← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§333.22-334.32

善于考量者的定义与明智对个别事态的把握

埃乌斯特拉提奥斯注解了亚里士多德在《尼各马可伦理学》卷六第七章(1141b12–14)中对善于考量者的定义,通过属与种差的剖析将明智同智慧及技术加以区分,并进一步阐明了明智何以既掌握普遍规则又必须把握个别事态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.58

" Ὁ δὲ ἁπλῶς εὔβουλος ὁ τοῦ ἀρίστου ἀνθρώπου τῶν πρακτῶν στοχαστικὸς κατὰ λογισμόν." Περὶ φρονήσεως λέγων καὶ ὅτι φρονίμου ἴδιον τὸ βουλεύεσθαι, καὶ τοῦτο εὖ, καὶ ὅτι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἡ φρόνησις, κἀκ τούτων τῆς σοφίας ἑτέρα, ὅτι ἐκείνη περὶ τὰ ἀναγκαῖα καὶ περὶ ὧν βουλεύεσθαι οὐκ ἐνδέχεται, ἀκολούθως ὁρίζεται1 καὶ τὸν ἁπλῶς εὔβουλον, τί ἐστιν, ὅτι ὁ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτικῶν στοχαστικὸς κατὰ τὸν λογισμόν, τὸ μὲν στοχαστικὸς τάττων ὡς γένος, τὰ δὲ λοιπὰ ὡς διαφοράς. καὶ αὐτίκα τὸ γένος διαστέλλει τὴν φρόνησιν ἀπό τε τοῦ νοῦ καὶ σοφίας καὶ ἐπιστήμης. τὸ γὰρ στοχάζεσθαι μελετᾶν ἐστι καὶ σκοπεῖν καὶ λογίζεσθαι, πῶς ἔσται τὸ προκείμενον κατορθούμενον, ὧν οὐδὲν ταῖς τρισὶν ἐκείναις ἐφήρμοσεν ἕξεσιν. περὶ τὰ ἀναγκαῖα γὰρ ἐκεῖναι, περὶ τὰ ἐνδεχόμενα δὲ τὸ στοχάζεσθαι. ἄριστον δὲ ἀνθρώπῳ, ὡς διαφορὰ κείμενον ἐν τῷ ὁρισμῷ, ἀπὸ τῶν κατὰ τέχνην ἀποτελουμένων διίστησι τὸ φρόνιμον καὶ τὴν φρόνησιν. ἀγαθὰ μὲν γὰρ καὶ τὰ τῶν ἀγαθῶν τεχνῶν ὑπάρχει ἀποτελέσματα, ἀλλ’ οὐδὲν ἐξ ἐκείνων ὑπάρχει ἀνθρώπῳ τὸ ἄριστον. οἰκία γὰρ καὶ θρόνος καὶ τράπεζαι καὶ ἱμάτια καὶ τὰ τοιαῦτα ἀγαθὰ μὲν ἀνθρώπῳ ὡς χρήσιμα καὶ ὠφέλιμα, οὐδὲν δὲ αὐτῶν ἀνθρώπῳ τὸ ἄριστον, ἀλλὰ τοῦτό ἐστι τὸ ὑποθέσθαι τῷ λογισμῷ τὰ πάθη καὶ κύριον αὐτὸν καὶ δεσπότην τῆς ἀλόγου ποιήσασθαι. πρακτὰ δὲ λέγονται ἀγαθὰ τὰ διὰ πράξεως κατορθούμενα, οἷον τὸ ἐν πολέμῳ ἀνδρίσασθαι, τὸ ὑπὸ ἐπιθυμίας πολεμούμενον ἐγκρατεύσασθαι καὶ ὅσα τοιαῦτα. ὧν πάντων ἄριστόν τε καὶ ἐξοχώτατον ἡ ἀπάθεια καὶ τὸ ἔξω γενέσθαι τῆς σαρκός, κατὰ τὴν προαίρεσιν ἔτι τῇ φύσει δεσμούμενον.2 τὸ δὲ κατὰ τὸν λογισμὸν εἴληπται, ὅτι τοῦτο τὸ μέρος ἐστὶ τῆς ψυχῆς τὸ ἐν τοῖς τοιούτοις κατορθοῦν, ὃ καὶ αὐτὸ μετὰ τῶν ἄλλων διαστέλλει τὴν φρόνησιν ἀπὸ τῶν εἰρημένων τριῶν ἀληθευτικῶν ἕξεων, ὅτι ἐν ἐκείναις οὐχ ὁ πρακτικὸς νοῦς, ὅπερ ὁ λογισμός ἐστιν, ἐνεργῶν ἐστιν ἀλλ’ ὁ θεωρητικός. ὀρθῶς οὖν ἂν ὁρίζοιτο εὐβουλία μὲν ἕξις στοχαστικὴ κατὰ τὸν λογισμὸν τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν, καὶ ἀνὴρ εὔβουλος, ᾧ ἡ τοιαύτη πρόσεστιν ἕξις. αὐτὸς δὲ τὸν ᾧ ἡ ἕξις πρόσεστιν ἀντὶ τῆς ἕξεως ὁρισάμενος οὕτως ἀπέδοτο. ὥσπερ δὲ ἡ εὐβουλία τῆς φρονήσεώς ἐστι τὸ ἀκρότατον, οὕτως ὁ εὐβουλότατος ἐν πᾶσι 〈τῶν〉 φρονίμων ἐστὶν ὁ ἀκρότατος.

