμμα θεῷ καὶ τοῖς θείοις δι’ ἀπάθειαν συγγίνεται· οὐδὲ γὰρ ἦν οἰκεῖον ἐπὶ πράξεων καὶ πρακτικῶν ἀρετῶν εἰπεῖν προθέμενον καταλιπεῖν4 τῶν πρακτικῶν βίων τὸν τελειότατον, ὅς ἐστιν ὁ καθαρτικός, συντάξαι δὲ τούτοις τὸ κατὰ τὰς μαθήσεις θεωρητικόν.
“但我们还是回到我们偏离论题的地方来说;因为善……” 他在开始论述幸福、并在中间插入了说明教学方式应当如何以及此门学的听众应当是何种人之后,重新接续这一论述,指出人们根据生活方式与抉择的差异对幸福持有怎样的意见;他说,每个人并非毫无道理和与自身生活相符的脉络,便认为这或是那是幸福;多数人和最粗俗的人认为是快乐。因为支配大多数人的是伴随快乐而来的轻松无劳的生活。因此,他们也是迟钝的,并且正如荷马所说的是“大地的无用负担”,他们希望在生活中不为自己也不为他人做出任何贡献,而是在毫无任何辛劳的情况下享受肉体的快乐。因此他说,他们也爱悦享乐的生活;因为他们把快乐视为人的善,便爱悦对它的享受。他本应给出划分的图式,却在中间列举较为显著的生活方式并指出“因为最突出的主要有三种”,从而将此插入其中。既然多数人尤其着眼于快乐,并判定这是自身生活的目的,因此他也给他们指派了享乐生活作为一种生活,把所有人统括在其中;由此他上升到政治的生活,从充满情念的生活进入适度情念的生活,这种生活在某种程度上顺从情念,但受理性的规范、尺度与分寸所约束,使理性成为独掌大权者,并把情念作为仆从而加以驱使,随心所欲地运用它们;而作为第三种且处于最顶峰的生活,他提到了观想的生活,即无情念的、完全摒绝了一切无理性活动的生活。因为他在这里指的不是从事自然研究的观想者,或是数学的或神学的观想者,而是指通过洗净情念之污垢而进向观想的人,他斩断质料以及肉体这层云翳与帷幔,凭借无情念的状态与神及神圣事物相通。因为对于立意论述实践与实践德性的人来说,遗弃作为实践生活的最完美者(即净化性的生活),反而将依据学习的观想生活与它们并列,乃是不恰当的。
- 1.37Ὅς, φησί, μήτε ἀρχὰς ἔχει ... ἀκουσάτω
关系代词 Ὅς 不仅引导从句,而且内含其先行词,直接充当主句命令式动词 ἀκουσάτω 的主语(“凡是既不……也不……的人,让他听听……”)。尽管中间插入了长篇的 μήτε... μήτε... ἀλλά... 关联句,其骨架仍为 Ὅς ... ἀκουσάτω。
- 1.37ἐκ τοῦ μέσου δηλοῦντες καὶ τὰ παρ’ ἑκάτερα
分词 δηλοῦντες 与主句主语 οἱ ποιηταὶ 一致,作方式或手段分词,意为“通过中间部分亦指出两端”。在句法上解释了借中间部分(激情)指代由三部分构成的灵魂整体这一提喻法。
- 1.38ὀφείλων δὲ ἀποδοῦναι τὸ σχῆμα τοῦ μερισμοῦ μεταξὺ περιέβαλε
带有让步意味的分词 ὀφείλων(“虽然本应给出……”)修饰主语(亚里士多德),依附于主动词 περιέβαλε。副词 μεταξὺ 表文脉上的插入(“在中间”),随后的分词短语 ἀπαριθμούμενος καὶ φάσκων 则说明 περιέβαλε 的具体样态。
- 1.38οὐδὲ γὰρ ἦν οἰκεῖον ἐπὶ πράξεων καὶ πρακτικῶν ἀρετῶν εἰπεῖν προθέμενον καταλιπεῖν
在非人称结构 οὐδὲ γὰρ ἦν οἰκεῖον(“乃是不恰当的”)中,实际主语是不定式 καταλιπεῖν ... συντάξαι δέ。宾格分词 προθέμενον 充当不定式 καταλιπεῖν 的逻辑主语(宾格:“对于立意……的人而言,遗弃……”)。
