← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§336.14-337.36

明智与政治学的关系及立法与个别实践

针对亚里士多德论述明智与政治学的关系、以及政治学内部主导性且普遍的“立法学”与个别且实践的狭义“政治学”之划分(1141b22–24),欧斯特拉提乌斯阐明了主导性的普遍论理与经验性个别事物的关联,以及法令的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.61

" Εἴη δ’ ἄν τις καὶ ἐνταῦθα ἀρχιτεκτονική." Ἐπεὶ τὴν φρόνησιν εἶπε λόγον καταγινόμενον περὶ τὰ καθ’ ἕκαστα ἐν ταῖς πράξεσι τὴν ἐνέργειαν ἐνδεικνύμενον, ὁ δὲ λόγος ἐξήρτηται τῶν καθ’ ἕκαστα, διὰ τοῦτό φησιν εἶναι καὶ ἐνταῦθα, ἤτοι ἐν ταῖς πράξεσιν, ἀρχιτεκτονικήν, δεικνύων ἐκ τούτου τίνα λόγον ἔχει ὁ λόγος καὶ τὸ καθόλου πρὸς τὴν πεῖραν καὶ τὰ καθ’ ἕκαστα, λόγον ἀρχιτεκτονικόν. τὸ γὰρ καθόλου καὶ ὁ λόγος πεῖραν μὴ ἔχων συνοῦσαν αὐτῷ ἀρχιτεκτονικῶς διατάξει μόνον καὶ διορίσεται, οὐ μέντοι γε καὶ πράξει διὰ τὴν ἀπειρίαν· συνούσης δὲ αὐτῷ καὶ τῆς πείρας ἄμφω δράσει καὶ διορίσεται καὶ πράξει καὶ ἔσται ἅμα ἀρχιτεκτονικός τε καὶ πρακτικός. ἔστι δὲ καὶ ἡ πολιτικὴ καὶ ἡ φρόνησις ἡ αὐτὴ μὲν ἕξις, τὸ μέντοι εἶναι οὐ τὸ αὐτὸ αὐταῖς.1 ἡ αὐτὴ μὲν ἐστιν ἡ πολιτικὴ καὶ ἡ φρόνησις κατὰ τὸ ἀμφοτέρας ἔχειν ἔργον, τὸ εὖ βουλεύεσθαι, καὶ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν στοχάζεσθαι κατὰ τὸν λογισμόν. διότι δὲ ἡ μὲν φρόνησις τοῦ καθ’ ἑαυτὸν φρονίμου ἐστὶ καὶ τοῦ στοχαζομένου τοῦ ἑαυτῷ ἀρίστου τῶν πρακτῶν, ἡ δὲ πολιτικὴ τῶν κοινῇ τῇ πολιτείᾳ ἀρίστων στοχάζεται, διὰ τοῦτο διαφέρουσιν ἀλλήλων τῷ λόγῳ. ἔστι γὰρ καὶ ἡ πολιτικὴ φρόνησις στοχαστική, ἀλλὰ τῶν συμφερόντων τῇ πόλει κοινῇ. ἡ δὲ μὴ πολιτικὴ φρόνησις ἀλλ’ ἡ ἠθικὴ τῶν ἰδίως ἑνὶ ἀρίστων στοχάζεται. ὥστε αὕτη μὲν πολίτου φρόνησις, ἐκείνη δὲ πολιτικοῦ.2 ἐπεὶ καὶ πολίτης μὲν ὁ εἷς τῶν ἐν τῇ πόλει ὠφελίμων ἑαυτῷ στοχαζόμενος καὶ ἑαυτῷ μόνῳ τὰς πολιτικὰς ἀρετὰς κατορθοῦν φροντίδα ποιούμενος, ἢ τῷ πείθεσθαι τοῖς ἐμφρονεστέροις ἢ τῷ μαθεῖν αὐτὸν καὶ λόγους ἔχειν ὧν πράττει καὶ ἐνεργεῖ, ἀγόντων πρὸς τὴν κατ’ ἄνθρωπον τελειότητα· πολιτικὸς δὲ ὁ ἔχων μὲν καὶ τὴν τέχνην τοῦ ὅπως δεῖ πολιτεύεσθαι, φροντίζων δὲ καὶ κοινῶς πάσης τῆς πόλεως, ὡς ἂν ἐν πᾶσι τοῖς ἐν αὐτῇ κατορθοῖτο τὸ βέλτιον. οὕτω γὰρ καὶ ἐξ ἀρχῆς ἡμᾶς ὁ Ἀριστοτέλης ἐδίδαξε. διὰ τοῦτό φησιν οὐ τὸ αὐτὸ τὸ εἶναι ἀμφοτέραις αὐταῖς. ὧν γὰρ ἕξεων τὰ ὑποκείμενα διαλλάττουσιν, ἐξ ἀνάγκης καὶ αὐταὶ διαφέρουσιν.