“而单纯意义上的善于考量者,是那种能够依据推理切中行动所能达成的对人而言最好之物的人。” 在论及明智、且考量乃是明智者的特有功用(并且是善于考量)、又及明智关涉可能处于其他状态的事物并由此而不同于智慧(因为智慧关涉必然的事物以及不可能考量的事物)之后,[亚里士多德]接着定义了何谓单纯意义上的善于考量者,即他是能够依据推理切中行动所能达成的对人而言最好之物的人,其中将“善于切中者”列为属,而将其余部分列为种差。这一属概念立刻将明智同智性、智慧和科学知识区别开来。因为切中乃是深思、考察和推理所提出的目标如何得以成就,而这其中没有一项适用于那三种品质。因为那三种品质关涉必然的事物,而切中则关涉可能变化的事物。此外,在定义中作为种差而立的“对人而言最好之物”,又将明智者与明智同依技术而制成的事物区分开来。因为善的技术之成品固然也是善物,但其中没有一样是对人而言最好的。因为房屋、王座、桌子、斗篷以及这类事物,作为有用和有益之物固然是对人而言的善物,但其中没有一样是对人而言最好的;相反,最好之物乃是使激情顺从于推理,并将推理确立为灵魂非理性部分的主人和统治者。而行动可达成的善物,是指那些通过行动而成就的事物,例如在战争中展现勇敢、在受到欲望侵扰时保持节制以及诸如此类的一切。在这一切之中,最好且最卓越的乃是免于激情,并在抉择上超脱肉躯,尽管在自然本性上仍受其束缚。至于“依据推理”之所以被采纳,是因为灵魂的这一部分正是成就此类事物的部分,而这本身也同其他者一道,将明智与前述三种把握真理的品质区别开来,因为在那些品质中起作用的不是实践智性(即推理),而是沉思智性。因此,若将善于考量定义为“依据推理切中行动所能达成的对人而言最好之物的品质”,并将善于考量者定义为“具备此种品质的人”,本是正确的。但他本人则是通过定义具备此品质的人而非定义品质本身来如是表述的。正如善于考量是明智的顶峰,在一切事物上最善于考量的人也是明智者之中的至高顶峰。

