- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:332.3-333.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条依据明智的功用在于考量、以及考量不适用于必然的事物或不以可践行的善为目的的事物这一论点,运用第二格三段论证明了智慧与明智并非同一事物。
" Τοῦ γὰρ φρονίμου μάλιστα τοῦτ’ ἔργον εἶναί φαμεν, τὸ εὖ βουλεύεσθαι, βουλεύεται δ’ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδ’ ὅσων μὴ τέλος τί ἐστι, καὶ τοῦτο πρακτὸν ἀγαθόν.1" Ἔτι περὶ τοῦ αὐτοῦ δείκνυσι, λέγω δὲ τοῦ μὴ εἶναι ταὐτὸν σοφίαν καὶ φρόνησιν. καὶ πρότερον μὲν ἐκ τῶν ὑποκειμένων ἑκατέρῳ, τῷ φρονίμῳ καὶ τῷ σοφῷ, ἔδειξε τὸ ζητούμενον. ἑτέρων γὰρ ὄντων τῶν ὑποκειμένων, περὶ ἃ ἡ σοφία καὶ ἡ φρόνησις καταγίνεται, ἕτεραι ἐξ ἀνάγκης καὶ αἱ ἕξεις αἱ περὶ αὐτά, ὡς ἐπὶ γεωμετρίας ἔχει καὶ ἀριθμητικῆς. ἐπεὶ γὰρ ἕτερον ἀριθμὸς καὶ ἕτερον μέγεθος, ἕτεραι ἐξ ἀνάγκης καὶ ἀλλήλων εἰσὶ ἀριθμητική τε καὶ γεωμετρική, ὅτι ἡ μὲν περὶ ἀριθμούς, ἡ δὲ περὶ μεγέθη καταγίνεται, διότι καὶ ἄλλως καὶ ἄλλως ἔχοντά εἰσι τὰ περὶ ἑκάτερα θεωρούμενα ὑποκείμενα. εἰ γὰρ καὶ περὶ τὸ αὐτὸ γένος ἐπιστήμης καταγινόμεναι ἕτεραί εἰσιν ἀλλήλων,2 ὅταν παρὰ μὲν τῇδε ἑτέρως ἔχον, παρὰ δὲ τῇδε ἑτέρως λαμβάνηται, πολλῷ μᾶλλον ἔσονται ἕτεραι, ὅταν καὶ ἁπλῶς ᾖ τὰ ὑποκείμενα ἕτερα. τί δέ ἐστιν ὃ λέγει, δῆλον ἐκ τῆς ἀριθμητικῆς καὶ μουσικῆς, καὶ γεωμετρικῆς καὶ ἀστρονομικῆς. ἀριθμητική τε γὰρ καὶ μουσικὴ περὶ τοὺς ἀριθμοὺς καταγίνεται, ἀλλ’ ἡ μὲν ὡς καθ’ αὑτοὺς θεωρουμένους, ἡ δὲ ὡς ἐν σχέσει λαμβανομένους. περιττὸν γὰρ καὶ ἄρτιον, καὶ ἀρτιοπέρισσον καὶ περισσάρτιον καθ’ αὑτό, εἰ βούλει δέ, καὶ πρῶτον καὶ ἀσύνθετον καὶ δεύτερον καὶ σύνθετον, καὶ τὰ τοιαῦτα, διὰ τεσσάρων δὲ καὶ διὰ πέντε καὶ διὰ πασῶν πρός τι. τὸ μὲν γὰρ κατὰ ἐπίτριτον σχέσιν τοῦ ἀριθμοῦ, 〈τὸ δὲ κατὰ ἡμιόλιον, τὸ δὲ κατὰ διπλάσιον. τοῦ αὐτοῦ οὖν ὄντος τοῦ ἀριθμοῦ〉 ἀμφοτέραις, ἕτεραι ἀλλήλων εἰσὶν ἀριθμητική τε καὶ μουσικὴ διὰ μόνον τὸ καθ’ αὑτὸ καὶ ἐν σχέσει. οὕτω καὶ γεωμετρική τε καὶ ἀστρονομικὴ περὶ τὸ αὐτὸ μὲν γένος τὸ πηλίκον ἀμφότεραι, ἀλλ’ ἡ μὲν περὶ τὸ ἐν μονῇ καὶ στάσει, ἡ δὲ περὶ τὸ ἐν κινήσει