“在这里也可能会有一种主导性的[明智]。” 既然他说过明智是在行动中展现其现实活动、致力于个别事物的理性论理,而理性论理又依附于个别事物,因此他说在这里即在行动中也存在主导性的东西,由此表明理性论理和普遍者对于经验与个别事物具有怎样的关系——即主导性的关系。因为普遍者和理性论理若是没有伴随经验,就只会以主导的方式去指示和规定,但由于缺乏经验却不会去践行;然而当经验也伴随其身时,它便能兼行二者,既作规定又付诸行动,从而同时成为主导性的与实践性的。政治学与明智是同一种品质,然而它们的存在却并不相同。政治学与明智之所以是同一种品质,在于二者都以良好地熟虑、并按照推理追求对人而言可实践的事物中的至善为功用。然而,既然明智属于关涉自身、追求对自身而言可实践的至善的明智者,而政治学则追求对整个体制共同而言的至善,因此二者在定义上彼此不同。因为政治学也是一种有所追求的明智,但是追求对城邦共同有益的事物;而非政治的即伦理的明智,追求的则是对于单独个人而言私下最好的事物。所以,后者是公民的明智,而前者是政治家的明智。因为公民是指城邦众人中追求对自己有益的事物、且仅为自己一人致力于成全政治德性的一员,这或是通过服从更明智的人,或是通过自己学习并掌握自己所行和所作之事的理据,这些事通向人之为人的完善;而政治家则是不仅掌握应当如何治理政务的技术,而且还共同关照整个城邦,以便使较善之事在城邦中的所有人身上得以成全的人。因为亚里士多德从一开始就是这样教导我们的。因此他说两者的存在并不相同;因为凡是所关涉的对象不同的品质,它们自身也必然互有差别。

§6.62

"Τῆς δὲ περὶ πόλιν ἡ μὲν ὡς ἀρχιτεκτονικὴ φρόνησις νομοθετική, ἡ δὲ ὡς τὰ καθ’ ἕκαστα τὸ κοινὸν ἔχει ὄνομα πολιτική· αὕτη δὲ πρακτικὴ βουλευτική. τὸ γὰρ ψήφισμα πρακτὸν ὡς τὸ ἔσχατον." Διελὼν τὴν φρόνησιν εἰς εἰδικὴν καὶ κοινήν, καὶ τὴν μὲν εἰδικὴν ὀνομάσας τῷ κοινῷ ὀνόματι, πολιτικὴν δὲ τὴν κοινὴν ὡς κοινῇ περὶ τῆς πολιτείας στοχαζομένην, ὑποδιαιρεῖ ταύτην εἰς τὸ καθόλου καὶ τὸ καθ’ ἕκαστον, καὶ τὴν μὲν ὀνομάζει ἀρχιτεκτονικὴν καὶ νομοθετικήν, τῇ δὲ τὸ κοινὸν ὄνομα τίθησι, πολιτικὴν καλῶν. ὥσπερ γὰρ ἀνωτέρω τὴν τὸν λόγον ἄνευ τῆς πείρας ἔχουσαν φρόνησιν ἀρχιτεκτονικὴν ἔλεγεν ὡς τοῖς καθ’ ἕκαστα πράττουσι διατάττουσαν, οὕτω κἀνταῦθα τὴν νομοθετικὴν καθόλου κανόνας τιθεῖσαν, καθ’ οὓς ὀφείλουσι πράττειν οἱ καθ’ ἕκαστα τὰ πολιτικὰ μεταχειριζόμενοι, ἀρχιτεκτονικὴν ὀνομάζει ὡς ἐπιτάττουσαν μὲν τοῖς πράττουσιν, αὐτὴν δὲ ᾗ αὐτή ἐστι μὴ μεταχειριζομένην τὰς πράξεις. ἡ δὲ καθ’ ἕκαστα, φησί, τὸ κοινὸν ἔχει ὄνομα, καλουμένη πολιτική, ἥτις καὶ δικαστικὴ λέγεται. διὰ τί δὲ τὸ κοινὸν αὐτῇ ἰδίως ὄνομα ἐπιτέθειται; διότι αὐτή ἐστιν ἡ πολιτευομένη καὶ πράττουσα τὰ καθ’ ἕκαστα, ὡς εἶναι τὴν μὲν νομοθετικὴν πολιτικὴν ὀνομαζομένην, ὅτι αἰτία τῇ πολιτείᾳ ἐστὶ τῆς συστάσεως. κοινοὺς γὰρ ἔχοντες νόμους καὶ τῇ τούτων κοινωνίᾳ ἀλλήλοις συνιόντες καὶ συναγελαζόμενοι, οὕτω πολῖται καὶ πολιτικοὶ λέγονται. ἡ δὲ ἰδίως πολιτικὴ καὶ δικαστική, διότι τοιαύτη ἐστὶ κατ’ ἐνέργειαν, κρεῖττον δὲ πολιτικὴν ταύτην ἢ δικαστικὴν λέγεσθαι, διότι οὐ μόνον δίκας καὶ δικαστήρια ἀλλὰ βουλὰς καὶ βουλευτήρια καὶ ἕτερα τοιαῦτα τῆς πολιτείας οἰκεῖα μεταχειρίζεται. καὶ γὰρ ἀρχαὶ καὶ δημοτελεῖς ἑορταί, ῥητορεῖαί τε καὶ δημαγωγίαι καὶ ἕτερ’ ἄττα οἰκεῖά εἰσι πολιτικῇ, ἔστι δὲ αὕτη καὶ πρακτικὴ βουλευτική, διότι βουλευομένη πράττειν τὰ καθ’ ἕκαστα εἰς τοὺς κειμένους νόμους καὶ τὰ ἔθη ἀνάγουσα τὰ πραττόμενα. τὸ γὰρ ψήφισμα πρακτὸν ὀρθῶς εἴρηται καὶ τοῦτο, ὅτι τὸ ψήφισμά ἐστιν, ὃ τελευταῖον ὁ κρίνας ἢ βουλευσάμενος ἀπεφήνατο,3 τί δεῖ γενέσθαι ἐπὶ τῷ προτεθέντι ζητήματι, οὐχ ὡς καθόλου φαινόμενον ἀλλ’ ὡς ἔσχατον καὶ καθ’ ἕκαστον. τὸ γὰρ καθόλου πράξει οὐχ ὑποτίθεται.