§6.59

"Οὐδ’ ἐστὶν ἡ φρόνησις τῶν καθόλου μόνον, ἀλλὰ δεῖ καὶ τὰ καθ’ ἕκαστα γνωρίζειν· πρακτικὴ γάρ· ἡ δὲ πρᾶξις περὶ τὰ καθ’ ἕκαστα." Ἑτέρα τοῦτο διαφορὰ τῆς σοφίας καὶ τῆς φρονήσεως. ἡ μὲν γὰρ σοφία περὶ τὰ καθόλου αἰεί, ἡ δὲ φρόνησις περὶ τὰ πρακτὰ καταγινομένη, ἔχει μὲν καθόλου κανόνας ἠθικοὺς καὶ πολιτικούς, καθ’ οὓς δεῖ διάγειν καὶ πολιτεύεσθαι. ἐξετάζει δὲ καὶ τὰ καθ’ ἕκαστα περὶ ἃ καὶ τὰς πράξεις ἐνδείκνυται. πᾶσα γὰρ πρᾶξις ἐν τοῖς καθ’ ἕκαστα. οὐ μόνον δὲ ἐπὶ τῶν κανόνων τὸ καθόλου καὶ μερικόν,3 ἐκεῖνο μὲν ὡς θεωρούμενον καὶ λεγόμενον, τοῦτο δὲ ὡς ἐνεργούμενον καὶ πραττόμενον, ἀλλ’ ἔστι τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων. τὸ γὰρ [εἶναι τὸ] μὴ στασιάζειν τοὺς ὁμοφύλους ἀγαθὸν καθόλου ἐστὶ καὶ ὁ τοῦτο δοξάζων καὶ λέγων καθόλου καὶ δοξάζει καὶ λέγει, τὸ δὲ μὴ στασιάζειν τούσδε πρὸς τούσδε, οἷον εἴτε τοὺς ἐν Ἀθήνησι δήμους πρὸς ἀλλήλους εἴτε Ἀθηναίους πρὸς Λακεδαιμονίους, καθ’ ἕκαστα.

“明智也不仅关涉普遍者,而且还必须认识个别者;因为它是实践性的,而行动关涉个别者。” 这是智慧与明智的另一个相异之处。因为智慧始终关涉普遍者,而明智既然致力于行动所能达成的事物,就确实拥有普遍的伦理与政治规则,人必须依循这些规则生活并处理城邦事务。但它也考察个别事物,并就这些个别事物也展示行动。因为一切行动都在个别事物之中。而且普遍者与个别者不仅存在于规则之中——前者作为被考察和被述说者,后者作为被实施和被践行者——,在具体事态之中也同样存在。因为同族人不生内讧是一件普遍的善事,而持有此意见并予以表达的人也是普遍地持有意见和表达的;但这些人不与那些人发生内讧,例如雅典各德谟彼此之间不发生内讧,或者雅典人不与斯巴达人发生冲突,则是属于个别的事物。

语法注3 条
  1. 6.58Περὶ φρονήσεως λέγων καὶ ὅτι φρονίμου ἴδιον τὸ βουλεύεσθαι, καὶ τοῦτο εὖ, καὶ ὅτι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἡ φρόνησις, κἀκ τούτων τῆς σοφίας ἑτέρα, ὅτι ἐκείνη περὶ τὰ ἀναγκαῖα καὶ περὶ ὧν βουλεύεσθαι οὐκ ἐνδέχεται, ἀκολούθως ὁρίζεται

    长引导句结构。现在分词 λέγων(统领后续数个 ὅτι 从句)概括了亚里士多德此前论述的要点,最终引出主动词 ἀκολούθως ὁρίζεται(“接着定义了”)。在 κἀκ τούτων τῆς σοφίας ἑτέρα 处省略了系动词(如 οὖσα 或相关动词),意为“并由此而不同于智慧”,作为并列论点补充理解。

  2. 6.58κατὰ τὴν προαίρεσιν ἔτι τῇ φύσει δεσμούμενον

    中性/阳性宾格被动分词 δεσμούμενον 修饰由前置不定词短语 τὸ ἔξω γενέσθαι τῆς σαρκός 所指涉的隐含人称主体。介词短语 κατὰ τὴν προαίρεσιν(“在抉择上”)与与格 τῇ φύσει(“在自然本性上[受束缚]”)构成对称,突显了肉体约束与理性抉择超越性之间的对立。

  3. 6.59οὐ μόνον δὲ ἐπὶ τῶν κανόνων τὸ καθόλου καὶ μερικόν

    省略系动词 ἐστί 的构拟句,意为“普遍者与个别者不仅存在于规则之中”。随后的 ἐκεῖνο μὲν ὡς... τοῦτο δὲ ὡς...(“前者作为……,后者作为……”)分别承接上文的 τὸ καθόλου 与 τὸ μερικόν,并与后文的 ἀλλ’ ἔστι τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων(“在具体事态之中也同样存在”)形成严格的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:333.22-334.32