ἐστί· διὰ τοῦτο ἀλλήλων ἕτεραι. καὶ οὕτω μὲν ἀνωτέρω τὴν διαφορὰν ἐποιήσατο τῆς σοφίας καὶ τῆς φρονήσεως. τοῦτο δὲ τὸ ἐπιχείρημα ἐξ ἀμφοτέρων ἐστί, τοῦ τε ὑποκειμένου καὶ τῆς ἐνεργείας. τὸ μὲν γὰρ βουλεύεσθαι ἐνέργεια τοῦ φρονίμου, τὸ δὲ ἐνδέχεσθαι ἄλλως ἔχειν καὶ μὴ ἐνδέχεσθαι ἐκ τῶν ὑποκειμένων ταῖς ἕξεσι λαμβάνεται. ἔστι δὲ οὕτω συλλογίσασθαι τὸ προκείμενον· τοῦ φρονίμου μάλιστα ἔργον φαμὲν τὸ εὖ βουλεύεσθαι· ὁ σοφὸς ᾗ σοφός ἐστιν οὐ βουλεύεται· ὁ σοφὸς ἀνάγκῃ οὐκ ἔστι φρόνιμος ᾗ σοφός ἐστιν. ἢ ἀνάπαλιν· ὁ φρόνιμος οὐκ ἔστι σοφὸς ᾗ φρόνιμός ἐστιν. ἔστι γὰρ ἑκάτερον ἐκ τῶν εἰλημμένων προτάσεων συναγαγεῖν ἐν δευτέρῳ σχήματι.3 ὅτι δὲ ὁ σοφὸς οὐ βουλεύεται, οὕτω δείκνυσιν· ὁ σοφὸς περὶ τὰ ἀδύνατα ἄλλως ἔχειν καταγίνεται· περὶ δὲ τῶν ἀδυνάτων ἄλλως ἔχειν οὐδεὶς βουλεύεται· ὁ σοφὸς ἄρα οὐ βουλεύεται. τὸ δ’ ὅσων μὴ τέλος ἐστί, καὶ τοῦτο πρακτικὸν ἀγαθὸν ἑτέρου συλλογισμοῦ ἐστι πρότασις, καὶ δεῖ προστεθῆναι καὶ ἑτέραν πρότασιν, ἵνα καὶ τοῦτο συλλογισμὸς γένηται. καὶ ἔστιν οὕτως εἰπεῖν. 〈περὶ ὅσα ὁ σοφὸς καταγίνεται, τούτων οὐκ ἔστι τέλος πρακτὸν ἀγαθόν· περὶ ὅσα ὁ φρόνιμος καταγίνεται, τούτων ἑκάστῳ ἔστι τέλος πρακτὸν ἀγαθόν·〉 ὁ σοφὸς ἄρα οὐκ ἔστι φρόνιμος, δῆλον δὲ ὅτι ᾗ σοφός ἐστιν. ἐνδέχεται γὰρ τὸν αὐτὸν ἀμφοτέρας ἔχειν τὰς ἕξεις, καὶ εἶναι σοφόν τε καὶ φρόνιμον, ἀλλὰ δηλονότι κατὰ ἄλλην καὶ ἄλλην ἕξιν. οὐ γὰρ μία ἔσται διὰ τοῦτο, ὅτι ἐν τῷ αὐτῷ καὶ ἑνὶ εὕρηνταί ποτε καὶ ἀμφότεραι. ὥσπερ οὐδ’ εἰ γεωμετρία καὶ ἀριθμητική ἐστιν ὁμοῦ, μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρας ἐροῦμεν τὰς ἐπιστήμας, ὅτι ἐν τῷ αὐτῷ εὕρηνται, εἰ μή που κατὰ συμβεβηκός. τὸ δὲ οὐδ’ ὅσων μὴ τέλος τί ἐστι, καὶ τοῦτο πρακτὸν ἀγαθὸν τοῦτο δηλοῖ, ὅτι ἔστι μὲν καὶ τῷ σοφῷ τέλος τῆς θεωρίας καὶ τῆς σπουδῆς, εἴ γε μὴ μάτην αὐτῷ ὁ πόνος ἅπας τἀληθῆ ἐξετάζοντι, ἀλλὰ τὸ τέλος τοῦ σοφοῦ ἡ θεωρία τῆς ἀληθείας ἐστὶ καὶ ἡ τοῦ ὄντος κατάληψις, οὐχὶ δέ τι πρακτὸν ἀγαθόν. πρακτὸν γάρ ἐστιν ἀγαθὸν τὸ διὰ πράξεως κατορθούμενον, θεωρία δὲ πράξεως ἑτέρα.
“因为我们说,这尤其是明智者的功用,即善于考量;但没有人对不可能处于其他状态的事物进行考量,也没有人对并非有某种目的、且这种目的是通过行动可达成的善的事物[进行考量]。” 关于同一论题——我指的是智慧与明智并非同一事物——他进一步给出了证明。此前,他是从属于明智者与智者各自的底层对象出发,指出了所探究的论题。因为,既然智慧与明智所致力于的底层对象是不同的,那么关涉它们的品质也必然是不同的,正如在几何学与算术的情形中那样。因为既然数是一回事,量又是另一回事,算术与几何学彼此之间也必然是不同的,因为前者致力于数,而后者致力于量,原因在于围绕各自所考察的底层对象具有不同的状况。因为,即使是致力于同一种知识类别的诸[科学],当[对象]在这一门中按一种状况被把握,而在另一门中按另一种状况被把握时,它们彼此之间尚且是不同的,那么当底层对象单纯地不同时,它们就更是不同的了。而他所说的意思,从算术与音乐、几何学与天文学中就可以明白。因为算术与音乐都致力于数,但前者将数作为就自身而被考察者,而后者则将数作为在关系中被把握者。因为奇与偶、偶奇与奇偶就自身而言,或者如果你愿意,素数与非合数、第二数与合数以及这类事物是就自身而言的,而四度、五度与八度则是关系性的。因为一种依据数的三分之四比的关系,〈而另一种依据二分之三比,另一种依据二倍比;因此尽管数对于二者而言是相同的〉,算术与音乐彼此不同仅仅在于“就自身”与“在关系中”。同样,几何学与天文学虽然二者都致力于同一类即连续量,但前者致力于处于静止与驻留中的量,而后者致力于处于运动中的量;由于这一原因,它们彼此不同。在先前,他就是以这种方式对智慧与明智作出了区分。 而当前的这一论证则是同时基于底层对象与现实活动两者的。因为考量是明智者的活动,而可能处于其他状态与不可能处于其他状态则是从诸品质的底层对象中抽取的。我们可以将当前的论题如是构造成三段论:我们说,善于考量尤其是明智者的功用;智者就其为智者而言不进行考量;因此智者就其为智者而言必然不是明智的。或者反过来:明智者就其为明智者而言不是智者。因为完全可以从所设定的前提在第二格中推导出这两种结论。至于智者不进行考量,他是这样证明的:智者致力于不可能处于其他状态的事物;但没有人对不可能处于其他状态的事物进行考量;所以智者不进行考量。而“并非有目的、且这种目的是通过行动可达成的善的事物”这一句是另一个三段论的前提,还必须再加上另一个前提,以便这也成为一个三段论。并且可以这样表述:〈智者所致力于的事物,其目的不是通过行动可达成的善;明智者所致力于的事物,其各自的目的都是通过行动可达成的善;〉所以智者不是明智的——显然,就其为智者而言。因为同一个人完全可能同时具有这两种品质,既是智者又是明智者,但显然是依据不同的品质。因为这两种品质绝不会因为有时在同一个单一的人身上都被发现,就因此成为单一的品质。正如即便几何学与算术同时并存,我们也不会因为它们在同一个人身上被发现,就说这两种知识是同一且单一的,除非是出于偶性。而“也没有人对并非有某种目的、且这种目的是通过行动可达成的善的事物”这一表述表明了这一点:对于考察真理的智者而言,只要他的全部辛劳不是徒劳的,就确实存在着沉思与钻研的目的,但智者的目的是真理的沉思与对存在者的把握,而非某种通过行动可达成的善。因为通过行动可达成的善是通过行动而获得成功的事物,而沉思不同于行动。
- 6.57οὐδ’ ὅσων μὴ τέλος τί ἐστι, καὶ τοῦτο πρακτὸν ἀγαθόν
这是引文中由否定连接词引出的追加分句。它呼应前文的 βουλεύεται δ’ οὐθεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν,省略并补充了介词短语 οὐδὲ [περὶ τούτων] ὅσων...。其中 καὶ τοῦτο 在代词和表语功能上承接 τέλος τί,构成限制性的同位谓词修饰:“并且这一目的乃是通过行动可达成的善”。
- 6.57εἰ γὰρ καὶ περὶ τὸ αὐτὸ γένος ἐπιστήμης καταγινόμεναι ἕτεραί εἰσιν ἀλλήλων
分词 καταγινόμεναι 在性数上与承前省略的阴性复数主语(诸科学 αἱ ἐπιστῆμαι 或诸品质 αἱ ἕξεις)一致。句首的 εἰ... καὶ... 表让步(“即使……”),并引向主句 πολλῷ μᾶλλον ἔσονται ἕτεραι(“它们就更是不同的”),构成基于强弱对比的推论(a fortiori)结构。
- 6.57ἐν δευτέρῳ σχήματι
指三段论第二格(中项在两个前提中均作谓项)的技术性与格短语。它表明了如下推论形式:大前提为“明智者(A)的功用是善于考量(B)”,小前提为“智者(C)不善于考量(B)”,从而推导出否定结论“智者(C)不是明智者(A)”。
