← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§335.1-336.13

个别经验的实践性与三段论论证

针对《尼各马可伦理学》卷六第七章(1141b16)中亚里士多德借助医学事例论证拥有个别经验者比仅知普遍者更有实践能力这一论点,厄斯特拉提奥斯阐明了该论证由果推因的逻辑结构,并将其形式化为第一格的三段论进行注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.60

" Διὸ καὶ ἔνιοι οὐκ εἰδότες ἐνίων εἰδότων πρακτικώτεροι, καὶ ἐν τοῖς ἄλλοις οἱ ἔμπειροι· εἰ γὰρ εἰδείη, ὅτι τὰ κοῦφα εὔπεπτα κρέα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλ’ ὁ εἰδὼς ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινὰ ποιήσει μᾶλλον. ἡ δὲ φρόνησις πρακτική· ὥστε δεῖ ἄμφω ἔχειν, ἢ ταύτην μᾶλλον." Κατασκευάζει καὶ διὰ τούτων τὸ εἰρημένον, λέγων δὴ τὸ τὴν φρόνησιν περὶ τὰ καθ’ ἕκαστα μάλιστα καταγίνεσθαι. ἐκ δὲ τοῦ αἰτιατοῦ κατασκευάζει τὸ αἴτιον. διότι γὰρ περὶ τὰ καθ’ ἕκαστα μᾶλλον ἡ φρόνησις, διὰ τοῦτο καί τινες οὐκ εἰδότες τὰ καθόλου, ὃ τέχνης οἰκειότερον, ἐνίων εἰδότων τὰ καθόλου, εὐδοκιμώτεροί εἰσιν ἐν ταῖς πράξεσιν. οἱ γὰρ ἐμπειρικοὶ ἀγνοοῦντες μὲν τὰ καθόλου, μετερχόμενοι δὲ τὰ καθ’ ἕκαστα, πρακτικώτεροί εἰσιν, ἤγουν ἁρμοδιώτεροι ἐν ταῖς πράξεσιν. εἰδότας δὲ εἶπε τοὺς λογικοὺς καὶ τεχνίτας, διότι τὰς αἰτίας γινώσκουσι τῶν γινομένων, τῶν ἐμπειρικῶν ἀγνοούντων αὐτάς. καλῶς δὲ εἴπομεν τὸ ἐκ τοῦ αἰτιατοῦ τὸ αἴτιον ἐνταῦθα κατασκευάζεσθαι. τοῦ μὲν γάρ τινας τῶν μὴ εἰδότων, ἤτοι τῶν ἐμπειρικῶν, ἐνίων εἰδότων, ἤτοι τοὺς καθόλου λόγους ἄνευ ἐμπειρίας ἐχόντων, πρακτικωτέρους εἶναι, αἴτιον τὸ τὴν φρόνησιν περὶ τὰ καθ’ ἕκαστα γίνεσθαι.1 πιστοῦται δὲ ἐκ τοῦ προτέρου τὸ δεύτερον διὰ τὸ πρὸς ἡμᾶς εἶναι τὸ αἰτιατὸν τοῦ αἰτίου σαφέστερον, ἐναργὲς ὂν ἐκ τῶν πραττομένων καθ’ ἕκαστα. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις οἱ ἔμπειροι εἰς μαρτυρίαν καὶ πίστιν προσήνεγκε, καθόλου τοῦτο πιστούμενος, ὅτι πανταχοῦ ἐν ταῖς πράξεσιν ἀναγκαιοτέρα ἡ ἐμπειρία. καλὸν μὲν γὰρ ἄμφω ἔχειν τὸν πράττειν ἐθέλοντα, τόν τε μετ’ αἰτίας λόγον, ὃς καὶ καθόλου ἐστίν, καὶ τὴν πεῖραν τῶν μερικῶν καὶ καθ’ ἕκαστα, τῶν δὲ τούτων ἐχόντων θάτερον ὁ ἐμπειρικὸς αἱρετώτερος. εἶτα φέρει καὶ παράδειγμα, οὐκέτι πολιτικὸν ἀλλ’ ἰατρικόν, δεικνύων οὐ μόνον ἐπὶ φρονήσεως, ἀρετῆς οὔσης πολιτικῆς, ἀλλὰ καὶ ἐπὶ πάσης πράξεως ἀληθὲς τὸ λεγόμενον, λέγων ὅτι εἴ τις εἰδείη ἁπλῶς ὅτι τὰ κοῦφα κρέα εὔπεπτα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοεῖ, οὐ ποιήσει ὑγείαν, ὅτι ἁπλῶς μὲν οἶδεν ὑγιεινὰ εἶναι τὰ κοῦφα κρέα, ἀγνοῶν δὲ ποῖα τὰ κοῦφα, ἀγνοεῖ ποίοις, ὡς κούφοις, πρὸς ὑγείαν χρήσεται. καὶ ἢ οὐδ’ ὅλως χρήσεται κρέασι διὰ τὴν ἄγνοιαν, φόβῳ τοῦ μὴ χρήσασθαι οἷς οὐ δεῖ, ἢ ἴσως, ὡς κοῦφα τὰ βαρέα παραλήψεται, ἀλλὰ τὸ μερικώτερον ἐξ ἐμπειρίας εἰδώς, οἷον τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινὰ ποιήσει ὑγείαν. μέχρι τούτου ἡ μείζων πρότασις συστᾶσα ἐκ τῶν καθ’ ἕκαστα, ὅτι ταῖς πράξεσι τοῦ καθόλου ἀναγκαιότερον τὸ καθ’ ἕκαστον· εἶτα ἐπιφέρει τὴν ἐλάττονα, τὸ τὴν φρόνησιν πρακτικήν τε εἶναι καὶ ἐν ταῖς πράξεσι φαίνεσθαι· εἶτα ἐπάγει συμπέρασμα, ὑβρίσαι τὸν λόγον φειδόμενος,2 καὶ ἄμφω λέγων ἔχειν τὸν φρόνιμον τὸ καθόλου καὶ τὸ καθ’ ἕκαστον, ἤγουν λόγον καὶ ἐμπειρίαν, ἢ ταύτην μᾶλλον, τὴν ἐμπειρίαν, ὡς τῶν καθ’ ἕκαστα οὖσαν γνωστικὴν καὶ ταῖς πράξεσιν ἐφαρμόζουσαν, ὡς οὔσαις καθ’ ἕκαστα. οὐδὲν δὲ περιττὸν ἴσως εἰ καὶ κατὰ σχῆμα καὶ λόγον τὴν συλλογιστικὴν πλοκὴν ἀναλύσομεν. ἡ φρόνησις πρακτικὴ καὶ ἐν ταῖς πράξεσι φαίνεται· πᾶσα πρᾶξις ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα· ἡ φρόνησις ἄρα ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα. τούτου δειχθέντος προτιθέαμεν ἔτι ὡς πρότασιν ὁμολογουμένην τὸ συνηγμένον ἤδη λαμβάνοντες. ἡ φρόνησις ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα θεωρεῖται ἐνεργοῦσα, ἐν πάσῃ ἕξει ἐνεργούσῃ ἐν τοῖς μερικοῖς καὶ καθ’ ἕκαστα χρησιμωτέρα τοῦ λόγου ἡ ἐμπειρία, τῇ φρονήσει ἄρα χρησιμωτέρα τοῦ λόγου ἡ ἐμπειρία. καὶ εἰσὶν ἄμφω οἱ συλλογισμοὶ διὰ τοῦ τρίτου τρόπου τοῦ πρώτου σχήματος περαινόμενοι.