“在关涉城邦的明智中,作为主导性的明智是立法学,而作为关涉个别事物的明智则享有通称‘政治学’;后者是实践性的与熟虑性的,因为作为最终之物的法令是可实践的。” 在将明智区分为特殊的明智与公共的明智,并以通称命名特殊的明智,以“政治学”命名公共的明智(因为它是共同致力于城邦体制的)之后,他又将后者细分为普遍的与个别的,并将前者命名为主导性的与立法的,而将通称赋予后者,称其为政治学。因为正如在前面他把掌握缺乏经验的理性论理的明智称为主导性的(因其指示那些处理个别事务的行动者)一样,在这里他也把立法学命名为主导性的,因其制定普遍的准则,使那些处理个别政治事务的人应当按照这些准则去行动;它命令行动者,但就其本身而言并不亲自处理具体的行动。而他说,关涉个别事物的明智享有通称,被称为政治学,它也被称为司法学。然而为何将通称专用于它呢?因为正是它在实际治理政务并践行个别事务,以至于立法学之所以被称为政治学,乃是因为它是城邦体制建立的原因。因为拥有共同的法律,并通过共享这些法律而彼此聚集结群,人们才这样被称为公民和政治人员。而狭义上的政治学与司法学在现实活动中正是如此;但将此称为政治学胜过称为司法学,因为它不仅处理诉讼与法庭,而且还处理议事会与议事厅以及其他诸如此类属于城邦体制的事物。因为官职、公共节日、雄辩术、民众引导以及其他某些事物都是属于政治学的。而这也是实践性的与熟虑性的,因为它为了在个别事务中行动而进行熟虑,将所践行的事务还原到既定的法律与习俗之中。“因为法令是可实践的”——这话也是说得很对的,因为法令是裁判者或熟虑者针对所提出的问题最终裁定应当做何事而发表的决定,它不是作为普遍者显现,而是作为最终的个别事物显现。因为普遍者并不作为行动的对象。

语法注3 条
  1. 6.61τὸ μέντοι εἶναι οὐ τὸ αὐτὸ αὐταῖς

    实质化的不定式 τὸ εἶναι 是指称“本质”或“定义上的存在”的哲学术语。与格 αὐταῖς 作领属与格(“它们的本质/存在”)。

  2. 6.61ὥστε αὕτη μὲν πολίτου φρόνησις, ἐκείνη δὲ πολιτικοῦ

    近指指示代词 αὕτη 指代紧接在前文提及的“伦理的明智”(个人的明智,即公民的明智),而远指代词 ἐκείνη 则指代更早提到的“政治的明智”(政治家的明智)。

  3. 6.62τὸ γὰρ ψήφισμα πρακτὸν ὀρθῶς εἴρηται καὶ τοῦτο, ὅτι τὸ ψήφισμά ἐστιν, ὃ τελευταῖον ὁ κρίνας ἢ βουλευσάμενος ἀπεφήνατο

    引自注疏句的短语 τὸ γὰρ ψήφισμα πρακτόν 置于句首,后接无人称动词短语 ὀρθῶς εἴρηται,καὶ τοῦτο 作为主语修饰添入(“这一表述也被正确地说出”)。随后的 ὅτι 从句解释其正确性的根据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:336.14-337.36