- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:338.1-339.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯解释了亚里士多德为何将具体践行政治事务者比作手艺人并称其为独享“从事政务”之名,进而阐述了明智为何被区分为个人的明智以及与其并列的各种品质(家政学、立法学、审议与司法政治学)。
" Διὸ πολιτεύεσθαι τούτους μόνον λέγουσι· μόνοι γὰρ πράττουσιν οὗτοι ὡς οἱ χειροτέχναι." Ἐκ τούτου δῆλον, ὅτι καλῶς ἡμῖν εἴρηται ἰδίως πολιτικὴ ἡ καθ’ ἕκαστα τὰ πολιτικὰ μεταχειριζομένη καὶ πράττουσα διὰ τοῦτο αὐτό, ὅτι τοῦτο μεταχειρίζεται. ἴδε γὰρ ὅτι καὶ τὸ νῦν παρὰ τοῦ φιλοσόφου λεγόμενον ἐκείνοις ἰσοδυναμεῖ. πολιτεύεσθαι γὰρ τοὺς νομοθέτας οὔ φαμεν διὰ τὸ μὴ πράττειν πολιτικῶς, καθὸ νομοθέται εἰσίν, ἀλλὰ μόνον κανόνας τοῦ ὅπως πολιτευτέον ἐκτίθεσθαι. μόνοι δ’ οἱ πράττοντες οὕτως ὀνομάζονται, διότι μόνοι τὰ πολιτικὰ πράττουσιν. εἰ δέ τις ἴσως εἴη καὶ νομοθέτης, καὶ πράττει ὡς μὲν νομοθέτης, ἔσται ἀρχιτεκτονικὸς τοῖς πολιτικοῖς, ὡς δὲ πράττων πολιτικός.1 ἐπεὶ καὶ χειροτέχναι οἱ κατὰ τὰς τέχνας πράττοντες, οὐχὶ δὲ οἱ τοῖς πράττουσι κατ’ αὐτὰς διατάττοντες· εἰ δέ τις εἴη καὶ διατάττων καὶ πρακτικός, ἀρχιτέκτων μὲν ὡς διατάττων ῥηθείη, χειροτέχνης δὲ ὡς πράττων καὶ τὰ καθ’ ἕκαστα μεταχειριζόμενος.
“因此人们说只有这些人从事政务;因为只有这些人像手艺人那样践行。” 由此显然,我们此前所说的——处理并践行个别政治事务者正因其处理此事而享有狭义上的“政治学”之称——是正确的。因为请看,哲学家当下所说的也具有与那些相同的意义。因为我们不说立法者从事政务,乃是因为就其作为立法者而言,他们并不以政治方式践行,而只是陈明应当如何从事政务的准则。但唯独那些践行者才被如此称呼,因为只有他们践行政治事务。倘若有人或许既是立法者又从事践行,那么作为立法者,对于从事政治者而言他将是主导性的,而作为践行者,他则是政治性的。因为按照技术去践行的人是手艺人,但向按照技术践行的人发号施令的人则不是;然而如果有人既发号施令又从事践行,作为发号施令者他将被称作主导工匠,而作为践行并处理个别事务者他将被称作手艺人。
"Δοκεῖ δὲ καὶ φρόνησις 〈μάλιστ’〉 εἶναι ἡ περὶ αὐτὸν καὶ ἕνα. καὶ ἔχει αὕτη τὸ κοινὸν ὄνομα, φρόνησις· ἐκείνων δὲ ἡ μὲν οἰκονομία, ἡ δὲ νομοθεσία, ἡ δὲ πολιτική, καὶ ταύτης ἡ μὲν συμβουλευτική, ἡ δὲ δικαστική." Περὶ τῆς φρονήσεως εἰσέτι ἀκριβολογεῖται καὶ τῶν ἕξεων τῶν συστοίχων αὐτῇ, λέγω δὲ οἰκονομικῆς νομοθεσίας πολιτικῆς. σύστοιχοι δ’ αὗται πᾶσαι ἀλλήλαις, διότι καὶ πᾶσαι αὗται βουλευτικαὶ καὶ περὶ τὰ ἀνθρώπῳ ἄριστα καταγίνονται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν φρόνησις δοκεῖ μάλιστα εἶναι, ὡς αὐτός φησιν, ἡ περὶ τὸν αὐτὸν καὶ ἕνα τὴν σπουδὴν ἔχουσα καὶ τῶν αὐτῷ ὠφελίμων στοχαζομένη. διὸ καὶ τὸ κοινὸν ἔχει ὄνομα, φρόνησις καλουμένη. κἂν δὲ καὶ τὰς ἄλλας φρονήσεις λέγῃ, οὐδὲν ἄτοπον, ἐπεὶ κἀκεῖναι περὶ τὰ ἐνδεχόμενα καὶ βουλευτὰ καὶ ἀνθρώποις ὠφέλιμα καταγίνονται. ἀλλ’ ἐπεὶ τῷ πλήθει διάφορα τὰ οἷς ἐστιν ὠφέλιμα καὶ συμβαίνει ταῦτα διάφορα εἶναι καὶ πρὸς αὐτὴν τὴν φρόνησιν καὶ πρὸς ἀλλήλας ὡς ἐντεῦθεν διαφερούσας κατὰ τὰ ὑποκείμενα, εἰκότως καὶ διάφορα ἐκ τῶν ὑποκειμένων ὀνόματα ἐκληρώσαντο,2 ἡ μὲν οἰκονομικὴ λεγομένη, ὅτι περὶ οἶκον καὶ τοὺς ἐνοικοῦντας αὐτῷ τὴν ἐνέργειαν κέκτηται, ἡ δὲ περὶ τοῦ πῶς πολιτευτέον καὶ καθόλου κανόνας ἐκτίθεται, ἡ δὲ περὶ πόλεις καὶ τοὺς ἐν αὐτῇ πολιτευομένους ἑαυτὴν ἐπιδείκνυται. διὰ τοῦτο ἡ μὲν οἰκονομική, ἡ δὲ νομοθεσία, ἡ δὲ πολιτικὴ λέγεται. διαιρεῖ δὲ καὶ τὴν πολιτικὴν εἰς δύο, βουλευτικὴν καὶ δικαστικήν. ταῦτα γὰρ μάλιστα τὰ ἐν ταῖς πολιτείαις ἐπικρατέστερα, ἡ μὲν περὶ τῶν συμφερόντων ζητοῦσα καὶ ἐξετάζουσα, ἡ δὲ στεφανοῦσα τοὺς κατορθοῦντας καὶ διορθουμένη τοὺς ἁμαρτάνοντας.
“明智似乎首先是关涉自身与单独一人的。它享有通称‘明智’;而在其余各项中,一种是家政学,另一种是立法学,再一种是政治学,而在这最后一种之中,一部分是审议性的,另一部分是司法的。” 他仍在精确探究明智以及与其相并列的诸品质,我指的是家政学、立法学和政治学。而所有这些都彼此并列,因为它们也全都是熟虑性的,并致力于对人而言至善的事物。但它们彼此不同,因为明智似乎首先是——正如他自己所言——致力于关涉自身和单独一人并追求对自己有益之物的品质。因此它也享有通称,被称为明智。纵使他也把其余各项称为明智,也毫无不妥之处,因为那些品质同样也是致力于可变的事物、熟虑的对象以及对人有益的事物。然而,既然所对其有益的对象的数量有所不同,且这些对象对于明智本身以及彼此之间都各不相同(因为它们由此在所关涉的对象上彼此区分),它们理所当然地从其对象中分得不同的名称:其一被称为家政学,因为它具有关涉家庭及其居住者的现实活动;另一种陈明关于应当如何从事政务的普遍准则;还有一种则在关涉城邦以及在其中从事政务的人们方面显现自身。为此,一种被称为家政学,另一种被称为立法学,第三种被称为政治学。他又把政治学划分为两部分,即审议性的与司法的。因为这些正是城邦体制中最具主导地位者:前者探求并考察有利的事物,而后者奖掖成全者并惩戒犯过者。
- 6.63εἰ δέ τις ἴσως εἴη καὶ νομοθέτης, καὶ πράττει ὡς μὲν νομοθέτης, ἔσται ἀρχιτεκτονικὸς τοῖς πολιτικοῖς, ὡς δὲ πράττων πολιτικός
这是一个混合条件结构,在从句中将希求法 εἰ εἴη 与现在时直陈式短语 καὶ πράττει 相结合,主句则使用将来时直陈式 ἔσται。通过 ὡς μὲν νομοθέτης 与 ὡς δὲ πράττων 的对比,分别赋予该假设人物以主导者与实践者的双重身份。
- 6.64ἀλλ’ ἐπεὶ τῷ πλήθει διάφορα τὰ οἷς ἐστιν ὠφέλιμα καὶ συμβαίνει ταῦτα διάφορα εἶναι καὶ πρὸς αὐτὴν τὴν φρόνησιν καὶ πρὸς ἀλλήλας ὡς ἐντεῦθεν διαφερούσας κατὰ τὰ ὑποκείμενα, εἰκότως καὶ διάφορα ἐκ τῶν ὑποκειμένων ὀνόματα ἐκληρώσαντο
由 ἐπεί 引导的复合原因句,其内部并列了包含关系代词的主谓结构(τῷ πλήθει διάφορα [ἐστὶ] τὰ οἷς ἐστιν ὠφέλιμα)和非人称结构(καὶ συμβαίνει ταῦτα διάφορα εἶναι...)。ὡς... διαφερούσας 分词短语充当原因/修饰成分,与不定式的宾格主语一致,整个复合句的主干动词是主句的 ἐκληρώσαντο。