“因此,某些不知者比某些知者更有实践能力,其他领域中的有经验者也是如此;因为一个人若知道清淡的肉易消化且有益健康,却不知道哪些肉是清淡的,他就不能产生健康;相反,知道禽肉清淡且有益健康的人则更能产生健康。而明智是实践性的;因此必须兼备两者,或者毋宁拥有后者。” 通过这些论述,[亚里士多德]同样确立了前述的主张,表明明智尤其致力于个别事物。他是从结果来确立原因的。因为正是由于明智更关涉个别事物,某些不知普遍者的人(而这本更属于技术)才在行动中比某些知晓普遍者的人更受赞许。因为经验者们虽不知普遍者,却从事于个别事物,因而更有实践能力,即在行动中更具适切性。他所说的“知者”是指那些掌握理性论理者和技术人员,因为他们认识所发生之事的原因,而经验者们则不知其原因。我们说这里是由结果来确立原因,是十分恰当的。因为在不知者(即经验者)中的某些人比知者(即虽掌握普遍道理却无经验者)中的某些人更有实践能力这件事情上,其原因就在于明智致力于个别事物。而后一判断是由前一判断证实的,因为对我们而言,由于从各别践行的事情中显而易见,结果比原因更加清楚明了。至于“其他领域中的有经验者也是如此”,则是作为见证和证明而被引用的,他普遍地证实了这一点:在一切行动中,经验都更为不可或缺。因为想要行动的人兼备两者——伴随原因的理性论理(它也是普遍的)与对部分和个别事物的经验——固然很好,但在这两者各执其一的人之中,经验者更值得选择。随后他又举出一个例子,不再是政治方面的,而是医学方面的,表明所说之理不仅对作为政治德性的明智而言是真实的,而且对一切行动而言也都是真实的,指出:一个人如果单单知道清淡的肉易消化且有益健康,却不知道哪些是清淡的,他就不能带来健康;因为他虽然单单知道清淡的肉是健康的,但由于不知哪些是清淡的,他便不知该将哪些肉当作清淡之物用于恢复健康。由于这种无知,他要么出于害怕使用了不当之物的恐惧而完全不用肉食,要么可能误将沉重的肉当成清淡的肉来采用;然而凭借经验知道较为具体的个别事实的人,例如知道禽肉清淡且有益健康的人,则能带来健康。到此为止是由个别事例构成的大前提,即对于行动而言,个别事物比普遍者更为必需;接着他引入小前提,即明智是实践性的且表现在行动之中;然后他得出结论,在顾惜不贬低理性论理的同时,指出明智者应当兼备普遍者与个别者(即理性论理与经验),或者毋宁拥有后者即经验,因为经验能认识个别事物且适用于行动,正如行动本身是个别的一样。如果我们按照格与论式来解析这组三段论的结构,大概也不是多余的。明智是实践性的且表现在行动之中;一切行动都被观察为在部分和个别事物中活动;因此明智被观察为在部分和个别事物中活动。在表明了这一点之后,我们采纳已经推导出的结论作为公认的前提进一步提出:明智被观察为在部分和个别事物中活动;在一切于部分和个别事物中活动的品质中,经验比理性论理更有用;因此对于明智而言,经验比理性论理更有用。而这两个三段论都是通过第一格的第三式推导完成的。

语法注2 条
  1. 6.60τοῦ μὲν γάρ τινας τῶν μὴ εἰδότων, ἤτοι τῶν ἐμπειρικῶν, ἐνίων εἰδότων, ἤτοι τοὺς καθόλου λόγους ἄνευ ἐμπειρίας ἐχόντων, πρακτικωτέρους εἶναι, αἴτιον τὸ τὴν φρόνησιν περὶ τὰ καθ’ ἕκαστα γίνεσθαι

    主干结构为“αἴτιόν [ἐστι] τὸ τὴν φρόνησιν ... γίνεσθαι”(……是原因)。句首带冠词的不定式短语“τοῦ ... πρακτικωτέρους εἶναι”依附于名词 αἴτιον,作解释性或限定性属格,说明是何事的原因。不定式 εἶναι 的逻辑主语为主格对应的宾格代词 τινας,比较级形容词 πρακτικωτέρους 作表语;比较的对象则由比较属格 ἐνίων εἰδότων 表示,两者各自带有同格说明(ἤτοι τῶν ἐμπειρικῶν 与 ἤτοι τοὺς ... ἐχόντων)。

  2. 6.60ὑβρίσαι τὸν λόγον φειδόμενος

    分词 φειδόμενος(顾惜、克制)通常支配属格,此处后接补足不定式 ὑβρίσαι(侮慢、贬低),表示“顾惜而不贬低理性论理/原理”。注解者以此指明,亚里士多德之所以没有决绝地仅肯定经验,而是提出“兼备两者,或者毋宁拥有后者”,是为了保留理性普遍论理(logos)应有的地位与尊严。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:335.1-336.13